1 Esdras · Brenton's Greek Septuagint
1 Esdras 1 Brenton's Greek Septuagint
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 ΚΑΙ ἤγαγεν Ἰωσίας τὸ πάσχα ἐν Ἱερουσαλὴμ τῷ Κυρίῳ αὐτοῦ, καὶ ἔθυσε τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου·
1 Josias held the Passover in Jerusalem to his Lord, and offered the Passover the fourteenth day of the first month,
2 στήσας τοὺς ἱερεῖς κατʼ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ Κυρίου.
2 having set the priests according to their daily courses, being arrayed in their vestments, in the Lord’s temple.
3 Καὶ εἶπε τοῖς Λευίταις ἱεροδούλοις τοῦ Ἰσραὴλ, ἁγιάσαι ἑαυτοὺς τῷ Κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ Κυρίου ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησε Σαλωμὼν ὁ τοῦ Δαυὶδ ὁ βασιλεύς·
3 He spoke to the Levites, the temple servants of Israel, that they should make themselves holy to the Lord, to set the holy ark of the Lord in the house that King Solomon the son of David had built.
4 οὐκ ἔσται ὑμῖν ἆραι ἐπʼ ὤμων αὐτήν· καὶ νῦν λατρεύετε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ἰσραήλ, καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν,
4 He said, “You no longer need to carry it on your shoulders. Now therefore serve the Lord your God, and minister to his people Israel, and prepare yourselves by your fathers’ houses and kindred,
5 κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως Ἰσραὴλ, καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ· καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν, τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραὴλ,
5 according to the writing of King David of Israel, and according to the magnificence of Solomon his son. Stand in the holy place according to the divisions of your Levite families who minister in the presence of your kindred the descendants of Israel.
6 ἐν τάξει θύσατε τὸ πάσχα, καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου τὸ δοθὲν τῷ Μωυσῇ.
6 Offer the Passover in order, prepare the sacrifices for your kindred, and keep the Passover according to the Lord’s commandment, which was given to Moses.
7 Καὶ ἐδωρήσατο Ἰωσίας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατʼ ἐπαγγελίαν τῷ λαῷ, καὶ τοῖς ἱερεῦσι, καὶ Λευίταις.
7 To the people which were present, Josias gave thirty thousand lambs and kids, and three thousand calves. These things were given from the king’s possessions, as he promised, to the people and to the priests and Levites.
8 Καὶ ἔδωκε Χελκίας, καὶ Ζαχαρίας, καὶ Συῆλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους.
8 Helkias, Zacharias, and Esyelus, the rulers of the temple, gave to the priests for the Passover two thousand six hundred sheep, and three hundred calves.
9 Καὶ Ἰεχονὶας, καὶ Σαμαίας, καὶ Ναθαναὴλ ὁ ἀδελφὸς, καὶ Ἀσαβίας, καὶ Ὀχίηλος, καὶ Ἰωρὰμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πάσχα πρόβατα πεντακισχίλια, μόσχους ἑπτακοσίους.
9 Jeconias, Samaias, Nathanael his brother, Sabias, Ochielus, and Joram, captains over thousands, gave to the Levites for the Passover five thousand sheep and seven hundred calves.
10 Καὶ ταῦτα τὰ γενόμενα, εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται,
10 When these things were done, the priests and Levites, having the unleavened bread, stood in proper order according to the kindred,
11 ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ, προσενεγκεῖν τῷ Κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτως τὸ πρωϊνόν.
11 and according to the several divisions by fathers’ houses, before the people, to offer to the Lord as it is written in the book of Moses. They did this in the morning.
12 Καὶ ὤπτησαν τὸ πάσχα πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησι μετʼ εὐωδίας, καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ·
12 They roasted the Passover lamb with fire, as required. They boiled the sacrifices in the brazen vessels and caldrons with a pleasing smell,
13 μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών·
13 and set them before all the people. Afterward they prepared for themselves and for their kindred the priests, the sons of Aaron.
14 οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας· καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.
14 For the priests offered the fat until night. The Levites prepared for themselves and for their kindred the priests, the sons of Aaron.
15 Καὶ οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν, κατὰ τὰ ὑπὸ Δαυὶδ τεταγμένα, καὶ Ἀσὰφ, καὶ Ζαχαρίας, καὶ Ἐδδινοῦς ὁ παρὰ τοῦ βασιλέως.
15 The holy singers also, the sons of Asaph, were in their order, according to the appointment of David: Asaph, Zacharias, and Eddinus, who represented the king.
16 Καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶνος· οὐκ ἔστι παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν· οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς,
16 Moreover the gatekeepers were at every gate. No one needed to depart from his daily duties, for their kindred the Levites prepared for them.
17 καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀχθῆναι τὸ πάσχα,
17 So the things that belonged to the Lord’s sacrifices were accomplished in that day, in holding the Passover,
18 καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ Κυρίου θυσιαστήριον, κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως Ἰωσίου.
18 and offering sacrifices on the altar of the Lord, according to the commandment of King Josias.
19 Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά.
19 So the children of Israel which were present at that time held the Passover and the feast of unleavened bread seven days.
20 Καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτον ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου.
20 Such a Passover had not been held in Israel since the time of the prophet Samuel.
21 Καὶ πάντες οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον, οἷον ἤγαγεν Ἰωσίας, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ Ἰουδαῖοι, καὶ πᾶς Ἰσραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ἱερουσαλήμ.
21 Indeed, none of the kings of Israel held such a Passover as Josias with the priests, the Levites, and the Jews, held with all Israel that were present in their dwelling place at Jerusalem.
22 Ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰωσίου ἤχθη τὸ πάσχα τοῦτο.
22 This Passover was held in the eighteenth year of the reign of Josias.
23 Καὶ ὠρθώθη τὰ ἔργα Ἰωσίου ἐνώπιον τοῦ Κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.
23 The works of Josias were upright before his Lord with a heart full of godliness.
24 Καὶ τὰ κατʼ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν Κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν, ἔστι, καὶ οἱ λόγοι τοῦ Κυρίου ἀνέστησαν ἐπὶ Ἰσραήλ.
24 Moreover the things that came to pass in his days have been written in times past, concerning those who sinned and did wickedly against the Lord more than any other people or kingdom, and how they grieved him exceedingly, so that the Lord’s words were confirmed against Israel.
25 Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ἰωσίου, συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμὺς ἐπὶ τοῦ Εὐφράτου· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ἰωσίας.
25 Now after all these acts of Josias, it came to pass that Pharaoh the king of Egypt came to make war at Carchemish on the Euphrates; and Josias went out against him.
26 Καὶ διεπέμψατο πρὸς αὐτὸν βασιλεὺς Αἰγύπτου, λέγων, τί ἐμοὶ καὶ σοί ἐστι, βασιλεῦ τῆς Ἰουδαίας;
26 But the king of Egypt sent to him, saying, “What do I have to do with you, O king of Judea?
27 Οὐχί πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ Θεοῦ· ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μου ἐστί· καὶ νῦν Κύριος μετʼ ἑμοῦ ἐστι, καὶ Κύριος μετʼ ἐνοῦ ἑπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ.
27 I wasn’t sent out from the Lord God against you, for my war is against the Euphrates. Now the Lord is with me, yes, the Lord is with me hastening me forward. Depart from me, and don’t be against the Lord.”
28 Καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσίας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπεχείρει, οὐ προσέχων ῥήμασιν Ἰερεμίου προφήτου ἐκ στόματος Κυρίου.
28 However, Josias didn’t turn back to his chariot, but tried to fight with him, not regarding the words of the prophet Jeremy from the Lord’s mouth,
29 Ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδώ· καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ἰωσίαν.
29 but joined battle with him in the plain of Megiddo, and the commanders came down against King Josias.
30 Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν ἑαυτοῦ, ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν· καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως.
30 Then the king said to his servants, “Carry me away out of the battle, for I am very weak!” Immediately his servants carried him away out of the army.
31 Καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ, καὶ ἀποκατασταθεὶς, εἰς Ἰερουσαλὴμ, μετήλλαξε τὸν βίον αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ.
31 Then he got into his second chariot. After he was brought back to Jerusalem he died, and was buried in the tomb of his ancestors.
32 Καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ ἐπένθησαν τὸν Ἰωσίαν, καὶ ἐθρήνησεν Ἱερεμίας ὁ προφήτης ὑπὲρ Ἰωσίον, ὑαι οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γίνεσθαι ἀεὶ εἰς ἅπαν τὸ γένος Ἰσραήλ.
32 All Judea mourned for Josias. Jeremy the prophet lamented for Josias, and the chief men with the women made lamentation for him to this day. This was given out for an ordinance to be done continually in all the nation of Israel.
33 Ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ἰουδαίας, καὶ τὸ καθʼ ἓν πραχθὲν τῆς πράξεως Ἰωσίου, καὶ τῆς δόξης αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου· τά τε προπραχθέντα ὑπʼ αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.
33 These things are written in the book of the histories of the kings of Judea, and every one of the acts that Josias did, and his glory, and his understanding in the law of the Lord, and the things that he had done before, and the things now told, are reported in the book of the kings of Israel and Judah.
34 Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσίου, ἀνέδειξαν βασιλέα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, ὄντα ἐτῶν εἴκοσι τριῶν.
34 The people took Joachaz the son of Josias, and made him king instead of Josias his father, when he was twenty-three years old.
35 Καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ καὶ Ἱερουσαλὴμ μῆνας τρεῖς· καὶ ἀπέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλὴμ,
35 He reigned in Judah and Jerusalem for three months. Then the king of Egypt deposed him from reigning in Jerusalem.
36 καὶ ἐζημίωσε τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί.
36 He set a tax upon the people of one hundred talents of silver and one talent of gold.
37 Καὶ ἀνέδειξε βασιλεὺς Αἰγύπτου βασιλέα Ἰωακὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ.
37 The king of Egypt also made King Joakim his brother king of Judea and Jerusalem.
38 Καὶ ἔδησεν Ἰωακὶμ τοὺς μεγιστᾶνας, Ζαράκην δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου.
38 And Joakim imprisoned the nobles and apprehended his brother Zarakes, and brought him up out of Egypt.
39 Ἐτῶν δὲ ἦν εἰκοσιπέντε Ἰωακὶμ ὅτε ἐβασίλευσε τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.
39 Joakim was twenty-five years old when he began to reign in Judea and Jerusalem. He did that which was evil in the sight of the Lord.
40 Μετʼ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν ἐν χαλκείῳ δεσμῷ, καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα.
40 King Nabuchodonosor of Babylon came up against him, bound him with a chain of brass, and carried him to Babylon.
41 Καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ Κυρίου λαβὼν Ναβουχοδονόσορ καὶ ἀπενέγκας, ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.
41 Nabuchodonosor also took some of the Lord’s holy vessels, carried them away, and stored them in his own temple at Babylon.
42 Τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ, καὶ τῆς ἀκαθαρσίας αὐτοῦ καὶ δυσσεβείας, ἀναγέγραπται ἐν τῇ βιβλῳ τῶν χρόνων τῶν βασιλέων.
42 But those things that are reported of him, and of his uncleanness and impiety, are written in the chronicles of the kings.
43 Καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωακὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ.
43 Then Joakim his son reigned in his place. When he was made king, he was eighteen years old.
44 Βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ἱερουσαλὴμ, καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι Κυρίου.
44 He reigned three months and ten days in Jerusalem. He did that which was evil before the Lord.
45 Καὶ μετʼ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονόσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα, ἅμα τοῖς ἱεροῖς σκεύεσι τοῦ Κυρίου,
45 So after a year Nabuchodonosor sent and caused him to be brought to Babylon with the holy vessels of the Lord,
46 καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ, ὄντα ἐτῶν εἴκοσι ἑνός· βασιλεύει δὲ ἔτη ἕνδεκα,
46 and made Sedekias king of Judea and Jerusalem when he was twenty-one years old. He reigned eleven years.
47 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ῥηθέντων λόγων ὑπὸ Ἱερεμίου τοῦ προφήτου ἐκ στόματος τοῦ Κυρίου.
47 He also did that which was evil in the sight of the Lord, and didn’t heed the words that were spoken by Jeremy the prophet from the Lord’s mouth.
48 Καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονόσορ τῷ ὀνόματι Κυρίου, ἐπιορκήσας ἀπέστη· καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ, παρέβη τὰ νόμιμα Κυρίου Θεοῦ Ἰσραήλ.
48 After King Nabuchodonosor had made him to swear by the name of the Lord, he broke his oath and rebelled. Hardening his neck and his heart, he transgressed the laws of the Lord, the God of Israel.
49 Καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν, καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ Κυρίον τὸ ἁγιαζόμενον ἐν Ἱερουσαλήμ.
49 Moreover the governors of the people and of the priests did many things wickedly, exceeding all the defilements of all nations, and defiled the temple of the Lord, which was sanctified in Jerusalem.
50 Καὶ ἀπέστειλεν ὁ Θεὸζ τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτοὺς, καθότι ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ.
50 The God of their ancestors sent by his messenger to call them back, because he had compassion on them and on his dwelling place.
51 Αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ·
51 But they mocked his messengers. In the day when the Lord spoke, they scoffed at his prophets
52 καὶ ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος, ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ, ἕως οὗ θυμῶντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα, προστάξαι ἀναβιβάσαι ἐπʼ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων.
52 until he, being angry with his people for their great ungodliness, commanded to bring up the kings of the Chaldeans against them.
53 Οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαία, περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ· καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου, καὶ πρεσβύτου καὶ νεωτέρου, ἀλλὰ πάντας παρέδωκαν εἰς τὰς χεῖρας αὐτῶν.
53 They killed their young men with the sword around their holy temple, and spared neither young man or young woman, old man or child; but he delivered all of them into their hands.
54 Καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ μεγάλα καὶ τὰ μικρά, καὶ τὰς κιβωτοὺς τοῦ Κυρίου, καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα.
54 They took all the holy vessels of the Lord, both great and small, with the treasure chests of the Lord’s ark and the king’s treasures, and carried them away to Babylon.
55 Καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ Κυρίου, καὶ ἔλυσαν τὰ τείχη Ἱερουσαλὴμ, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρί,
55 They burned the Lord’s house, broke down Jerusalem’s walls, and burned its towers with fire.
56 καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρειῶσαι, καὶ τοὺς ἐπιλοίπους ἀπήγαγε μετὰ ῥομφαίας εἰς Βαβυλῶνα.
56 As for her glorious things, they didn’t stop until they had brought them all to nothing. He carried the people who weren’t slain with the sword to Babylon.
57 Καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ, μέχρις οὗ βασιλεῦσαι Πέρσας, εἰς ἀναπλήρωσιν ῥήματος τοῦ Κυρίου ἐν στόματι Ἱερεμίου·
57 They were servants to him and to his children until the Persians reigned, to fulfill the word of the Lord by the mouth of Jeremy:
58 ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.
58 “Until the land has enjoyed its Sabbaths, the whole time of her desolation shall she keep Sabbath, to fulfill seventy years.