RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και εγενετο οτε ετελεσεν ο ιησουσ παντασ τουσ λογουσ τουτουσ ειπεν τοισ μαθηταισ αυτου 1 When Jesus had finished all these words, he said to his disciples,
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
2 οιδατε οτι μετα δυο ημερασ το πασχα γινεται και ο υιοσ του ανθρωπου παραδιδοται εισ το σταυρωθηναι 2 “You know that after two days the Passover is coming, and the Son of Man will be delivered up to be crucified.”
2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 τοτε συνηχθησαν οι αρχιερεισ και οι γραμματεισ και οι πρεσβυτεροι του λαου εισ την αυλην του αρχιερεωσ του λεγομενου καιαφα 3 Then the chief priests, the scribes, and the elders of the people were gathered together in the court of the high priest, who was called Caiaphas.
3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
4 και συνεβουλευσαντο ινα τον ιησουν δολω κρατησωσιν και αποκτεινωσιν 4 They took counsel together that they might take Jesus by deceit and kill him.
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.
5 ελεγον δε μη εν τη εορτη ινα μη θορυβοσ γενηται εν τω λαω 5 But they said, “Not during the feast, lest a riot occur among the people.”
5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6 του δε ιησου γενομενου εν βηθανια εν οικια σιμωνοσ του λεπρου 6 Now when Jesus was in Bethany, in the house of Simon the leper,
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 προσηλθεν αυτω γυνη αλαβαστρον μυρου εχουσα βαρυτιμου και κατεχεεν επι την κεφαλην αυτου ανακειμενου 7 a woman came to him having an alabaster jar of very expensive ointment, and she poured it on his head as he sat at the table.
7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
8 ιδοντεσ δε οι μαθηται αυτου ηγανακτησαν λεγοντεσ εισ τι η απωλεια αυτη 8 But when his disciples saw this, they were indignant, saying, “Why this waste?
8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
9 ηδυνατο γαρ τουτο το μυρον πραθηναι πολλου και δοθηναι πτωχοισ 9 For this ointment might have been sold for much and given to the poor.”
9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι [τοῖς] πτωχοῖς.
10 γνουσ δε ο ιησουσ ειπεν αυτοισ τι κοπουσ παρεχετε τη γυναικι εργον γαρ καλον ειργασατο εισ εμε 10 However, knowing this, Jesus said to them, “Why do you trouble the woman? She has done a good work for me.
10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
11 παντοτε γαρ τουσ πτωχουσ εχετε μεθ εαυτων εμε δε ου παντοτε εχετε 11 For you always have the poor with you, but you don’t always have me.
11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12 βαλουσα γαρ αυτη το μυρον τουτο επι του σωματοσ μου προσ το ενταφιασαι με εποιησεν 12 For in pouring this ointment on my body, she did it to prepare me for burial.
12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 αμην λεγω υμιν οπου εαν κηρυχθη το ευαγγελιον τουτο εν ολω τω κοσμω λαληθησεται και ο εποιησεν αυτη εισ μνημοσυνον αυτησ 13 Most certainly I tell you, wherever this Good News is preached in the whole world, what this woman has done will also be spoken of as a memorial of her.”
13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14 τοτε πορευθεισ εισ των δωδεκα ο λεγομενοσ ιουδασ ισκαριωτησ προσ τουσ αρχιερεισ 14 Then one of the twelve, who was called Judas Iscariot, went to the chief priests
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε·
15 ειπεν τι θελετε μοι δουναι καγω υμιν παραδωσω αυτον οι δε εστησαν αυτω τριακοντα αργυρια 15 and said, “What are you willing to give me if I deliver him to you?” So they weighed out for him thirty pieces of silver.
15 τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 και απο τοτε εζητει ευκαιριαν ινα αυτον παραδω 16 From that time he sought opportunity to betray him.
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 τη δε πρωτη των αζυμων προσηλθον οι μαθηται τω ιησου λεγοντεσ αυτω που θελεισ ετοιμασομεν σοι φαγειν το πασχα 17 Now on the first day of unleavened bread, the disciples came to Jesus, saying to him, “Where do you want us to prepare for you to eat the Passover?”
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
18 ο δε ειπεν υπαγετε εισ την πολιν προσ τον δεινα και ειπατε αυτω ο διδασκαλοσ λεγει ο καιροσ μου εγγυσ εστιν προσ σε ποιω το πασχα μετα των μαθητων μου 18 He said, “Go into the city to a certain person, and tell him, ‘The Teacher says, “My time is at hand. I will keep the Passover at your house with my disciples.”’”
18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19 και εποιησαν οι μαθηται ωσ συνεταξεν αυτοισ ο ιησουσ και ητοιμασαν το πασχα 19 The disciples did as Jesus commanded them, and they prepared the Passover.
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20 οψιασ δε γενομενησ ανεκειτο μετα των δωδεκα 20 Now when evening had come, he was reclining at the table with the twelve disciples.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
21 και εσθιοντων αυτων ειπεν αμην λεγω υμιν οτι εισ εξ υμων παραδωσει με 21 As they were eating, he said, “Most certainly I tell you that one of you will betray me.”
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 και λυπουμενοι σφοδρα ηρξαντο λεγειν αυτω εκαστοσ αυτων μητι εγω ειμι κυριε 22 They were exceedingly sorrowful, and each began to ask him, “It isn’t me, is it, Lord?”
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· μήτι ἐγώ εἰμι, Κύριε;
23 ο δε αποκριθεισ ειπεν ο εμβαψασ μετ εμου εν τω τρυβλιω την χειρα ουτοσ με παραδωσει 23 He answered, “He who dipped his hand with me in the dish will betray me.
23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.
24 ο μεν υιοσ του ανθρωπου υπαγει καθωσ γεγραπται περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιοσ του ανθρωπου παραδιδοται καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωποσ εκεινοσ 24 The Son of Man goes even as it is written of him, but woe to that man through whom the Son of Man is betrayed! It would be better for that man if he had not been born.”
24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25 αποκριθεισ δε ιουδασ ο παραδιδουσ αυτον ειπεν μητι εγω ειμι ραββι λεγει αυτω συ ειπασ 25 Judas, who betrayed him, answered, “It isn’t me, is it, Rabbi?” He said to him, “You said it.”
25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ, σὺ εἶπας.
26 εσθιοντων δε αυτων λαβων ο ιησουσ τον αρτον και ευχαριστησασ εκλασεν και εδιδου τοισ μαθηταισ και ειπεν λαβετε φαγετε τουτο εστιν το σωμα μου 26 As they were eating, Jesus took bread, gave thanks for it, and broke it. He gave to the disciples and said, “Take, eat; this is my body.”
26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου·
27 και λαβων το ποτηριον και ευχαριστησασ εδωκεν αυτοισ λεγων πιετε εξ αυτου παντεσ 27 He took the cup, gave thanks, and gave to them, saying, “All of you drink it,
27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
28 τουτο γαρ εστιν το αιμα μου το τησ καινησ διαθηκησ το περι πολλων εκχυνομενον εισ αφεσιν αμαρτιων 28 for this is my blood of the new covenant, which is poured out for many for the remission of sins.
28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29 λεγω δε υμιν οτι ου μη πιω απ αρτι εκ τουτου του γεννηματοσ τησ αμπελου εωσ τησ ημερασ εκεινησ οταν αυτο πινω μεθ υμων καινον εν τη βασιλεια του πατροσ μου 29 But I tell you that I will not drink of this fruit of the vine from now on, until that day when I drink it anew with you in my Father’s Kingdom.”
29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
30 και υμνησαντεσ εξηλθον εισ το οροσ των ελαιων 30 When they had sung a hymn, they went out to the Mount of Olives.
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς·
31 τοτε λεγει αυτοισ ο ιησουσ παντεσ υμεισ σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη γεγραπται γαρ παταξω τον ποιμενα και διασκορπισθησεται τα προβατα τησ ποιμνησ 31 Then Jesus said to them, “All of you will be made to stumble because of me tonight, for it is written, ‘I will strike the shepherd, and the sheep of the flock will be scattered.’
31 πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
32 μετα δε το εγερθηναι με προαξω υμασ εισ την γαλιλαιαν 32 But after I am raised up, I will go before you into Galilee.”
32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33 αποκριθεισ δε ο πετροσ ειπεν αυτω ει παντεσ σκανδαλισθησονται εν σοι εγω δε ουδεποτε σκανδαλισθησομαι 33 But Peter answered him, “Even if all will be made to stumble because of you, I will never be made to stumble.”
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι.
34 εφη αυτω ο ιησουσ αμην λεγω σοι οτι εν ταυτη τη νυκτι πριν αλεκτορα φωνησαι τρισ απαρνηση με 34 Jesus said to him, “Most certainly I tell you that tonight, before the rooster crows, you will deny me three times.”
34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
35 λεγει αυτω ο πετροσ καν δεη με συν σοι αποθανειν ου μη σε απαρνησωμαι ομοιωσ δε και παντεσ οι μαθηται ειπον 35 Peter said to him, “Even if I must die with you, I will not deny you.” All of the disciples also said likewise.
35 λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
36 τοτε ερχεται μετ αυτων ο ιησουσ εισ χωριον λεγομενον γεθσημανη και λεγει τοισ μαθηταισ καθισατε αυτου εωσ ου απελθων προσευξωμαι εκει 36 Then Jesus came with them to a place called Gethsemane, and said to his disciples, “Sit here, while I go there and pray.”
36 Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.
37 και παραλαβων τον πετρον και τουσ δυο υιουσ ζεβεδαιου ηρξατο λυπεισθαι και αδημονειν 37 He took with him Peter and the two sons of Zebedee, and began to be sorrowful and severely troubled.
37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 τοτε λεγει αυτοισ ο ιησουσ περιλυποσ εστιν η ψυχη μου εωσ θανατου μεινατε ωδε και γρηγορειτε μετ εμου 38 Then Jesus said to them, “My soul is exceedingly sorrowful, even to death. Stay here and watch with me.”
38 τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ.
39 και προσελθων μικρον επεσεν επι προσωπον αυτου προσευχομενοσ και λεγων πατερ μου ει δυνατον εστιν παρελθετω απ εμου το ποτηριον τουτο πλην ουχ ωσ εγω θελω αλλ ωσ συ 39 He went forward a little, fell on his face, and prayed, saying, “My Father, if it is possible, let this cup pass away from me; nevertheless, not what I desire, but what you desire.”
39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.
40 και ερχεται προσ τουσ μαθητασ και ευρισκει αυτουσ καθευδοντασ και λεγει τω πετρω ουτωσ ουκ ισχυσατε μιαν ωραν γρηγορησαι μετ εμου 40 He came to the disciples and found them sleeping, and said to Peter, “What, couldn’t you watch with me for one hour?
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ!
41 γρηγορειτε και προσευχεσθε ινα μη εισελθητε εισ πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενησ 41 Watch and pray, that you don’t enter into temptation. The spirit indeed is willing, but the flesh is weak.”
41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
42 παλιν εκ δευτερου απελθων προσηυξατο λεγων πατερ μου ει ου δυναται τουτο το ποτηριον παρελθειν απ εμου εαν μη αυτο πιω γενηθητω το θελημα σου 42 Again, a second time he went away and prayed, saying, “My Father, if this cup can’t pass away from me unless I drink it, your desire be done.”
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾽ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43 και ελθων ευρισκει αυτουσ παλιν καθευδοντασ ησαν γαρ αυτων οι οφθαλμοι βεβαρημενοι 43 He came again and found them sleeping, for their eyes were heavy.
43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 και αφεισ αυτουσ απελθων παλιν προσηυξατο εκ τριτου τον αυτον λογον ειπων 44 He left them again, went away, and prayed a third time, saying the same words.
44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπών·
45 τοτε ερχεται προσ τουσ μαθητασ αυτου και λεγει αυτοισ καθευδετε 2518 V-PAI-2P το λοιπον και αναπαυεσθε 373 V-PMI-2P ιδου ηγγικεν η ωρα και ο υιοσ του ανθρωπου παραδιδοται εισ χειρασ αμαρτωλων 45 Then he came to his disciples and said to them, “Are you still sleeping and resting? Behold, the hour is at hand, and the Son of Man is betrayed into the hands of sinners.
45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 εγειρεσθε αγωμεν ιδου ηγγικεν ο παραδιδουσ με 46 Arise, let’s be going. Behold, he who betrays me is at hand.”
46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
47 και ετι αυτου λαλουντοσ ιδου ιουδασ εισ των δωδεκα ηλθεν και μετ αυτου οχλοσ πολυσ μετα μαχαιρων και ξυλων απο των αρχιερεων και πρεσβυτερων του λαου 47 While he was still speaking, behold, Judas, one of the twelve, came, and with him a great multitude with swords and clubs, from the chief priests and elders of the people.
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 ο δε παραδιδουσ αυτον εδωκεν αυτοισ σημειον λεγων ον αν φιλησω αυτοσ εστιν κρατησατε αυτον 48 Now he who betrayed him had given them a sign, saying, “Whoever I kiss, he is the one. Seize him.”
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
49 και ευθεωσ προσελθων τω ιησου ειπεν χαιρε ραββι και κατεφιλησεν αυτον 49 Immediately he came to Jesus, and said, “Greetings, Rabbi!” and kissed him.
49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
50 ο δε ιησουσ ειπεν αυτω εταιρε εφ ω παρει τοτε προσελθοντεσ επεβαλον τασ χειρασ επι τον ιησουν και εκρατησαν αυτον 50 Jesus said to him, “Friend, why are you here?” Then they came and laid hands on Jesus, and took him.
50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾽ ᾧ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51 και ιδου εισ των μετα ιησου εκτεινασ την χειρα απεσπασεν την μαχαιραν αυτου και παταξασ τον δουλον του αρχιερεωσ αφειλεν αυτου το ωτιον 51 Behold, one of those who were with Jesus stretched out his hand and drew his sword, and struck the servant of the high priest, and cut off his ear.
51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 τοτε λεγει αυτω ο ιησουσ αποστρεψον σου την μαχαιραν εισ τον τοπον αυτησ παντεσ γαρ οι λαβοντεσ μαχαιραν εν μαχαιρα αποθανουνται 52 Then Jesus said to him, “Put your sword back into its place, for all those who take the sword will die by the sword.
52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
53 η δοκεισ οτι ου δυναμαι αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι πλειουσ η δωδεκα λεγεωνασ αγγελων 53 Or do you think that I couldn’t ask my Father, and he would even now send me more than twelve legions of angels?
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
54 πωσ ουν πληρωθωσιν αι γραφαι οτι ουτωσ δει γενεσθαι 54 How then would the Scriptures be fulfilled that it must be so?”
54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι;
55 εν εκεινη τη ωρα ειπεν ο ιησουσ τοισ οχλοισ ωσ επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων συλλαβειν με καθ ημεραν προσ υμασ εκαθεζομην διδασκων εν τω ιερω και ουκ εκρατησατε με 55 In that hour Jesus said to the multitudes, “Have you come out as against a robber with swords and clubs to seize me? I sat daily in the temple teaching, and you didn’t arrest me.
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.
56 τουτο δε ολον γεγονεν ινα πληρωθωσιν αι γραφαι των προφητων τοτε οι μαθηται παντεσ αφεντεσ αυτον εφυγον 56 But all this has happened that the Scriptures of the prophets might be fulfilled.” Then all the disciples left him and fled.
56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 οι δε κρατησαντεσ τον ιησουν απηγαγον προσ καιαφαν τον αρχιερεα οπου οι γραμματεισ και οι πρεσβυτεροι συνηχθησαν 57 Those who had taken Jesus led him away to Caiaphas the high priest, where the scribes and the elders were gathered together.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 ο δε πετροσ ηκολουθει αυτω απο μακροθεν εωσ τησ αυλησ του αρχιερεωσ και εισελθων εσω εκαθητο μετα των υπηρετων ιδειν το τελοσ 58 But Peter followed him from a distance to the court of the high priest, and entered in and sat with the officers, to see the end.
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59 οι δε αρχιερεισ και οι πρεσβυτεροι και το συνεδριον ολον εζητουν ψευδομαρτυριαν κατα του ιησου οπωσ θανατωσωσιν αυτον 59 Now the chief priests, the elders, and the whole council sought false testimony against Jesus, that they might put him to death,
59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,
60 και ουχ ευρον και πολλων ψευδομαρτυρων προσελθοντων ουχ ευρον 60 and they found none. Even though many false witnesses came forward, they found none. But at last two false witnesses came forward
60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
61 υστερον δε προσελθοντεσ δυο ψευδομαρτυρεσ ειπον ουτοσ εφη δυναμαι καταλυσαι τον ναον του θεου και δια τριων ημερων οικοδομησαι αυτον 61 and said, “This man said, ‘I am able to destroy the temple of God, and to build it in three days.’”
61 εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.
62 και αναστασ ο αρχιερευσ ειπεν αυτω ουδεν αποκρινη τι ουτοι σου καταμαρτυρουσιν 62 The high priest stood up and said to him, “Have you no answer? What is this that these testify against you?”
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63 ο δε ιησουσ εσιωπα και αποκριθεισ ο αρχιερευσ ειπεν αυτω εξορκιζω σε κατα του θεου του ζωντοσ ινα ημιν ειπησ ει συ ει ο χριστοσ ο υιοσ του θεου 63 But Jesus stayed silent. The high priest answered him, “I adjure you by the living God that you tell us whether you are the Christ, the Son of God.”
63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ.
64 λεγει αυτω ο ιησουσ συ ειπασ πλην λεγω υμιν απ αρτι οψεσθε τον υιον του ανθρωπου καθημενον εκ δεξιων τησ δυναμεωσ και ερχομενον επι των νεφελων του ουρανου 64 Jesus said to him, “You have said so. Nevertheless, I tell you, after this you will see the Son of Man sitting at the right hand of Power, and coming on the clouds of the sky.”
64 λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 τοτε ο αρχιερευσ διερρηξεν τα ιματια αυτου λεγων οτι εβλασφημησεν τι ετι χρειαν εχομεν μαρτυρων ιδε νυν ηκουσατε την βλασφημιαν αυτου 65 Then the high priest tore his clothing, saying, “He has spoken blasphemy! Why do we need any more witnesses? Behold, now you have heard his blasphemy.
65 τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ·
66 τι υμιν δοκει οι δε αποκριθεντεσ ειπον ενοχοσ θανατου εστιν 66 What do you think?” They answered, “He is worthy of death!”
66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστί.
67 τοτε ενεπτυσαν εισ το προσωπον αυτου και εκολαφισαν αυτον οι δε ερραπισαν 67 Then they spat in his face and beat him with their fists, and some slapped him,
67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν
68 λεγοντεσ προφητευσον ημιν χριστε τισ εστιν ο παισασ σε 68 saying, “Prophesy to us, you Christ! Who hit you?”
68 λέγοντες· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69 ο δε πετροσ εξω εκαθητο εν τη αυλη και προσηλθεν αυτω μια παιδισκη λεγουσα και συ ησθα μετα ιησου του γαλιλαιου 69 Now Peter was sitting outside in the court, and a maid came to him, saying, “You were also with Jesus, the Galilean!”
69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
70 ο δε ηρνησατο εμπροσθεν αυτων παντων λεγων ουκ οιδα τι λεγεισ 70 But he denied it before them all, saying, “I don’t know what you are talking about.”
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
71 εξελθοντα δε αυτον εισ τον πυλωνα ειδεν αυτον αλλη και λεγει αυτοισ εκει και ουτοσ ην μετα ιησου του ναζωραιου 71 When he had gone out onto the porch, someone else saw him and said to those who were there, “This man also was with Jesus of Nazareth.”
71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
72 και παλιν ηρνησατο μεθ ορκου οτι ουκ οιδα τον ανθρωπον 72 Again he denied it with an oath, “I don’t know the man.”
72 καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
73 μετα μικρον δε προσελθοντεσ οι εστωτεσ ειπον τω πετρω αληθωσ και συ εξ αυτων ει και γαρ η λαλια σου δηλον σε ποιει 73 After a little while those who stood by came and said to Peter, “Surely you are also one of them, for your speech makes you known.”
73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
74 τοτε ηρξατο καταθεματιζειν και ομνυειν οτι ουκ οιδα τον ανθρωπον και ευθεωσ αλεκτωρ εφωνησεν 74 Then he began to curse and to swear, “I don’t know the man!” Immediately the rooster crowed.
74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
75 και εμνησθη ο πετροσ του ρηματοσ του ιησου ειρηκοτοσ αυτω οτι πριν αλεκτορα φωνησαι τρισ απαρνηση με και εξελθων εξω εκλαυσεν πικρωσ 75 Peter remembered the word which Jesus had said to him, “Before the rooster crows, you will deny me three times.” Then he went out and wept bitterly.
75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.