Skip to the text

Luke · Patriarchal Text (Antoniades 1904/1912)

Luke 15 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ησαν δε εγγιζοντες αυτω παντες οι τελωναι και [οι] αμαρτωλοι ακουειν αυτου.
1 Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ [οἱ] ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
2 και διεγογγυζον οι φαρισαιοι και οι γραμματεις λεγοντες οτι ουτος αμαρτωλους προσδεχεται και συνεσθιει αυτοις.
2 καὶ διεγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
3 ειπεν δε προς αυτους την παραβολην ταυτην λεγων·
3 εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·
4 τις ανθρωπος εξ υμων εχων εκατον προβατα, και απολεσας εν εξ αυτων, ου καταλειπει τα ενενηκοντα εννεα εν τη ερημω και πορευεται επι το απολωλος εως ου ευρη αυτο;
4 τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως οὗ εὕρῃ αὐτό;
5 και ευρων επιτιθησιν επι τους ωμους αυτου χαιρων,
5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων,
6 και ελθων εις τον οικον συγκαλει τους φιλους και τους γειτονας λεγων αυτοις· συγχαρητε μοι οτι ευρον το προβατον μου το απολωλος.
6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς· συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
7 λεγω υμιν οτι ουτως χαρα εσται εν τω ουρανω επι ενι αμαρτωλω μετανοουντι η επι ενενηκοντα εννεα δικαιοις, οιτινες ου χρειαν εχουσιν μετανοιας.
7 λέγω ὑμῖν ὅτι οὕτω χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.
8 η τις γυνη δραχμας εχουσα δεκα, εαν απολεση δραχμην μιαν, ουχι απτει λυχνον και σαροι την οικιαν και ζητει επιμελως εως οτου ευρη;
8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ;
9 και ευρουσα συγκαλει τας φιλας και τας γειτονας λεγουσα· συγχαρητε μοι οτι ευρον την δραχμην ην απωλεσα.
9 καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ τὰς γείτονας λέγουσα· συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
10 ουτως, λεγω υμιν, χαρα γινεται ενωπιον των αγγελων του θεου επι ενι αμαρτωλω μετανοουντι.
10 οὕτω, λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 ειπεν δε· ανθρωπος τις ειχεν δυο υιους.
11 Εἶπε δέ· ἄνθρωπός τις εἶχε δύο υἱούς.
12 και ειπεν ο νεωτερος αυτων τω πατρι· πατερ, δος μοι το επιβαλλον μερος της ουσιας. και διειλεν αυτοις τον βιον.
12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον.
13 και μετ ου πολλας ημερας συναγαγων απαντα ο νεωτερος υιος απεδημησεν εις χωραν μακραν, και εκει διεσκορπισεν την ουσιαν αυτου ζων ασωτως.
13 καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
14 δαπανησαντος δε αυτου παντα εγενετο λιμος ισχυρος κατα την χωραν εκεινην, και αυτος ηρξατο υστερεισθαι.
14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
15 και πορευθεις εκολληθη ενι των πολιτων της χωρας εκεινης, και επεμψεν αυτον εις τους αγρους αυτου βοσκειν χοιρους.
15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους.
16 και επεθυμει γεμισαι την κοιλιαν αυτου απο των κερατιων ων ησθιον οι χοιροι, και ουδεις εδιδου αυτω.
16 καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
17 εις εαυτον δε ελθων ειπεν· ποσοι μισθιοι του πατρος μου περισσευουσιν αρτων, εγω δε λιμω απολλυμαι!
17 εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι!
18 αναστας πορευσομαι προς τον πατερα μου και ερω αυτω· πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου·
18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.
19 ουκετι ειμι αξιος κληθηναι υιος σου· ποιησον με ως ενα των μισθιων σου.
19 οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
20 και αναστας ηλθεν προς τον πατερα αυτου. ετι δε αυτου μακραν απεχοντος ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη, και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον.
20 καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
21 ειπεν δε αυτω ο υιος· πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου, και ουκετι ειμι αξιος κληθηναι υιος σου.
21 εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
22 ειπεν δε ο πατηρ προς τους δουλους αυτου· εξενεγκατε την στολην την πρωτην και ενδυσατε αυτον, και δοτε δακτυλιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας,
22 εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,
23 και ενεγκαντες τον μοσχον τον σιτευτον θυσατε, και φαγοντες ευφρανθωμεν,
23 καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν,
24 οτι ουτος ο υιος μου νεκρος ην και ανεζησεν, και απολωλως ην και ευρεθη. και ηρξαντο ευφραινεσθαι.
24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 ην δε ο υιος αυτου ο πρεσβυτερος εν αγρω· και ως ερχομενος ηγγισεν τη οικια, ηκουσεν συμφωνιας και χορων,
25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν,
26 και προσκαλεσαμενος ενα των παιδων επυνθανετο τι ειη ταυτα.
26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα.
27 ο δε ειπεν αυτω οτι ο αδελφος σου ηκει και εθυσεν ο πατηρ σου τον μοσχον τον σιτευτον, οτι υγιαινοντα αυτον απελαβεν.
27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
28 ωργισθη δε και ουκ ηθελεν εισελθειν. ο ουν πατηρ αυτου εξελθων παρεκαλει αυτον.
28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
29 ο δε αποκριθεις ειπεν τω πατρι· ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε εντολην σου παρηλθον, και εμοι ουδεποτε εδωκας εριφον ινα μετα των φιλων μου ευφρανθω·
29 ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
30 οτε δε ο υιος σου ουτος, ο καταφαγων σου τον βιον μετα πορνων, ηλθεν, εθυσας αυτω τον μοσχον τον σιτευτον.
30 ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.
31 ο δε ειπεν αυτω· τεκνον, συ παντοτε μετ εμου ει, και παντα τα εμα σα εστιν·
31 ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
32 ευφρανθηναι δε και χαρηναι εδει, οτι ο αδελφος σου ουτος νεκρος ην και ανεζησεν, και απολωλως ην και ευρεθη.
32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.
Cross references (29)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Timothy 1:15; Matthew 9:10–13; Luke 5:29–32; Matthew 21:28–31; Ezekiel 18:27
  2. 2 Matthew 9:11; Luke 7:39; Luke 19:7; Luke 5:30; Acts 11:3
  3. 4 Ezekiel 34:16; Ezekiel 34:11–12; Matthew 18:12–14; Luke 19:10; 1 Peter 2:25
  4. 5 Hebrews 12:2; Isaiah 46:3–4; Luke 19:9; Micah 7:18; Isaiah 40:10–11
  5. 6 Luke 15:10; Luke 15:24; 1 Peter 2:25; Psalm 119:176; John 15:14
  6. 7 Luke 15:10; Luke 5:32; Luke 15:32; Matthew 18:13; Proverbs 30:12
  7. 8 Ezekiel 34:12; Luke 19:10; John 10:16; John 11:52; Ephesians 2:17
  8. 9 Luke 15:6–7
  9. 10 Luke 15:7; Ezekiel 33:11; 2 Corinthians 7:10; Ezekiel 18:23; Luke 13:5
  10. 12 Deuteronomy 21:16–17; Mark 12:44; Psalm 17:14; Luke 15:30
  11. 13 Proverbs 21:17; Proverbs 29:3; Jeremiah 2:5; Proverbs 23:19–22; Luke 15:30
  12. 14 2 Chronicles 33:11; Ezekiel 16:27; Hosea 2:9–14; Amos 8:9–12
  13. 15 Titus 3:3; 2 Timothy 2:25–26; Isaiah 1:5; Nahum 3:6; Jeremiah 5:3
  14. 16 Romans 6:19–21; Hosea 12:1; Isaiah 44:20; Lamentations 4:5; Jonah 2:2–8
  15. 17 Ezekiel 18:28; Ephesians 2:4–5; Luke 15:18–19; Ephesians 5:14; Acts 16:29–30
  16. 18 Lamentations 3:40; 1 John 1:8–10; Luke 15:21; Luke 18:13; Psalm 51:3–5
  17. 19 Job 42:6; Psalm 84:10; 1 Peter 5:6; James 4:8–10; Joshua 9:24–25
  18. 20 Psalm 103:10–13; Psalm 86:5; Psalm 86:15; Ephesians 2:13; Isaiah 49:15
  19. 21 Psalm 51:4; Luke 15:18–19; Jeremiah 3:13; 1 Corinthians 8:12; Romans 2:4
  20. 22 Esther 8:2; Genesis 41:42; Isaiah 61:10; Revelation 6:11; Esther 3:10
  21. 23 Matthew 22:2–14; Psalm 63:5; Isaiah 25:6; Genesis 18:7; Isaiah 65:13–14
  22. 24 Ephesians 2:5; Ezekiel 34:16; Luke 19:10; Colossians 2:13; Luke 15:4
  23. 25 Psalm 150:4; Jeremiah 31:4; Luke 15:11–12; Psalm 126:1; Luke 7:32
  24. 27 Luke 15:30; Philemon 16; Acts 22:13; Acts 9:17
  25. 28 1 Samuel 18:8; Jonah 4:9; Genesis 4:5–7; Luke 15:2; Luke 7:39
  26. 29 Luke 15:7; Zechariah 7:3; Luke 18:11–12; Malachi 3:14; Luke 18:20–21
  27. 30 Luke 15:12–13; Proverbs 29:3; Luke 18:11; Luke 15:32; Exodus 32:7
  28. 31 Mark 7:27–28; Romans 11:1; Romans 9:4; Matthew 20:13–16; Romans 11:35
  29. 32 Ephesians 2:1–10; Luke 15:24; Isaiah 35:10; Romans 3:4; Psalm 51:8

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 15:8 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters XVI–XVII)

    In the same way they oracularly declare, that one power having departed also from the Duodecad, has perished; and this was represented by the woman who lost the drachma, and, lighting a lamp, again found it.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 15:16 Augustine of Hippo, Confessions (Book III, Chapters V–VII)

    Far, indeed, was I wandering away from Thee, being even shut out from the very husks of the swine, whom with husks I fed. For how much better, then, are the fables of the grammarians and poets than these snares!

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Quotes verse 15:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LIX)

    But Luke saith, that He even brought it on his shoulders, and that "There was greater joy over one sinner that repenteth, than over ninety and nine just persons." And from His forsaking those that were saved for it, and from His taking more pleasure in this one, He showed His earnestness about it to be great.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 15:7 Cyril of Jerusalem, Catechetical Lectures (First Catechetical Lecture)

    … Christ, as yet by calling only, but ere long by grace also, make you a new heart and a new spirit, that there may be gladness among the inhabitants of heaven: for if over one sinner that repenteth there is joy, according to the Gospel, how much more shall the salvation of so many souls move the inhabitants of …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 15:4–10 Augustine of Hippo, Confessions (Book VIII, Chapters III–V)

    … no repentance." And with much joyfulness do we hear, whenever we hear, how the lost sheep is brought home again on the Shepherd's shoulders, while the angels rejoice, and the drachma is restored to Thy treasury, the neighhours rejoicing with the woman who found it; and the joy of the solemn service of Thy house constraineth to tears, when in …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)