1 ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐν γραπτῷ, λέγων, 2 Οὕτως εἶπε Κύρος βασιλεὺς Περσῶν, πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπʼ ἐμὲ τοῦ οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ. 3 Τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον Θεοῦ Ἰσραὴλ· αὐτὸς ὁ Θεὸς ὁ ἐν Ἱερουσαλήμ. 4 Καὶ πᾶς ὁ καταλιπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἀποσκευῇ, καὶ κτήνεσι μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ. 5 Καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῶν Ἰούδα καὶ Βενιαμεὶν, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, πάντων ὧν ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ. 6 Καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ, καὶ ἐν κτήνεσι, καὶ ἐν ξενίοις, πάρεξ τῶν ἑκουσίων. 7 Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβε Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ· 8 Καὶ ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου γασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασὰρ τῷ ἄρχοντι τοῦ Ἰούδα. 9 Καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα, καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι, κεφουρῆς χρυσοῖ τριάκοντα, καὶ ἀργυροῖ διπλοῖ τετρακόσια δέκα, 10 καὶ σκεύη ἕτερα χίλια. 11 Πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασὰρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ.
Ezra · Brenton's Greek Septuagint
Ezra 1 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Cyrus
King of Persia whose spirit the LORD stirred in his first year to proclaim that God had appointed him to build a house for Him at Jerusalem and that God's people may go up.
Cited in the guide: 2 Chronicles 36:22; 2 Chronicles 36:23; Ezra 1:1
Mithredath
Cyrus’s treasurer who brought out the temple articles and counted them out to Sheshbazzar.
Cited in the guide: Ezra 1:8
Sheshbazzar
Prince of Judah to whom Cyrus gave the temple articles; he carried them to Jerusalem, was appointed governor, and is said to have laid the foundation of the house of God.
Cited in the guide: Ezra 1:8; Ezra 1:11; Ezra 5:14
Cross references (10)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Jeremiah 29:10; 2 Chronicles 36:22–23; Jeremiah 25:12–14; Ezra 6:22; Ezra 7:27
- 2 Isaiah 45:12–13; Isaiah 44:26–45:1; Daniel 5:23; Daniel 5:19–21; Daniel 4:32
- 3 Daniel 6:26; Jeremiah 10:10; Isaiah 45:5; Acts 10:36; Joshua 1:9
- 4 1 Chronicles 29:3; Galatians 6:2; 1 Chronicles 29:9; 3 John 6–8; Ezra 2:68–70
- 5 Ezra 1:1; 2 Chronicles 36:22; Philippians 2:13; James 1:16–17; Nehemiah 2:12
- 6 2 Corinthians 9:7; Ezra 1:4; Psalm 110:3; Ezra 8:25–28; Ezra 7:15–16
- 7 2 Chronicles 36:7; Ezra 5:14; Ezra 6:5; 2 Kings 24:13; 2 Chronicles 36:10
- 8 Ezra 5:14; Haggai 1:1; Zechariah 4:6–10; Ezra 5:16; Ezra 1:11
- 9 1 Kings 7:50; 2 Chronicles 4:11; Numbers 7:13; Matthew 10:29–31; Matthew 14:8
- 11 Matthew 1:11–12; Romans 9:23; 2 Timothy 2:19–21
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences