Skip to the text

Acts · Patriarchal Text (Antoniades 1904/1912)

Acts 4 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 λαλουντων δε αυτων προς τον λαον επεστησαν αυτοις οι ιερεις και ο στρατηγος του ιερου και οι σαδδουκαιοι,
1 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
2 διαπονουμενοι δια το διδασκειν αυτους τον λαον και καταγγελλειν εν τω ιησου την αναστασιν των νεκρων·
2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν·
3 και επεβαλον αυτοις τας χειρας και εθεντο εις τηρησιν εις την αυριον· ην γαρ εσπερα ηδη.
3 καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη.
4 πολλοι δε των ακουσαντων τον λογον επιστευσαν, και εγενηθη ο αριθμος των ανδρων ωσει χιλιαδες πεντε.
4 πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε.
5 εγενετο δε επι την αυριον συναχθηναι αυτων τους αρχοντας και τους πρεσβυτερους και γραμματεις εις ιερουσαλημ,
5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ γραμματεῖς εἰς Ἱερουσαλήμ,
6 και ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον και οσοι ησαν εκ γενους αρχιερατικου,
6 καὶ Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ,
7 και στησαντες αυτους εν [τω] μεσω επυνθανοντο· εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεις;
7 καὶ στήσαντες αὐτοὺς ἐν [τῷ] μέσῳ ἐπυνθάνοντο· ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
8 τοτε πετρος πλησθεις πνευματος αγιου ειπεν προς αυτους· αρχοντες του λαου και πρεσβυτεροι του ισραηλ,
8 τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς· ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ,
9 ει ημεις σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενους, εν τινι ουτος σεσωσται,
9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται,
10 γνωστον εστω πασιν υμιν και παντι τω λαω ισραηλ οτι εν τω ονοματι ιησου χριστου του ναζωραιου, ον υμεις εσταυρωσατε, ον ο θεος ηγειρεν εκ νεκρων, εν τουτω ουτος παρεστηκεν ενωπιον υμων υγιης.
10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
11 ουτος εστιν ο λιθος ο εξουθενηθεις υφ υμων των οικοδομουντων, ο γενομενος εις κεφαλην γωνιας.
11 οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
12 και ουκ εστιν εν αλλω ουδενι η σωτηρια· ουδε γαρ ονομα εστιν ετερον υπο τον ουρανον το δεδομενον εν ανθρωποις εν ω δει σωθηναι ημας.
12 καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13 θεωρουντες δε την του πετρου παρρησιαν και ιωαννου, και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται, εθαυμαζον, επεγινωσκον τε αυτους οτι συν τω ιησου ησαν,
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
14 τον δε ανθρωπον βλεποντες συν αυτοις εστωτα τον τεθεραπευμενον, ουδεν ειχον αντειπειν.
14 τὸν δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
15 κελευσαντες δε αυτους εξω του συνεδριου απελθειν, συνεβαλλον προς αλληλους
15 κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους
16 λεγοντες· τι ποιησομεν τοις ανθρωποις τουτοις; οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων, πασιν τοις κατοικουσιν ιερουσαλημ φανερον, και ου δυναμεθα αρνησασθαι·
16 λέγοντες· τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι·
17 αλλ ινα μη επι πλειον διανεμηθη εις τον λαον, απειλη απειλησωμεθα αυτοις μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων.
17 ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
18 και καλεσαντες αυτους παρηγγειλαν αυτοις το καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι του ιησου.
18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν αὐτοῖς τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
19 ο δε πετρος και ιωαννης αποκριθεντες προς αυτους ειπον· ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου, κρινατε.
19 ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον· εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε.
20 ου δυναμεθα γαρ ημεις α ειδομεν και ηκουσαμεν μη λαλειν.
20 οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.
21 οι δε προσαπειλησαμενοι απελυσαν αυτους, μηδεν ευρισκοντες το πως κολασονται αυτους, δια τον λαον, οτι παντες εδοξαζον τον θεον επι τω γεγονοτι·
21 οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι·
22 ετων γαρ ην πλειονων τεσσαρακοντα ο ανθρωπος εφ ον εγεγονει το σημειον τουτο της ιασεως.
22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23 απολυθεντες δε ηλθον προς τους ιδιους και απηγγειλαν οσα προς αυτους οι αρχιερεις και οι πρεσβυτεροι ειπον.
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.
24 οι δε ακουσαντες ομοθυμαδον ηραν φωνην προς τον θεον και ειπον· δεσποτα, συ ο ποιησας τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις,
24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον· Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
25 ο δια στοματος δαυιδ παιδος σου ειπων· ινα τι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα;
25 ὁ διὰ στόματος Δαυῒδ παιδός σου εἰπών· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
26 παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου.
26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
27 συνηχθησαν γαρ επ αληθειας επι τον αγιον παιδα σου ιησουν, ον εχρισας, ηρωδης τε και ποντιος πιλατος συν εθνεσιν και λαοις ισραηλ,
27 συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ,
28 ποιησαι οσα η χειρ σου και η βουλη σου προωρισεν γενεσθαι·
28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι·
29 και τα νυν, κυριε, επιδε επι τας απειλας αυτων, και δος τοις δουλοις σου μετα παρρησιας πασης λαλειν τον λογον σου
29 καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου
30 εν τω την χειρα σου εκτεινειν σε εις ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματος του αγιου παιδος σου ιησου.
30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
31 και δεηθεντων αυτων εσαλευθη ο τοπος εν ω ησαν συνηγμενοι, και επλησθησαν απαντες πνευματος αγιου, και ελαλουν τον λογον του θεου μετα παρρησιας.
31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.
32 του δε πληθους των πιστευσαντων ην η καρδια και η ψυχη μια, και ουδε εις τι των υπαρχοντων αυτω ελεγεν ιδιον ειναι, αλλ ην αυτοις απαντα κοινα.
32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά.
33 και μεγαλη δυναμει απεδιδουν το μαρτυριον οι αποστολοι της αναστασεως του κυριου ιησου, χαρις τε μεγαλη ην επι παντας αυτους.
33 καὶ μεγάλῃ δυνάμει ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
34 ουδε γαρ ενδεης τις υπηρχεν εν αυτοις· οσοι γαρ κτητορες χωριων η οικιων υπηρχον, πωλουντες εφερον τας τιμας των πιπρασκομενων
34 οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
35 και ετιθουν παρα τους ποδας των αποστολων· διεδιδοτο δε εκαστω καθοτι αν τις χρειαν ειχεν.
35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
36 ιωσης δε ο επικληθεις βαρναβας απο των αποστολων, ο εστιν μεθερμηνευομενον υιος παρακλησεως, λευιτης, κυπριος τω γενει,
36 Ἰωσῆς δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων, ὅ ἔστι μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευΐτης, Κύπριος τῷ γένει,
37 υπαρχοντος αυτω αγρου, πωλησας ηνεγκεν το χρημα και εθηκεν παρα τους ποδας των αποστολων.
37 ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Alexander

    Member of the high priest's family

    Among those gathered with the rulers, elders and scribes at Jerusalem to question Peter and John.

    Cited in the guide: Acts 4:6

  • Barnabas

    Apostle and companion of Paul

    A Levite from Cyprus named Joseph and nicknamed Barnabas, 'son of encouragement,' who sold a field for the church, brought Saul to the apostles, and traveled with him as a…

    Cited in the guide: Acts 4:36; Acts 9:27; Acts 11:22

Cross references (37)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 22:4; Acts 6:12; Acts 23:6–9; Acts 5:26; Acts 5:24
  2. 2 Acts 17:18; 1 Thessalonians 4:13–14; Acts 24:14–15; 1 Corinthians 15:12–20; Acts 3:15
  3. 3 Acts 5:18; Acts 16:19–24; Matthew 10:16–17; Acts 12:1–3; Luke 22:52
  4. 4 Acts 2:41; 2 Timothy 2:9–10; 2 Corinthians 2:14–17; Philippians 1:12–18; Acts 28:24
  5. 5 Acts 4:8; Luke 22:66; Isaiah 1:10; Luke 23:13; Acts 6:12
  6. 6 Luke 3:2; Matthew 26:3; John 18:24; John 18:13–14; John 11:49
  7. 7 Matthew 21:23; Mark 11:28; Acts 5:40; Exodus 2:14; John 2:18
  8. 8 Luke 12:11–12; Matthew 10:19–20; Luke 21:14–15; Acts 2:4; Acts 7:55
  9. 9 1 Peter 3:15–17; Acts 3:7; John 10:32; John 7:23; 1 Peter 4:14
  10. 10 Acts 3:6; Acts 5:29–32; Acts 2:36; Acts 10:40–42; Matthew 27:63–66
  11. 11 Psalm 118:22–23; Isaiah 28:16; Mark 12:10–12; Matthew 21:42–45; 1 Peter 2:6–8
  12. 12 John 14:6; 1 Corinthians 3:11; John 3:36; 1 Timothy 2:5–6; 1 John 5:11–12
  13. 13 1 Corinthians 1:27; John 7:15; Matthew 11:25; Acts 2:7–12; Matthew 26:73
  14. 14 Acts 19:36; Acts 3:8–12; Acts 4:16; Acts 4:10; Acts 4:21
  15. 15 Matthew 5:22; Acts 26:30–32; Acts 5:34–42
  16. 16 Acts 6:10; John 12:18; Luke 21:15; Luke 6:10–11; Daniel 8:8
  17. 17 Acts 5:28; Romans 15:18–22; 1 Thessalonians 2:15–16; Acts 5:24; 1 Thessalonians 1:8
  18. 18 Acts 5:40; Luke 24:46–48; Acts 5:20; Acts 1:8
  19. 19 Acts 5:29; Exodus 1:17; 1 Corinthians 10:15; 1 Timothy 2:3; 1 Kings 22:14
  20. 20 Jeremiah 20:9; Acts 22:15; 1 Corinthians 9:16–17; 1 John 1:1–3; Ezekiel 3:11
  21. 21 Acts 5:26; Luke 22:2; Matthew 9:8; Matthew 21:46; Luke 20:6
  22. 22 Acts 9:33; John 5:5; Acts 3:2; Matthew 9:20; John 9:1
  23. 23 2 Corinthians 6:14–17; Psalm 42:4; Psalm 119:63; Acts 12:11–12; Psalm 16:3
  24. 24 Exodus 20:11; Jeremiah 32:17; Nehemiah 9:6; 2 Kings 19:15; Jeremiah 10:10–12
  25. 25 Psalm 2:1–6; Acts 1:16; Acts 2:30
  26. 26 Psalm 2:2; Revelation 17:12–14; Daniel 9:24; Psalm 83:2–8; Acts 10:38
  27. 27 Matthew 27:2; Acts 4:30; Luke 9:22; Matthew 20:18–19; John 1:11
  28. 28 Acts 2:23; Isaiah 46:10; Genesis 50:20; Matthew 26:24; Isaiah 53:10
  29. 29 Acts 4:13; Philippians 1:14; Acts 14:3; Acts 28:31; Acts 4:31
  30. 30 Acts 3:6; Acts 4:27; Acts 2:22; Acts 9:40–42; Acts 5:12
  31. 31 Matthew 21:22; Acts 2:4; Acts 2:2; Isaiah 65:24; Acts 16:25–26
  32. 32 1 Corinthians 1:10; Ephesians 4:2–6; 1 Peter 3:8; John 17:21–23; Philippians 2:1–2
  33. 33 John 1:16; Acts 1:22; Mark 16:20; Acts 1:8; Acts 4:30
  34. 34 Acts 2:45; Luke 12:33; Luke 16:9; Deuteronomy 2:7; Psalm 34:9–10
  35. 35 Acts 5:2; Acts 2:45; 2 Corinthians 8:20–21; Acts 4:37; Acts 3:6
  36. 36 Galatians 2:9; Galatians 2:13; Galatians 2:1; Acts 15:39; Acts 11:30
  37. 37 Matthew 19:29; Acts 5:1–2; Acts 4:34–35

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 4:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily X)

    Ere yet they had time to take breath after their first trials, straightway they enter into others. And observe how the events are disposed. First, they were all mocked together; this was no small trial: secondly, they enter into dangers.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 4:2 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XII)

    … that the promise which God made to the fathers had been fulfilled by Jesus; not certainly proclaiming another god, but the Son of God, who also was made man, and suffered; thus leading Israel into knowledge, and through Jesus preaching the resurrection of the dead, and showing, that whatever the prophets had proclaimed as to the suffering of Christ, these …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 4:32 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXI)

    … forgiving those sins which are divided against themselves, and by inhabiting those who are cleansed, that it may be with them, as it is written in the Acts of the Apostles, "The multitude of them that believed were of one heart and of one soul." And this gift of forgiveness none resists, but he who has the hardness of an …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Quotes verse 4:32 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXI)

    For so, "the multitude of them that believed were of one heart and of one soul," and yet were they divided into many bodies; their unanimity however made the many one.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 4:13 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XVII)

    And thus, as they captured in the spiritual net of their doctrine five thousand believers at once, so they confuted the misguided rulers of the people and chief priests, and that, not through their own wisdom, for they were unlearned and ignorant men, but through the mighty power of the Holy Ghost; for it is written, Then Peter filled …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)