Skip to the text

1 Esdras · Brenton's Greek Septuagint

1 Esdras 6 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)
LXX Brenton's Greek Septuagint
WEB World English Bible (Classic, with Deuterocanon)
1 Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας, ἐπροφήτευσεν Ἀγγαῖος καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδὼ οἱ προφῆται ἐπὶ τοὺς τοὺς Ἰουδαίους τοὺς ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ, ἐπὶ τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς.
1 Now in the second year of the reign of Darius, Aggaeus and Zacharius the son of Addo, the prophets, prophesied to the Jews in Judea and Jerusalem in the name of the Lord, the God of Israel.
2 Τότε στὰς Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, ἥρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ Κυρίου, τὸν ἐν Ἱερουσαλὴμ, συνόντων τῶν προφητῶν τοῦ Κυρίου, βοηθούντων αὐτοῖς.
2 Then Zorobabel the son of Salathiel and Jesus the son of Josedek stood up and began to build the house of the Lord at Jerusalem, the prophets of the Lord being with them and helping them.
3 Ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι,
3 At the same time Sisinnes the governor of Syria and Phoenicia came to them, with Sathrabuzanes and his companions, and said to them,
4 καὶ εἶπαν αὐτοῖς, τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε, καὶ τὴν στέγην ταύτην καὶ τὰ ἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες;
4 “By whose authority do you build this house and this roof, and perform all the other things? Who are the builders who do these things?”
5 Καὶ ἔσχοσαν χάριν, ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν, παρὰ τοῦ Κυρίου οἱ πρεσβύτεροι τῶν Ἰουδαίων,
5 Nevertheless, the elders of the Jews obtained favor, because the Lord had visited the captives;
6 καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς, μέχρις οὗ ἀποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν, καὶ προσφωνηθῆναι.
6 and they were not hindered from building until such time as communication was made to Darius concerning them, and his answer received.
7 ἈΝΤΙΓΡΑΦΟΝ ἘΠΙΣΤΟΛΗΣ ἯΣ ἜΓΡΑΨΕΔΑΡΕΙΩ, ΚΑΙ ἈΠΕΣΤΕΙΛΑΝ. Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης, καὶ οἱ συνεταῖροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες, βασιλεῖ Δαρείῳ χαίρειν.
7 A copy of the letter which Sisinnes, governor of Syria and Phoenicia, and Sathrabuzanes, with their companions, the rulers in Syria and Phoenicia, wrote and sent to Darius:
8 Πάντα γνωστὰ ἔστω τῶ κυρίῳ ἡμῶν τῷ βασιλεῖ, ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ἰουδαίας, καὶ ἐλθόντες εἰς Ἱερουσαλὴμ τὴν πόλιν, κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων ἐν Ἱερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ Κυρίῳ μέγαν,
8 “To King Darius, greetings. Let it be fully known to our lord the king, that having come into the country of Judea, and entered into the city of Jerusalem, we found in the city of Jerusalem the elders of the Jews that were of the captivity
9 καινὸν διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς τοίχοις,
9 building a great new house for the Lord of hewn and costly stones, with timber laid in the walls.
10 καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα, καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν πάσῃ δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενον.
10 Those works are being done with great speed. The work goes on prosperously in their hands, and it is being accomplished with all glory and diligence.
11 Τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων, λέγοντες, τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον, καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε;
11 Then we asked these elders, saying, ‘By whose authority are you building this house and laying the foundations of these works?’
12 Ἐπηρωτήσαμεν οὖν αὐτοὺς, εἵνεκεν τοῦ γνωρίσαι σοι, καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους, καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων.
12 Therefore, to the intent that we might give knowledge to you by writing who the leaders were, we questioned them, and we required of them the names in writing of their principal men.
13 Οἱ δὲ ἀπεκρίθησαν ἡμῖν, λέγοντες, ἐσμὲν παῖδες τοῦ Κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν·
13 So they gave us this answer, ‘We are the servants of the Lord who made heaven and earth.
14 καὶ ᾠκοδόμητο οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ἰσραὴλ μεγάλου καὶ ἰσχυροῦ, καὶ ἐπετελέσθη.
14 As for this house, it was built many years ago by a great and strong king of Israel, and was finished.
15 Καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν Κύριον τοῦ Ἰσραὴλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων.
15 But when our fathers sinned against the Lord of Israel who is in heaven, and provoked him to wrath, he gave them over into the hands of King Nabuchodonosor of Babylon, king of the Chaldeans.
16 Τόν τε οἶκον καθελόντες ἐνεπύρισαν, καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα.
16 They pulled down the house, burned it, and carried away the people captive to Babylon.
17 Ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας, ἔγραψεν ὁ βασιλεὺς Κύρος τὸν οἶκον τοῦτον οἰκοδομῆσαι·
17 But in the first year that Cyrus reigned over the country of Babylon, King Cyrus wrote that this house should be rebuilt.
18 Καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ αὐτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλωνίᾳ, καὶ παρεδόθη Σαβανασσάρῳ Ζοροβάβελ τῷ ἐπάρχῳ,
18 The holy vessels of gold and of silver that Nabuchodonosor had carried away out of the house at Jerusalem and had set up in his own temple, those King Cyrus brought out of the temple in Babylonia, and they were delivered to Zorobabel and to Sanabassarus the governor,
19 καὶ ἐπετάγη αὐτῷ, καὶ ἀπήνεγκε πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ἱερουσαλὴμ, καὶ τὸν ναὸν τοῦ Κυρίου οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου.
19 with commandment that he should carry away all these vessels, and put them in the temple at Jerusalem, and that the Lord’s temple should be built on its site.
20 Τότε ὁ Σαβανάσσαρος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου Κυρίου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπʼ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβε συντέλειαν.
20 Then Sanabassarus, having come here, laid the foundations of the Lord’s house which is in Jerusalem. From that time to this we are still building. It is not yet fully completed.’
21 Νῦν οὖν εἰ κρίνεται, βασιλεῦ, ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ Κύρου,
21 Now therefore, if it seems good, O king, let a search be made among the royal archives of our lord the king that are in Babylon.
22 καὶ ἐὰν εὑρίσκητε; μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου Κυρίου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τοῦτων.
22 If it is found that the building of the house of the Lord which is in Jerusalem has been done with the consent of King Cyrus, and it seems good to our lord the king, let him send us directions concerning these things.”
23 Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι· καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόπος εἷς, ἐν ῷ ὑπομνημάτιστο τάδε.
23 Then King Darius commanded that a search be made among the archives that were laid up at Babylon. So at Ekbatana the palace, which is in the country of Media, a scroll was found where these things were recorded:
24 Ἔτους πρώτου βασιλεύοντος Κύρου, βασιλεὺς Κύρος προσέταξε τὸν οἶκον τοῦ Κυρίου τὸν ἐν Ἱερουσαλὴμ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσι διὰ πυρὸς ἐνδελεχοῦς, οὗ τὸ ὕψος πηχῶν ἑξήκοντα,
24 “In the first year of the reign of Cyrus, King Cyrus commanded to build up the house of the Lord which is in Jerusalem, where they sacrifice with continual fire.
25 πλάτος πηχῶν ἑξήκοντα διὰ δόμων λιθίνων ξυστῶν τριῶν, καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνὸς, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως.
25 Its height shall be sixty cubits, and the breadth sixty cubits, with three rows of hewn stones, and one row of new wood from that country. Its expenses are to be given out of the house of King Cyrus.
26 Καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου Κυρίου τά τε χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ἱερουσαλὴμ, οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ.
26 The holy vessels of the house of the Lord, both gold and silver, that Nabuchodonosor took out of the house at Jerusalem and carried away to Babylon, should be restored to the house at Jerusalem, and be set in the place where they were before.”
27 Προσέταξε δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνῃ, καὶ τοῖς συνεταίροις, καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα Κυρίου Ζοροβάβελ, ἔπαρχον δὲ τῆς Ἰουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων, τὸν οἶκον τοῦ Κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.
27 Also he commanded that Sisinnes the governor of Syria and Phoenicia, and Sathrabuzanes, and their companions, and those who were appointed rulers in Syria and Phoenicia, should be careful not to meddle with the place, but allow Zorobabel, the servant of the Lord, and governor of Judea, and the elders of the Jews, to build that house of the Lord in its place.
28 Καὶ ἐγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι, καὶ ἀτενίσαι ἵνα συμποιῶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ Κυρίου·
28 “I also command to have it built up whole again; and that they look diligently to help those who are of the captivity of Judea, until the house of the Lord is finished,
29 καὶ ἀπὸ τῆς φορολογίας κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίαν τῷ Κυρίῳ, Ζοροβάβελ ἐπάρεχῳ εἰς ταύρους, καὶ κριοὺς, καὶ ἄρνας,
29 and that out of the tribute of Coelesyria and Phoenicia a portion shall be carefully given to these men for the sacrifices of the Lord, that is, to Zorobabel the governor for bulls, rams, and lambs,
30 ὁμοίως δὲ καὶ πυρὸν, καὶ ἅλα, καὶ οἶνον, καὶ ἔλαιον ἐνδελεχῶς κατʼ ἐνιαυτὸν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ἱερουσαλὴμ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθʼ ἡμέραν, ἀναμφισβητήτως,
30 and also corn, salt, wine and oil, and that continually every year without further question, according as the priests who are in Jerusalem may direct to be daily spent,
31 ὅπως προσφέρωνται σπονδαὶ τῷ Θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων, καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς·
31 that drink offerings may be made to the Most High God for the king and for his children, and that they may pray for their lives.”
32 καὶ προστάξαι ἵνα ὅσοι ἐὰν παραβῶσί τὶ τῶν γεγραμμένων καὶ ἀκυρώσωσι, ληφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ, καὶ ἐπʼ αὐτοῦ κρεμασθῆναι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά.
32 He commanded that whoever should transgress, yes, or neglect anything written here, a beam shall be taken out of his own house, and he shall be hanged on it, and all his goods seized for the king.
33 Διὰ ταῦτα καὶ ὁ Κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον Κυρίου ἐκεῖνον τὸν ἐν Ἱερουσαλήμ.
33 “Therefore may the Lord, whose name is called upon there, utterly destroy every king and nation that stretches out his hand to hinder or damage that house of the Lord in Jerusalem.
34 Ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίνεσθαι.
34 I, King Darius have ordained that these things be done with diligence.”