Skip to the text

Mark · Patriarchal Text (Antoniades 1904/1912)

Mark 13 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εις των μαθητων αυτου· διδασκαλε, ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι.
1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 και ο ιησους αποκριθεις ειπεν αυτω· βλεπεις ταυτας τας μεγαλας οικοδομας; ου μη αφεθη ωδε λιθος επι λιθον ος ου μη καταλυθη.
2 καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.
3 και καθημενου αυτου εις το ορος των ελαιων κατεναντι του ιερου, επηρωτων αυτον κατ ιδιαν πετρος και ιακωβος και ιωαννης και ανδρεας·
3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
4 ειπε ημιν ποτε ταυτα εσται, και τι το σημειον οταν μελλη παντα ταυτα συντελεισθαι;
4 εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;
5 ο δε ιησους αποκριθεις ηρξατο λεγειν αυτοις· βλεπετε μη τις υμας πλανηση.
5 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι, και πολλους πλανησουσιν.
6 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
7 οταν δε ακουσητε πολεμους και ακοας πολεμων, μη θροεισθε· δει γαρ γενεσθαι, αλλ ουπω το τελος.
7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
8 εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν, και εσονται σεισμοι κατα τοπους, και εσονται λιμοι και ταραχαι. αρχαι ωδινων ταυτα.
8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί.
9 βλεπετε δε υμεις εαυτους. παραδωσουσιν γαρ υμας εις συνεδρια και εν ταις συναγωγαις αυτων δαρησεσθε, και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις·
9 ἀρχαὶ ὠδίνων ταῦτα. Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
10 και εις παντα τα εθνη δει πρωτον κηρυχθηναι το ευαγγελιον.
10 καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 οταν δε αγαγωσιν υμας παραδιδοντες, μη προμεριμνατε τι λαλησητε, μηδε μελετατε, αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα, τουτο λαλειτε· ου γαρ υμεις εστε οι λαλουντες, αλλα το πνευμα το αγιον.
11 ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
12 παραδωσει δε αδελφος αδελφον εις θανατον και πατηρ τεκνον, και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους.
12 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
13 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου· ο δε υπομεινας εις τελος, ουτος σωθησεται.
13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 οταν δε ιδητε το βδελυγμα της ερημωσεως το ρηθεν υπο δανιηλ του προφητου εστως οπου ου δει— ο αναγινωσκων νοειτω— τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη,
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖ — ὁ ἀναγινώσκων νοείτω — τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
15 ο δε επι του δωματος μη καταβατω εις την οικιαν μηδε εισελθετω αραι τι εκ της οικιας αυτου,
15 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,
16 και ο εις τον αγρον ων μη επιστρεψατω εις τα οπισω αραι το ιματιον αυτου.
16 καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις.
17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνος.
18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος.
19 εσονται γαρ αι ημεραι εκειναι θλιψις, οια ου γεγονεν τοιαυτη απ αρχης κτισεως ης εκτισεν ο θεος εως του νυν και ου μη γενηται.
19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
20 και ει μη εκολοβωσεν κυριος τας ημερας, ουκ αν εσωθη πασα σαρξ· αλλα δια τους εκλεκτους ους εξελεξατο εκολοβωσεν τας ημερας.
20 καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας.
21 και τοτε εαν τις υμιν ειπη, ιδου ωδε ο χριστος, ιδου εκει, μη πιστευετε.
21 καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύετε.
22 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προς το αποπλαναν, ει δυνατον, και τους εκλεκτους.
22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
23 υμεις δε βλεπετε· ιδου προειρηκα υμιν απαντα.
23 ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα.
24 αλλ εν εκειναις ταις ημεραις, μετα την θλιψιν εκεινην ο ηλιος σκοτισθησεται, και η σεληνη ου δωσει το φεγγος αυτης,
24 Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 και οι αστερες εσονται εκ του ουρανου πιπτοντες, και αι δυναμεις αι εν τοις ουρανοις σαλευθησονται.
25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαις μετα δυναμεως πολλης και δοξης.
26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 και τοτε αποστελει τους αγγελους αυτου και επισυναξει τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων, απ ακρου της γης εως ακρου του ουρανου.
27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τοῦ οὐρανοῦ.
28 απο δε της συκης μαθετε την παραβολην. οταν αυτης ο κλαδος ηδη γενηται απαλος και εκφυη τα φυλλα, γινωσκετε οτι εγγυς το θερος εστιν·
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν αὐτῆς ὁ κλάδος ἤδη γένηται ἁπαλὸς καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
29 ουτως και υμεις, οταν ιδητε ταυτα γινομενα, γινωσκετε οτι εγγυς εστιν επι θυραις.
29 οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρι ου παντα ταυτα γενηται.
30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦτα γένηται.
31 ο ουρανος και η γη παρελευσονται, οι δε εμοι λογοι ου μη παρελευσονται.
31 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται.
32 περι δε της ημερας εκεινης η της ωρας ουδεις οιδεν, ουδε οι αγγελοι εν ουρανω, ουδε ο υιος, ει μη ο πατηρ.
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
33 βλεπετε, αγρυπνειτε και προσευχεσθε· ουκ οιδατε γαρ ποτε ο καιρος εστιν.
33 Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 ως ανθρωπος αποδημος, αφεις την οικιαν αυτου, και δους τοις δουλοις αυτου την εξουσιαν, και εκαστω το εργον αυτου, και τω θυρωρω ενετειλατο ινα γρηγορη.
34 ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 γρηγορειτε ουν· ουκ οιδατε γαρ ποτε ο κυριος της οικιας ερχεται, οψε η μεσονυκτιου η αλεκτοροφωνιας η πρωι·
35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
36 μη ελθων εξαιφνης ευρη υμας καθευδοντας.
36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37 α δε υμιν λεγω, πασιν λεγω· γρηγορειτε.
37 ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε.
Cross references (35)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 24:1–51; Ezekiel 11:22–23; Malachi 3:1–2; Ezekiel 8:6; Ezekiel 10:19
  2. 2 Luke 21:6; Matthew 24:2; Micah 3:12; Jeremiah 26:18; 1 Kings 9:7–8
  3. 3 Matthew 21:1; Mark 4:34; Mark 9:2; Mark 10:35; Mark 1:16–19
  4. 4 Acts 1:6–7; Matthew 24:3; John 21:21–22; Daniel 12:6; Daniel 12:8
  5. 5 Ephesians 5:6; Colossians 2:8; Jeremiah 29:8; 1 John 4:1; 2 Thessalonians 2:3
  6. 6 Mark 13:22; 1 John 4:1; John 5:43; Acts 5:36–39; Jeremiah 14:14
  7. 7 Luke 21:9–11; John 14:27; Matthew 24:6–7; Psalm 112:7; Psalm 27:3
  8. 8 Psalm 48:6; Matthew 24:8; Isaiah 37:3; Haggai 2:22; 1 Thessalonians 5:3
  9. 9 Matthew 10:17–18; John 16:2; 1 Corinthians 4:9–13; Mark 13:5; Philippians 1:29
  10. 10 Matthew 24:14; Colossians 1:23; Romans 10:18; Revelation 14:6; Colossians 1:6
  11. 11 Luke 21:14–15; Luke 12:11–12; Matthew 10:19–21; Acts 6:10; 1 Corinthians 2:13
  12. 12 Matthew 10:21; Luke 12:52–53; Luke 21:16; Micah 7:4–6; Matthew 24:10
  13. 13 John 15:18–19; Matthew 10:22; Luke 6:22; Matthew 24:13; Galatians 6:9
  14. 14 Daniel 9:27; Daniel 12:11; Daniel 11:31; Matthew 24:15–28; Luke 21:20–24
  15. 15 Hebrews 11:7; Luke 17:31–33; Philippians 3:7–8; Matthew 24:16–18; Proverbs 6:4–5
  16. 17 Luke 23:29; Lamentations 4:10; Hosea 13:16; Luke 21:23; Matthew 24:19–21
  17. 19 Daniel 12:1; Joel 2:2; Matthew 24:21; Daniel 9:26; Daniel 9:12
  18. 20 Matthew 24:22; Isaiah 65:8–9; Zechariah 13:8–9; Romans 11:28–32; Isaiah 1:9
  19. 21 Luke 21:8; Matthew 24:23–25; Matthew 24:5; Deuteronomy 13:1–3; Luke 17:23–24
  20. 22 Matthew 24:24; 2 Thessalonians 2:8–14; Mark 13:6; 1 John 2:26; Matthew 7:15
  21. 23 2 Peter 3:17; John 14:29; Luke 21:8; Isaiah 44:7–8; Mark 13:5
  22. 24 Isaiah 13:10; Acts 2:19–20; Revelation 6:12–14; Matthew 24:29–31; 2 Peter 3:10
  23. 25 Isaiah 34:4; Revelation 6:13
  24. 26 Revelation 1:7; Mark 14:62; Matthew 24:30; Matthew 16:27; Matthew 25:31
  25. 27 Zechariah 2:6; Matthew 24:31; Deuteronomy 30:4; Revelation 7:1–3; 2 Thessalonians 2:1
  26. 28 Luke 21:29–31; Matthew 24:32–33
  27. 29 James 5:9; 1 Peter 4:17–18; Hebrews 10:25–37; Ezekiel 12:25–28; Ezekiel 7:10–12
  28. 30 Matthew 24:34; Luke 21:32; Mark 9:1; Matthew 23:36; Matthew 16:28
  29. 31 Isaiah 40:8; Isaiah 51:6; Matthew 24:35; Luke 21:33; Matthew 5:18
  30. 32 Matthew 24:36–42; Acts 1:7; Matthew 25:13; Revelation 3:3; 1 Thessalonians 5:1–2
  31. 33 Romans 13:11–12; Luke 12:40; Ephesians 6:18; Revelation 16:15; Matthew 25:13
  32. 34 John 10:3; Matthew 25:14–30; Luke 12:36–40; Matthew 24:45–47; 1 Corinthians 15:58
  33. 35 Matthew 24:42; Mark 13:33; Matthew 24:44; Mark 14:30; Mark 6:48
  34. 36 1 Thessalonians 5:6–7; Matthew 24:48–51; Luke 21:34; Romans 13:11–14; Mark 14:40
  35. 37 Luke 12:41–46; Mark 13:33; Mark 13:35

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 13:32 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVII)

    The advice, Brethren, which ye have just heard Scripture give, when it tells us to watch for the last day, every one should think of as concerning his own last day; lest haply when ye judge or think the last day of the world to be far distant, ye slumber with respect to your own last day.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Quotes verse 13:32 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXVII–XXVIII)

    … of God; while even the Lord, the very Son of God, allowed that the Father alone knows the very day and hour of judgment, when He plainly declares, "But of that day and that hour knoweth no man, neither the Son, but the Father only." If, then, the Son was not ashamed to ascribe the knowledge of that day to …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 13:32 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVII)

    Ye have heard what Jesus said concerning the last day of this world, "That neither the Angels of heaven, nor the Son knew it, but the Father." Where indeed there is a great difficulty, lest understanding this in a carnal way, we think that the Father knoweth anything which the Son knoweth not.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Quotes verse 13:32 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXVII)

    "But of that day and hour knoweth no man, no, not the angels of Heaven, neither the Son, but the Father." By saying, not the angels, He stopped their mouths, that they should not seek to learn what these angels know not; and by saying, "neither the Son," forbids them not only to learn, but even to inquire.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 13:32 Gregory of Nazianzus, Theological Orations (The Fourth Theological Oration, Which is the Second Concerning the Son)

    Their tenth objection is the ignorance, and the statement that Of the last day and hour knoweth no man, not even the Son Himself, but the Father. And yet how can Wisdom be ignorant of anything--that is, Wisdom Who made the worlds, Who perfects them, Who remodels them, Who is the Limit of all things that were made, Who knoweth …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)