Skip to the text

2 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

2 Corinthians 5 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 οιδαμεν γαρ οτι εαν η επιγειος ημων οικια του σκηνους καταλυθη, οικοδομην εκ θεου εχομεν, οικιαν αχειροποιητον αιωνιον εν τοις ουρανοις.
1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.
2 και γαρ εν τουτω στεναζομεν, το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντες,
2 καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες,
3 ει γε και ενδυσαμενοι ου γυμνοι ευρεθησομεθα.
3 εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα.
4 και γαρ οι οντες εν τω σκηνει στεναζομεν, βαρουμενοι εφ ω ου θελομεν εκδυσασθαι, αλλ επενδυσασθαι, ινα καταποθη το θνητον υπο της ζωης.
4 καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν, βαρούμενοι ἐφ᾽ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
5 ο δε κατεργασαμενος ημας εις αυτο τουτο θεος, ο και δους ημιν τον αρραβωνα του πνευματος.
5 ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος.
6 θαρρουντες ουν παντοτε και ειδοτες οτι ενδημουντες εν τω σωματι εκδημουμεν απο του κυριου·
6 Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου·
7 δια πιστεως γαρ περιπατουμεν, ου δια ειδους·—
7 διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· —
8 θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματος και ενδημησαι προς τον κυριον.
8 θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.
9 διο και φιλοτιμουμεθα, ειτε ενδημουντες ειτε εκδημουντες, ευαρεστοι αυτω ειναι.
9 διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
10 τους γαρ παντας ημας φανερωθηναι δει εμπροσθεν του βηματος του χριστου, ινα κομισηται εκαστος τα δια του σωματος προς α επραξεν, ειτε αγαθον ειτε κακον.
10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.
11 ειδοτες ουν τον φοβον του κυριου ανθρωπους πειθομεν, θεω δε πεφανερωμεθα, ελπιζω δε και εν ταις συνειδησεσιν υμων πεφανερωσθαι.
11 Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα, ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
12 ου γαρ παλιν εαυτους συνιστανομεν υμιν, αλλα αφορμην διδοντες υμιν καυχηματος υπερ ημων, ινα εχητε προς τους εν προσωπω καυχωμενους και ου καρδια.
12 οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ.
13 ειτε γαρ εξεστημεν, θεω, ειτε σωφρονουμεν, υμιν.
13 εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν.
14 η γαρ αγαπη του χριστου συνεχει ημας, κριναντας τουτο, οτι [ει] εις υπερ παντων απεθανεν, αρα οι παντες απεθανον·
14 ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς,
15 και υπερ παντων απεθανεν, ινα οι ζωντες μηκετι εαυτοις ζωσιν, αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι.
15 κρίναντας τοῦτο, ὅτι [εἰ] εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
16 ωστε ημεις απο του νυν ουδενα οιδαμεν κατα σαρκα· ει δε και εγνωκαμεν κατα σαρκα χριστον, αλλα νυν ουκετι γινωσκομεν.
16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
17 ωστε ει τις εν χριστω, καινη κτισις· τα αρχαια παρηλθεν, ιδου γεγονεν καινα τα παντα.
17 ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα.
18 τα δε παντα εκ του θεου του καταλλαξαντος ημας εαυτω δια ιησου χριστου και δοντος ημιν την διακονιαν της καταλλαγης,
18 τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
19 ως οτι θεος ην εν χριστω κοσμον καταλλασσων εαυτω, μη λογιζομενος αυτοις τα παραπτωματα αυτων, και θεμενος εν ημιν τον λογον της καταλλαγης.
19 ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
20 υπερ χριστου ουν πρεσβευομεν ως του θεου παρακαλουντος δι ημων· δεομεθα υπερ χριστου, καταλλαγητε τω θεω·
20 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ·
21 τον γαρ μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν, ινα ημεις γενωμεθα δικαιοσυνη θεου εν αυτω.
21 τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.
Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Job 19:25–26; 1 John 3:2; 2 Peter 1:13–14; 2 Corinthians 4:7; Hebrews 9:24
  2. 2 Romans 8:23; 1 Corinthians 15:53–54; Romans 7:24; 2 Corinthians 5:3–4; Philippians 1:23
  3. 3 Genesis 3:7–11; Revelation 16:15; Revelation 3:18; Exodus 32:25
  4. 4 1 Corinthians 15:53–54; 2 Corinthians 5:2; Isaiah 25:8; 2 Peter 1:13
  5. 5 2 Corinthians 1:22; Ephesians 1:13–14; Romans 8:23; Ephesians 4:30; 1 John 3:24
  6. 6 Philippians 3:20–21; 2 Corinthians 5:1; Hebrews 13:14; Psalm 39:12; Hebrews 11:13
  7. 7 Hebrews 11:1–27; 2 Corinthians 4:18; Romans 8:24–25; 1 Peter 1:8; Hebrews 10:38
  8. 8 Philippians 1:20–24; 2 Corinthians 5:6; John 14:3; 1 John 3:2; 2 Corinthians 12:2–3
  9. 9 Colossians 1:10; 2 Peter 3:14; Romans 14:18; 1 Thessalonians 4:11; 1 Timothy 4:10
  10. 10 Matthew 16:27; Revelation 22:12; Ecclesiastes 12:14; Ephesians 6:8; Psalm 62:12
  11. 11 Jude 23; Hebrews 10:31; 2 Timothy 2:24–26; Revelation 20:15; 2 Corinthians 4:1–2
  12. 12 2 Corinthians 3:1; 2 Corinthians 1:14; Galatians 6:12–14; 2 Corinthians 11:12–16; 2 Corinthians 10:18
  13. 13 2 Corinthians 11:16–17; 2 Corinthians 12:6; 2 Corinthians 11:1; Romans 12:3; 1 Corinthians 4:10–13
  14. 14 Galatians 2:20; Romans 14:7–9; Matthew 10:37–38; 1 Peter 1:8; Romans 5:15
  15. 15 Romans 14:7–9; 1 Peter 4:2–4; 1 Peter 1:14–15; Colossians 3:1; Colossians 3:17
  16. 16 Colossians 3:11; Philippians 3:7–8; John 6:63; James 2:1–4; James 3:17
  17. 17 Ezekiel 36:26; Ephesians 4:22–24; Isaiah 43:18–19; John 3:3; Psalm 51:10
  18. 18 Colossians 1:20–21; Romans 5:10–11; 2 Corinthians 5:19–20; Ephesians 2:16–17; 1 John 4:10
  19. 19 Isaiah 43:25; Isaiah 44:22; 1 John 4:10; 1 John 2:1–2; 1 Timothy 3:16
  20. 20 Ephesians 6:20; Luke 14:23; Malachi 2:7; Ezekiel 18:31–32; Luke 10:16
  21. 21 1 Peter 2:22–24; 1 Peter 3:18; Romans 5:19; Galatians 3:13; 1 Corinthians 1:30

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 5:1 John Chrysostom, Homilies on Second Corinthians (Homily X)

    Again he arouses their zeal because many trials drew on. For it was likely that they, in consequence of his absence, were weaker in respect to this [need]. What then saith he? One ought not to wonder that we suffer affliction; nor to be confounded, for we even reap many gains thereby.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 5:10 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    If then we entreat the Lord to forgive us, we ought also ourselves to forgive; for we are before the eyes of our Lord and God, and "we must all appear at the judgment-seat of Christ, and must every one give an account of himself." Let us then serve Him in fear, and with all reverence, even as He Himself …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 5:4 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXXVI)

    … adorned with works of righteousness, so that the Spirit of God may rest upon us; for this is the wedding garment, of which also the apostle speaks, "Not for that we would be unclothed, but clothed upon, that mortality might be swallowed up by immortality." But those who have indeed been called to God's supper, yet have not received the …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 5:5 Augustine of Hippo, Confessions (Book VII, Chapters XX–XXI)

    Those pages contain not the expression of this piety,--the tears of confession, Thy sacrifice, a troubled spirit, "a broken and a contrite heart," the salvation of the people, the espoused city, the earnest of the Holy Ghost, the cup of our redemption.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 5:19 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XVI)

    … merely, "If he hath ought against thee." For though it be justly, not even in that case oughtest thou to protract the enmity; since Christ also was justly angered with us, yet nevertheless He gave Himself for us to be slain, "not imputing those trespasses." For this cause Paul also, when urging us in another way to reconciliation, said, "Let …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)