Skip to the text

John · Nestle Greek New Testament (1904)

John 6 Nestle Greek New Testament (1904)

Leer en español
About Nestle 1904
  • Scholarly edition
  • NT: Critical text
  • New Testament only
  • Original language
  • 1904
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)

1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. 2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. 3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. 4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. 5 ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; 6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 7 ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος βραχύ τι λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου 9 Ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; 10 εἶπεν ὁ Ἰησοῦς Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. 11 ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. 14 Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. 15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. 16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο. 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20 ὁ δὲ λέγει αὐτοῖς Ἐγώ εἰμι, μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. 22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 ἀλλὰ ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου. 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν. 25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ Ῥαββεί, πότε ὧδε γέγονας; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. 28 εἶπον οὖν πρὸς αὐτόν Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; 29 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Τοῦτό ἐστιν τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30 εἶπον οὖν αὐτῷ Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· 33 ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34 εἶπον οὖν πρὸς αὐτόν Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. 35 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε. 36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 Πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Μὴ γογγύζετε μετ’ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ· πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ. 46 οὐχ ὅτι τὸν Πατέρα ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακεν τὸν Πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. 49 οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. 52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα. 59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ. 60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65 καὶ ἔλεγεν Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός. 66 Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Ἅγιος τοῦ Θεοῦ. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Simon

    Father of Judas Iscariot

    Named in John 6:71, 13:2 and 13:26 as the father of Judas Iscariot.

    Cited in the guide: John 6:71; John 13:2; John 13:26

Cross references (70)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Mark 6:31–44; John 6:23; Luke 5:1; Matthew 4:18; Numbers 34:11
  2. 2 Matthew 4:24–25; Matthew 12:15; Matthew 15:30–31; Matthew 14:14; Mark 6:33
  3. 3 John 6:15; Luke 9:28; Matthew 14:23; Luke 6:12–13; Matthew 15:29
  4. 4 John 2:13; John 11:55; Exodus 12:6–14; John 5:1; Deuteronomy 16:1
  5. 5 Luke 9:12–13; Matthew 15:33; John 4:35; John 1:43; Matthew 14:14–15
  6. 6 Genesis 22:1; Deuteronomy 13:3; 2 Chronicles 32:31; Deuteronomy 8:16; Deuteronomy 33:8
  7. 7 Mark 6:37; Numbers 11:21–22; John 12:5; 2 Kings 4:43; Matthew 18:28
  8. 8 John 1:40–44; Matthew 4:18
  9. 9 2 Kings 4:42–44; Matthew 14:17; Mark 6:38; Luke 9:13; Psalm 78:19
  10. 10 Luke 9:14–16; Matthew 14:18–19; Mark 8:6–7; Matthew 15:35–36; Mark 6:39–41
  11. 11 1 Thessalonians 5:18; John 6:23; Luke 24:30; Romans 14:6; Matthew 15:36
  12. 12 Luke 1:53; Mark 6:42–44; Nehemiah 9:25; Luke 9:17; Nehemiah 8:10
  13. 13 Proverbs 11:24–25; 1 Kings 7:15–16; 2 Kings 4:2–7; 2 Corinthians 9:8–9; 2 Chronicles 25:9
  14. 14 Deuteronomy 18:15–18; Acts 7:37; Matthew 21:11; Matthew 11:3; John 1:21
  15. 15 John 18:36; John 7:3–4; Luke 19:38; John 6:15–21; Mark 11:9
  16. 17 Mark 6:45; John 6:24–25; John 2:12; John 4:46
  17. 18 Psalm 135:7; Psalm 107:25; Matthew 14:24
  18. 19 Mark 6:47–49; Matthew 14:25–26; Psalm 93:4; John 14:18; Job 9:8
  19. 20 Matthew 14:27–31; Isaiah 43:1–2; Isaiah 44:8; Isaiah 41:10; Revelation 1:17–18
  20. 21 Mark 6:51; Matthew 14:32–33; Revelation 3:20; Psalm 24:7–10; Song of Songs 3:4
  21. 22 Mark 6:45; Matthew 14:22; John 6:2; John 6:15–21
  22. 23 John 6:1; John 6:11–12
  23. 24 John 6:17; Luke 8:40; Mark 1:37; Mark 6:53; Matthew 14:34
  24. 25 Matthew 23:7; John 1:38–39
  25. 26 Philippians 3:19; Philippians 2:21; James 4:3–4; Acts 8:18–21; 1 Timothy 6:5
  26. 27 Colossians 3:2; Isaiah 55:2; John 6:54; 2 Timothy 2:19; Matthew 6:19
  27. 28 Acts 16:30; Acts 9:6; Luke 10:25; Matthew 19:16; Deuteronomy 5:27
  28. 29 1 John 3:23; Acts 16:31; John 3:36; Hebrews 5:9; 1 John 5:1
  29. 30 John 12:37; John 6:36; John 10:38; 1 Corinthians 1:22; Mark 15:32
  30. 31 Nehemiah 9:15; Psalm 105:40; Psalm 78:24–25; Exodus 16:4–15; Exodus 16:35
  31. 32 John 15:1; John 6:58; Exodus 16:4; John 1:9; John 6:55
  32. 33 John 8:42; John 17:8; John 3:13; John 6:50; 1 John 1:1–2
  33. 34 John 4:15; John 6:26; Psalm 4:6
  34. 35 John 6:48–58; Isaiah 55:1–3; John 6:41; Revelation 22:17; Isaiah 49:10
  35. 36 1 Peter 1:8–9; John 12:37; John 6:26; Luke 16:31; John 6:64
  36. 37 Matthew 11:28; John 6:39; John 17:24; John 10:28–29; John 17:2
  37. 38 John 5:30; John 4:34; John 3:31; Philippians 2:7–8; Psalm 40:7–8
  38. 39 John 17:12; John 6:40; John 18:9; John 10:27–30; John 6:44
  39. 40 John 5:24; Romans 6:23; John 6:54; John 11:25; John 3:15–18
  40. 41 John 6:51–52; John 6:48; John 6:33; John 6:60; John 6:66
  41. 42 Luke 4:22; Mark 6:3; Matthew 13:55–56; 1 Corinthians 15:47; John 7:27–28
  42. 43 Hebrews 4:13; John 6:64; John 16:19; Mark 9:33; Matthew 16:8
  43. 44 John 6:65; Matthew 11:25–27; John 6:39–40; Ephesians 2:4–10; John 12:32
  44. 45 Isaiah 54:13; Jeremiah 31:33–34; Hebrews 10:16; Hebrews 8:10–11; 1 Thessalonians 4:9
  45. 46 John 1:18; John 7:29; Luke 10:22; Matthew 11:27; 1 John 4:12
  46. 47 John 3:36; Colossians 3:3–4; Romans 5:9–10; John 3:16; John 5:24
  47. 48 John 6:51; 1 Corinthians 11:24–25; 1 Corinthians 10:16–17; John 6:41; John 6:33–35
  48. 49 Jude 5; Hebrews 3:17–19; 1 Corinthians 10:3–5; John 6:31; Numbers 26:65
  49. 50 John 6:33; Romans 8:10; John 6:51; John 6:58; John 8:51
  50. 51 Luke 22:19; John 6:33; Titus 2:14; Hebrews 10:5–12; John 3:13
  51. 52 John 9:16; John 10:19; John 6:41; 1 Corinthians 2:14; Acts 17:32
  52. 53 1 John 5:12; Matthew 26:26–28; John 6:55; John 6:47; John 15:4
  53. 54 John 6:39–40; Philippians 3:7–10; Galatians 2:20; John 6:27; Proverbs 9:4–6
  54. 55 John 6:32; John 8:36; John 8:31; John 15:1; John 1:9
  55. 56 1 John 3:24; John 15:4–5; Revelation 3:20; John 14:20; Psalm 91:9
  56. 57 Galatians 2:20; John 5:26; John 17:21; Colossians 3:3–4; John 3:17
  57. 58 John 3:36; John 6:47–51; John 6:31–34; John 6:41
  58. 59 John 6:24; Proverbs 1:20–23; Proverbs 8:1–3; Luke 4:31; Psalm 40:9–10
  59. 60 John 6:66; John 8:43; John 8:31; Matthew 11:6; John 6:41–42
  60. 61 John 6:64; John 2:24–25; Revelation 2:23; Hebrews 4:13; Matthew 11:6
  61. 62 John 3:13; Mark 16:19; Ephesians 4:8–10; Luke 24:51; John 16:28
  62. 63 Galatians 5:25; Hebrews 4:12; Psalm 119:93; John 6:68; Psalm 119:130
  63. 64 2 Timothy 2:19; John 10:26; Hebrews 4:13; Romans 8:29; John 13:10–11
  64. 65 John 6:44–45; John 6:37; John 3:27; John 10:26–27; Ephesians 2:8–9
  65. 66 Luke 9:62; 1 John 2:19; John 6:60; Hebrews 10:38; John 8:31
  66. 67 John 6:70; Luke 14:25–33; Ruth 1:11–18; Joshua 24:15–22; 2 Samuel 15:19–20
  67. 68 Psalm 73:25; John 5:24; 1 John 5:11–13; Acts 4:12; John 6:63
  68. 69 Luke 9:20; John 11:27; Mark 8:29; 1 John 5:1; 1 John 5:20
  69. 70 John 13:27; John 13:2; John 6:64; John 17:12; John 13:18
  70. 71 Matthew 26:14–16; Jude 4; Acts 1:16–20; Psalm 41:9; Psalm 55:13–14

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 6:9 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXX)

    It was a great miracle that was wrought, dearly beloved, for five thousand men to be filled with five loaves and two fishes, and the remnants of the fragments to fill twelve baskets. A great miracle: but we shall not wonder much at what was done, if we give heed to Him That did it.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 6:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter VI — 1-14)

    The miracles performed by our Lord Jesus Christ are indeed divine works, and incite the human mind to rise to the apprehension of God from the things that are seen.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Commentary 6:1 John Chrysostom, Homilies on the Gospel of John (Homily XLII)

    Beloved, let us not contend with violent men, but learn when the doing so brings no hurt to our virtue to give place to their evil counsels; for so all their hardihood is checked.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Quotes verse 6:1 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    Again, withdrawing from thence to the other side of the sea of Tiberias, He there seeing a great crowd had followed Him, fed all that multitude with five loaves of bread, and twelve baskets of fragments remained over and above.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 6:60–64 Augustine of Hippo, The City of God (Book X, Chapters 24–25)

    … speaking mystically of eating His flesh, when those who did not understand Him were offended and went away, saying, "This is an hard saying, who can hear it?" He answered to the rest who remained, "It is the Spirit that quickeneth; the flesh profiteth nothing." The Principle, therefore, having assumed a human soul and flesh, cleanses the soul and flesh …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)