PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και οτε εγγιζουσιν εις ιερουσαλημ εις βηθσφαγη και βηθανιαν προς το ορος των ελαιων, αποστελλει δυο των μαθητων αυτου 1 When they came near to Jerusalem, to Bethsphage and Bethany, at the Mount of Olives, he sent two of his disciples
1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλὴμ εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2 και λεγει αυτοις· υπαγετε εις την κωμην την κατεναντι υμων, και ευθεως εισπορευομενοι εις αυτην ευρησετε πωλον δεδεμενον, εφ ον ουδεις ανθρωπων κεκαθικεν· λυσαντες αυτον αγαγετε. 2 and said to them, “Go your way into the village that is opposite you. Immediately as you enter into it, you will find a young donkey tied, on which no one has sat. Untie him and bring him.
2 καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.
3 και εαν τις υμιν ειπη· τι ποιειτε τουτο; ειπατε οτι ο κυριος αυτου χρειαν εχει, και ευθεως αυτον αποστελλει παλιν ωδε. 3 If anyone asks you, ‘Why are you doing this?’ say, ‘The Lord needs him;’ and immediately he will send him back here.”
3 καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
4 απηλθον δε και ευρον τον πωλον δεδεμενον προς την θυραν εξω επι του αμφοδου, και λυουσιν αυτον. 4 They went away, and found a young donkey tied at the door outside in the open street, and they untied him.
4 ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5 και τινες των εκει εστηκοτων ελεγον αυτοις· τι ποιειτε λυοντες τον πωλον; 5 Some of those who stood there asked them, “What are you doing, untying the young donkey?”
5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον;
6 οι δε ειπον αυτοις καθως ενετειλατο ο ιησους, και αφηκαν αυτους. 6 They said to them just as Jesus had said, and they let them go.
6 οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
7 και ηγαγον τον πωλον προς τον ιησουν και επεβαλον αυτω τα ιματια αυτων, και εκαθισεν επ αυτω. 7 They brought the young donkey to Jesus and threw their garments on it, and Jesus sat on it.
7 καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ αὐτῷ.
8 πολλοι δε τα ιματια αυτων εστρωσαν εις την οδον, αλλοι δε στοιβαδας εκοπτον εκ των δενδρων και εστρωννυον εις την οδον. 8 Many spread their garments on the way, and others were cutting down branches from the trees and spreading them on the road.
8 πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.
9 και οι προαγοντες και οι ακολουθουντες εκραζον λεγοντες· ωσαννα, ευλογημενος ο ερχομενος εν ονοματι κυριου. 9 Those who went in front and those who followed cried out, “Hosanna! Blessed is he who comes in the name of the Lord!
9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
10 ευλογημενη η ερχομενη βασιλεια εν ονοματι κυριου του πατρος ημων δαυιδ· ωσαννα εν τοις υψιστοις. 10 Blessed is the kingdom of our father David that is coming in the name of the Lord! Hosanna in the highest!”
10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρός ἡμῶν Δαυΐδ· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 και εισηλθεν εις ιεροσολυμα ο ιησους και εις το ιερον· και περιβλεψαμενος παντα, οψιας ηδη ουσης της ωρας, εξηλθεν εις βηθανιαν μετα των δωδεκα. 11 Jesus entered into the temple in Jerusalem. When he had looked around at everything, it being now evening, he went out to Bethany with the twelve.
11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12 και τη επαυριον εξελθοντων αυτων απο βηθανιας επεινασεν· 12 The next day, when they had come out from Bethany, he was hungry.
12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασε·
13 και ιδων συκην απο μακροθεν εχουσαν φυλλα, ηλθεν ει αρα τι ευρησει εν αυτη· και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα· ου γαρ ην καιρος συκων. 13 Seeing a fig tree afar off having leaves, he came to see if perhaps he might find anything on it. When he came to it, he found nothing but leaves, for it was not the season for figs.
13 καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων.
14 και αποκριθεις ειπεν αυτη· μηκετι εκ σου εις τον αιωνα μηδεις καρπον φαγοι. και ηκουον οι μαθηται αυτου. 14 Jesus told it, “May no one ever eat fruit from you again!” and his disciples heard it.
14 καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15 και ερχονται παλιν εις ιεροσολυμα· και εισελθων ο ιησους εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας και τους αγοραζοντας εν τω ιερω, και τας τραπεζας των κολλυβιστων και τας καθεδρας των πωλουντων τας περιστερας κατεστρεψεν, 15 They came to Jerusalem, and Jesus entered into the temple and began to throw out those who sold and those who bought in the temple, and overthrew the money changers’ tables and the seats of those who sold the doves.
15 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε,
16 και ουκ ηφιεν ινα τις διενεγκη σκευος δια του ιερου, 16 He would not allow anyone to carry a container through the temple.
16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,
17 και εδιδασκεν λεγων αυτοις· ου γεγραπται οτι ο οικος μου οικος προσευχης κληθησεται πασιν τοις εθνεσιν; υμεις δε αυτον εποιησατε σπηλαιον ληστων. 17 He taught, saying to them, “Isn’t it written, ‘My house will be called a house of prayer for all the nations’? But you have made it a den of robbers!”
17 καὶ ἐδίδασκε λέγων αὐτοῖς· οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
18 και ηκουσαν οι γραμματεις και οι φαρισαιοι και οι αρχιερεις, και εζητουν πως αυτον απολεσωσιν· εφοβουντο γαρ αυτον, οτι πας ο οχλος εξεπλησσετο επι τη διδαχη αυτου. 18 The chief priests and the scribes heard it, and sought how they might destroy him. For they feared him, because all the multitude was astonished at his teaching.
18 καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19 και οτε οψε εγενετο, εξεπορευετο εξω της πολεως. 19 When evening came, he went out of the city.
19 καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως.
20 και παραπορευομενοι πρωι ειδον την συκην εξηραμμενην εκ ριζων. 20 As they passed by in the morning, they saw the fig tree withered away from the roots.
20 Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21 και αναμνησθεις ο πετρος λεγει αυτω· ραββι, ιδε η συκη ην κατηρασω εξηρανται. 21 Peter, remembering, said to him, “Rabbi, look! The fig tree which you cursed has withered away.”
21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22 και αποκριθεις ο ιησους λεγει αυτοις· εχετε πιστιν θεου. 22 Jesus answered them, “Have faith in God.
22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· ἔχετε πίστιν Θεοῦ.
23 αμην γαρ λεγω υμιν οτι ος αν ειπη τω ορει τουτω, αρθητι και βληθητι εις την θαλασσαν, και μη διακριθη εν τη καρδια αυτου, αλλα πιστευσει οτι α λεγει γινεται, εσται αυτω ο εαν ειπη. 23 For most certainly I tell you, whoever may tell this mountain, ‘Be taken up and cast into the sea,’ and doesn’t doubt in his heart, but believes that what he says is happening, he shall have whatever he says.
23 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσει ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.
24 δια τουτο λεγω υμιν, παντα οσα αν προσευχομενοι αιτεισθε, πιστευετε οτι λαμβανετε, και εσται υμιν. 24 Therefore I tell you, all things whatever you pray and ask for, believe that you have received them, and you shall have them.
24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν.
25 και οταν στηκητε προσευχομενοι, αφιετε ει τι εχετε κατα τινος, ινα και ο πατηρ υμων ο εν τοις ουρανοις αφη υμιν τα παραπτωματα υμων. 25 Whenever you stand praying, forgive, if you have anything against anyone; so that your Father, who is in heaven, may also forgive you your transgressions.
25 καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
26 ει δε υμεις ουκ αφιετε, ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων. 26 But if you do not forgive, neither will your Father in heaven forgive your transgressions.”
26 εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
27 και ερχονται παλιν εις ιεροσολυμα· και εν τω ιερω περιπατουντος αυτου ερχονται προς αυτον οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι 27 They came again to Jerusalem, and as he was walking in the temple, the chief priests, the scribes, and the elders came to him,
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28 και λεγουσιν αυτω· εν ποια εξουσια ταυτα ποιεις; η τις σοι εδωκεν την εξουσιαν ταυτην ινα ταυτα ποιης; 28 and they began saying to him, “By what authority do you do these things? Or who gave you this authority to do these things?”
28 καὶ λέγουσιν αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
29 ο δε ιησους αποκριθεις ειπεν αυτοις· επερωτησω υμας καγω ενα λογον, και αποκριθητε μοι, και ερω υμιν εν ποια εξουσια ταυτα ποιω. 29 Jesus said to them, “I will ask you one question. Answer me, and I will tell you by what authority I do these things.
29 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
30 το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων; αποκριθητε μοι. 30 The baptism of John—was it from heaven, or from men? Answer me.”
30 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31 και ελογιζοντο προς εαυτους λεγοντες· εαν ειπωμεν, εξ ουρανου, ερει· διατι ουν ουκ επιστευσατε αυτω; 31 They reasoned with themselves, saying, “If we should say, ‘From heaven;’ he will say, ‘Why then did you not believe him?’
31 καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ· διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32 αλλα ειπωμεν, εξ ανθρωπων;— εφοβουντο τον λαον· απαντες γαρ ειχον τον ιωαννην οτι προφητης ην. 32 If we should say, ‘From men’”—they feared the people, for all held John to really be a prophet.
32 ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων; — ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι προφήτης ἦν.
33 και αποκριθεντες λεγουσιν τω ιησου· ουκ οιδαμεν. και ο ιησους αποκριθεις λεγει αυτοις· ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω. 33 They answered Jesus, “We don’t know.” Jesus said to them, “Neither will I tell you by what authority I do these things.”
33 καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ· οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.