Skip to the text

Ephesians · Patriarchal Text (Antoniades 1904/1912)

Ephesians 4 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 παρακαλω ουν υμας εγω ο δεσμιος εν κυριω αξιως περιπατησαι της κλησεως ης εκληθητε,
1 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
2 μετα πασης ταπεινοφροσυνης και πραοτητος, μετα μακροθυμιας, ανεχομενοι αλληλων εν αγαπη,
2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
3 σπουδαζοντες τηρειν την ενοτητα του πνευματος εν τω συνδεσμω της ειρηνης.
3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.
4 εν σωμα και εν πνευμα, καθως και εκληθητε εν μια ελπιδι της κλησεως υμων·
4 ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
5 εις κυριος, μια πιστις, εν βαπτισμα·
5 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα·
6 εις θεος και πατηρ παντων, ο επι παντων, και δια παντων, και εν πασιν ημιν.
6 εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν.
7 ενι δε εκαστω ημων εδοθη [η] χαρις κατα το μετρον της δωρεας του χριστου.
7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη [ἡ] χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
8 διο λεγει· αναβας εις υψος ηχμαλωτευσεν αιχμαλωσιαν και εδωκεν δοματα τοις ανθρωποις.
8 διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις.
9 το δε ανεβη τι εστιν ει μη οτι και κατεβη πρωτον εις τα κατωτερα μερη της γης;
9 τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
10 ο καταβας αυτος εστιν και ο αναβας υπερανω παντων των ουρανων, ινα πληρωση τα παντα.
10 ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
11 και αυτος εδωκεν τους μεν αποστολους, τους δε προφητας, τους δε ευαγγελιστας, τους δε ποιμενας και διδασκαλους,
11 καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
12 προς τον καταρτισμον των αγιων εις εργον διακονιας, εις οικοδομην του σωματος του χριστου,
12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,
13 μεχρι καταντησωμεν οι παντες εις την ενοτητα της πιστεως και της επιγνωσεως του υιου του θεου, εις ανδρα τελειον, εις μετρον ηλικιας του πληρωματος του χριστου,
13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,
14 ινα μηκετι ωμεν νηπιοι, κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω της διδασκαλιας, εν τη κυβεια των ανθρωπων, εν πανουργια προς την μεθοδειαν της πλανης,
14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης,
15 αληθευοντες δε εν αγαπη αυξησωμεν εις αυτον τα παντα, ος εστιν η κεφαλη, ο χριστος,
15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός,
16 εξ ου παν το σωμα συναρμολογουμενον και συμβιβαζομενον δια πασης αφης της επιχορηγιας κατ ενεργειαν εν μετρω ενος εκαστου μερους την αυξησιν του σωματος ποιειται εις οικοδομην εαυτου εν αγαπη.
16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ᾽ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
17 τουτο ουν λεγω και μαρτυρομαι εν κυριω, μηκετι υμας περιπατειν καθως και τα λοιπα εθνη περιπατει εν ματαιοτητι του νοος αυτων,
17 Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
18 εσκοτισμενοι τη διανοια, οντες απηλλοτριωμενοι της ζωης του θεου δια την αγνοιαν την ουσαν εν αυτοις δια την πωρωσιν της καρδιας αυτων,
18 ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,
19 οιτινες, απηλγηκοτες, εαυτους παρεδωκαν τη ασελγεια εις εργασιαν ακαθαρσιας πασης εν πλεονεξια.
19 οἵτινες, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
20 υμεις δε ουχ ουτως εμαθετε τον χριστον,
20 ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν,
21 ειγε αυτον ηκουσατε και εν αυτω εδιδαχθητε, καθως εστιν αληθεια εν τω ιησου,
21 εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ,
22 αποθεσθαι υμας κατα την προτεραν αναστροφην τον παλαιον ανθρωπον τον φθειρομενον κατα τας επιθυμιας της απατης,
22 ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,
23 ανανεουσθαι δε τω πνευματι του νοος υμων
23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν
24 και ενδυσασθαι τον καινον ανθρωπον τον κατα θεον κτισθεντα εν δικαιοσυνη και οσιοτητι της αληθειας.
24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
25 διο αποθεμενοι το ψευδος λαλειτε αληθειαν εκαστος μετα του πλησιον αυτου· οτι εσμεν αλληλων μελη.
25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη.
26 οργιζεσθε, και μη αμαρτανετε· ο ηλιος μη επιδυετω επι τω παροργισμω υμων,
26 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν,
27 μηδε διδοτε τοπον τω διαβολω.
27 μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.
28 ο κλεπτων μηκετι κλεπτετω, μαλλον δε κοπιατω εργαζομενος το αγαθον ταις χερσιν, ινα εχη μεταδιδοναι τω χρειαν εχοντι.
28 ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
29 πας λογος σαπρος εκ του στοματος υμων μη εκπορευεσθω, αλλ ει τις αγαθος προς οικοδομην της χρειας, ινα δω χαριν τοις ακουουσιν.
29 πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.
30 και μη λυπειτε το πνευμα το αγιον του θεου, εν ω εσφραγισθητε εις ημεραν απολυτρωσεως.
30 καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
31 πασα πικρια και θυμος και οργη και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια·
31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ.
32 γινεσθε δε εις αλληλους χρηστοι, ευσπλαγχνοι, χαριζομενοι εαυτοις καθως και ο θεος εν χριστω εχαρισατο ημιν.
32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν.
Cross references (32)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Colossians 1:10; Philippians 1:27; 1 Thessalonians 2:12; 1 Thessalonians 4:1–2; 2 Peter 1:3
  2. 2 Colossians 3:12–13; 1 Corinthians 13:7; 1 Corinthians 13:4–5; Matthew 11:29; Romans 15:1
  3. 3 1 Corinthians 1:10; Colossians 3:13–15; 1 Corinthians 12:12–13; John 13:34; Romans 14:17–19
  4. 4 Ephesians 2:18; Romans 12:4–5; 1 Corinthians 12:4–13; 1 Corinthians 12:20; Ephesians 4:1
  5. 5 1 Corinthians 8:6; 1 Corinthians 12:13; 1 Peter 3:21; Romans 3:30; Galatians 3:26–28
  6. 6 Romans 11:36; 1 Corinthians 8:6; Malachi 2:10; Galatians 3:26–28; Galatians 4:3–7
  7. 7 Romans 12:3; 1 Peter 4:10; 1 Corinthians 12:7–11; Ephesians 3:2; Romans 12:6–8
  8. 8 Psalm 68:18; Colossians 2:15
  9. 9 John 3:13; Matthew 12:40; Proverbs 30:4; John 6:33; Psalm 63:9
  10. 10 Hebrews 7:26; Hebrews 4:14; Ephesians 1:20–23; Colossians 2:9; Hebrews 9:23–24
  11. 11 Jeremiah 3:15; 1 Corinthians 12:28–29; Ephesians 2:20; 2 Timothy 4:5; Acts 20:28
  12. 12 1 Thessalonians 5:11–14; Ephesians 4:16; 1 Corinthians 12:27; Romans 15:14; 1 Corinthians 14:4–5
  13. 13 Colossians 1:28; John 17:21; Ephesians 4:3; Ephesians 4:5; Jeremiah 32:38–39
  14. 14 Hebrews 13:9; Romans 16:17–18; 1 Corinthians 14:20; 1 John 4:1; Hebrews 5:12–14
  15. 15 1 John 3:18; Ephesians 4:25; Zechariah 8:16; 1 Peter 1:22; 2 Peter 3:18
  16. 16 Colossians 2:19; John 15:5; Colossians 2:2; 1 Corinthians 13:13–14:1; Ephesians 4:15
  17. 17 Romans 1:21; 1 Peter 4:3–4; 1 Thessalonians 4:1–2; Colossians 3:5–8; Ephesians 2:1–3
  18. 18 Matthew 13:15; Ephesians 2:12; Romans 1:21–23; John 12:40; 1 Thessalonians 4:5
  19. 19 Colossians 3:5; Romans 1:24–26; 1 Timothy 4:2; Jude 11; 2 Peter 2:12–14
  20. 20 Titus 2:11–14; John 6:45; Matthew 11:29; 1 John 2:27; Luke 24:47
  21. 21 1 John 5:20; Ephesians 1:13; Hebrews 3:7–8; 1 John 5:10–12; John 14:17
  22. 22 Romans 6:6; Hebrews 12:1; James 1:21; 1 Peter 2:1–2; Hebrews 3:13
  23. 23 Romans 12:2; Romans 8:6; Psalm 51:10; Colossians 3:10; 1 Peter 1:13
  24. 24 Colossians 3:10–14; 2 Corinthians 5:17; Romans 13:14; Ephesians 2:10; Ephesians 6:11
  25. 25 Colossians 3:9; Zechariah 8:16; Proverbs 12:22; Romans 12:5; Ephesians 4:15
  26. 26 James 1:19; Psalm 4:4; Psalm 37:8; Ephesians 4:31–32; Ecclesiastes 7:9
  27. 27 James 4:7; 1 Peter 5:8; Ephesians 6:16; Ephesians 6:11; 2 Corinthians 2:10–11
  28. 28 1 Timothy 6:18; Galatians 6:10; 1 Thessalonians 4:11–12; Exodus 20:15; 2 Thessalonians 3:11–12
  29. 29 Colossians 4:6; 1 Thessalonians 5:11; Ecclesiastes 10:12; Proverbs 15:7; Colossians 3:8–9
  30. 30 1 Thessalonians 5:19; Isaiah 63:10; Ephesians 1:13–14; Acts 7:51; Genesis 6:6
  31. 31 Colossians 3:8; Ecclesiastes 7:9; Titus 3:2–3; 1 Peter 2:1; James 1:19
  32. 32 Colossians 3:12–13; Matthew 6:14–15; Mark 11:25; 1 Peter 3:8–9; 2 Corinthians 2:10

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 4:4 John Chrysostom, Homilies on Ephesians (Homily X)

    When the blessed Paul exhorts us to anything of special importance, so truly wise and spiritual as he is, he grounds his exhortation upon things in Heaven: this itself being a lesson he had learned from the Lord. Thus he saith also elsewhere, "Walk in love, even as Christ also hath loved us." (ch. v.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Quotes verse 4:26 Polycarp of Smyrna, Epistle to the Philippians (Chapters VIII–XIV)

    It is declared then in these Scriptures, "Be ye angry, and sin not," and, "Let not the sun go down upon your wrath." Happy is he who remembers this, which I believe to be the case with you.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 4:6 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter II)

    Now, that this God is the Father of our Lord Jesus Christ, Paul the apostle also has declared, [saying,] "There is one God, the Father, who is above all, and through all things, and in us all." I have indeed proved already that there is only one God; but I shall further demonstrate this from the apostles themselves, and from …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 4:14 Augustine of Hippo, Confessions (Book IV, Chapters XIII–XV)

    But that orator was of the kind that I so loved as I wished myself to be such a one; and I erred through an inflated pride, and was "carried about with every wind," but yet was piloted by Thee, though very secretly.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 4:26 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XVI)

    For this cause Paul also, when urging us in another way to reconciliation, said, "Let not the sun go down upon your wrath." For much as Christ by this argument of the sacrifice, so there Paul by that of the day, is urging us on to the self-same point.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)