Skip to the text

Mark · Patriarchal Text (Antoniades 1904/1912)

Mark 14 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ην δε το πασχα και τα αζυμα μετα δυο ημερας. και εζητουν οι αρχιερεις και οι γραμματεις πως αυτον εν δολω κρατησαντες αποκτεινωσιν.
1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2 ελεγον δε μη εν τη εορτη, μηποτε θορυβος εσται του λαου.
2 ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
3 και οντος αυτου εν βηθανια εν τη οικια σιμωνος του λεπρου, κατακειμενου αυτου ηλθεν γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικης πολυτελους, και συντριψασα το αλαβαστρον κατεχεεν αυτου κατα της κεφαλης.
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
4 ησαν δε τινες αγανακτουντες προς εαυτους λεγοντες· εις τι η απωλεια αυτη του μυρου γεγονεν;
4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5 ηδυνατο γαρ τουτο το μυρον πραθηναι επανω τριακοσιων δηναριων και δοθηναι τοις πτωχοις· και ενεβριμωντο αυτη.
5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
6 ο δε ιησους ειπεν· αφετε αυτην· τι αυτη κοπους παρεχετε; καλον εργον ειργασατο εν εμοι.
6 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.
7 παντοτε γαρ τους πτωχους εχετε μεθ εαυτων, και οταν θελητε δυνασθε αυτους ευ ποιησαι· εμε δε ου παντοτε εχετε.
7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 ο εσχεν αυτη εποιησεν· προελαβεν μυρισαι μου το σωμα εις τον ενταφιασμον.
8 ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
9 αμην λεγω υμιν, οπου εαν κηρυχθη το ευαγγελιον τουτο εις ολον τον κοσμον, και ο εποιησεν αυτη λαληθησεται εις μνημοσυνον αυτης.
9 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 και ιουδας ο ισκαριωτης, εις των δωδεκα, απηλθεν προς τους αρχιερεις ινα παραδω αυτον αυτοις.
10 Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.
11 οι δε ακουσαντες εχαρησαν, και επηγγειλαντο αυτω αργυρια δουναι· και εζητει πως ευκαιρως αυτον παραδω.
11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.
12 και τη πρωτη ημερα των αζυμων, οτε το πασχα εθυον, λεγουσιν αυτω οι μαθηται αυτου· που θελεις απελθοντες ετοιμασωμεν ινα φαγης το πασχα;
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
13 και αποστελλει δυο των μαθητων αυτου και λεγει αυτοις· υπαγετε εις την πολιν, και απαντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων· ακολουθησατε αυτω,
13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14 και οπου εαν εισελθη, ειπατε τω οικοδεσποτη οτι ο διδασκαλος λεγει· που εστιν το καταλυμα μου οπου το πασχα μετα των μαθητων μου φαγω;
14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15 και αυτος υμιν δειξει ανωγαιον μεγα εστρωμενον ετοιμον· εκει ετοιμασατε ημιν.
15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
16 και εξηλθον οι μαθηται αυτου και ηλθον εις την πολιν, και ευρον καθως ειπεν αυτοις, και ητοιμασαν το πασχα.
16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 και οψιας γενομενης ερχεται μετα των δωδεκα·
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα·
18 και ανακειμενων αυτων και εσθιοντων ειπεν ο ιησους· αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με, ο εσθιων μετ εμου.
18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.
19 οι δε ηρξαντο λυπεισθαι και λεγειν αυτω εις καθ εις· μητι εγω; και αλλος· μητι εγω;
19 οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ;
20 ο δε αποκριθεις ειπεν αυτοις· εις εκ των δωδεκα, ο εμβαπτομενος μετ εμου εις το τρυβλιον.
20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρυβλίον.
21 ο μεν υιος του ανθρωπου υπαγει καθως γεγραπται περι αυτου· ουαι δε τω ανθρωπω εκεινω, δι ου ο υιος του ανθρωπου παραδιδοται· καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωπος εκεινος.
21 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22 και εσθιοντων αυτων λαβων ο ιησους αρτον ευλογησας εκλασεν και εδωκεν αυτοις και ειπεν· λαβετε [φαγετε]· τουτο εστιν το σωμα μου.
22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε [φάγετε]· τοῦτό ἐστι τὸ σῶμά μου.
23 και λαβων [το] ποτηριον ευχαριστησας εδωκεν αυτοις, και επιον εξ αυτου παντες.
23 καὶ λαβὼν [τὸ] ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24 και ειπεν αυτοις· τουτο εστιν το αιμα μου το της καινης διαθηκης το περι πολλων εκχυνομενον.
24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.
25 αμην λεγω υμιν οτι ουκετι ου μη πιω εκ του γενηματος της αμπελου εως της ημερας εκεινης οταν αυτο πινω καινον εν τη βασιλεια του θεου.
25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
26 και υμνησαντες εξηλθον εις το ορος των ελαιων.
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
27 και λεγει αυτοις ο ιησους οτι παντες σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη· οτι γεγραπται, παταξω τον ποιμενα και διασκορπισθησονται τα προβατα·
27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα·
28 αλλα μετα το εγερθηναι με προαξω υμας εις την γαλιλαιαν.
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29 ο δε πετρος εφη αυτω· και ει παντες σκανδαλισθησονται, αλλ ουκ εγω.
29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ.
30 και λεγει αυτω ο ιησους· αμην λεγω σοι οτι συ σημερον εν τη νυκτι ταυτη πριν η δις αλεκτορα φωνησαι τρις απαρνηση με.
30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
31 ο δε πετρος εκ περισσου ελεγεν μαλλον· εαν με δεη συναποθανειν σοι, ου μη σε απαρνησομαι. ωσαυτως δε και παντες ελεγον.
31 ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 και ερχονται εις χωριον ου το ονομα γεθσημανη, και λεγει τοις μαθηταις αυτου· καθισατε ωδε εως προσευξωμαι.
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
33 και παραλαμβανει τον πετρον και ιακωβον και ιωαννην μεθ εαυτου, και ηρξατο εκθαμβεισθαι και αδημονειν
33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
34 και λεγειν αυτοις· περιλυπος εστιν η ψυχη μου εως θανατου· μεινατε ωδε και γρηγορειτε.
34 καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
35 και προελθων μικρον επεσεν επι προσωπον επι της γης, και προσηυχετο ινα, ει δυνατον εστιν, παρελθη απ αυτου η ωρα,
35 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα,
36 και ελεγεν· αββα ο πατηρ, παντα δυνατα σοι· παρενεγκε το ποτηριον απ εμου τουτο· αλλ ου τι εγω θελω, αλλ ει τι συ.
36 καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλ᾽ εἴ τι σύ.
37 και ερχεται και ευρισκει αυτους καθευδοντας, και λεγει τω πετρω· σιμων, καθευδεις; ουκ ισχυσατε μιαν ωραν γρηγορησαι;
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;
38 γρηγορειτε και προσευχεσθε, ινα μη εισελθητε εις πειρασμον· το μεν πνευμα προθυμον, η δε σαρξ ασθενης.
38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39 και παλιν απελθων προσηυξατο τον αυτον λογον ειπων.
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
40 και υποστρεψας ευρεν αυτους παλιν καθευδοντας· ησαν γαρ οι οφθαλμοι αυτων καταβαρυνομενοι, και ουκ ηδεισαν τι αποκριθωσιν αυτω.
40 καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41 και ερχεται το τριτον και λεγει αυτοις· καθευδετε λοιπον και αναπαυεσθε! απεχει· ηλθεν η ωρα· ιδου παραδιδοται ο υιος του ανθρωπου εις τας χειρας των αμαρτωλων.
41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·
42 εγειρεσθε, αγωμεν· ιδου ο παραδιδους με ηγγικεν.
42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.
43 και ευθεως, ετι αυτου λαλουντος, παραγινεται ιουδας ο ισκαριωτης, εις των δωδεκα, και μετ αυτου οχλος πολυς μετα μαχαιρων και ξυλων, απεσταλμενοι παρα των αρχιερεων και γραμματεων και των πρεσβυτερων.
43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων.
44 δεδωκει δε ο παραδιδους αυτον συσσημον αυτοις λεγων· ον αν φιλησω, αυτος εστιν· κρατησατε αυτον και απαγαγετε ασφαλως.
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.
45 και ελθων ευθεως προσελθων αυτω λεγει· χαιρε, ραββι, και κατεφιλησεν αυτον.
45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
46 οι δε επεβαλον επ αυτον τας χειρας αυτων και εκρατησαν αυτον.
46 οἱ δὲ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.
47 εις δε τις των παρεστηκοτων σπασαμενος την μαχαιραν επαισεν τον δουλον του αρχιερεως και αφειλεν αυτου το ωτιον.
47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
48 και αποκριθεις ο ιησους ειπεν αυτοις· ως επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων συλλαβειν με·
48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
49 καθ ημεραν προς υμας ημην εν τω ιερω διδασκων, και ουκ εκρατησατε με. αλλ ινα πληρωθωσιν αι γραφαι.
49 καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50 και αφεντες αυτον εφυγον παντες.
50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
51 και εις τις νεανισκος ηκολουθησεν αυτω, περιβεβλημενος σινδονα επι γυμνου· και κρατουσιν αυτον οι νεανισκοι·
51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι.
52 ο δε καταλιπων την σινδονα γυμνος εφυγεν απ αυτων.
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾽ αὐτῶν.
53 και απηγαγον τον ιησουν προς τον αρχιερεα· και συνερχονται αυτω παντες οι αρχιερεις και οι πρεσβυτεροι και οι γραμματεις.
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54 και ο πετρος απο μακροθεν ηκολουθησεν αυτω εως εσω εις την αυλην του αρχιερεως, και ην συγκαθημενος μετα των υπηρετων και θερμαινομενος προς το φως.
54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55 οι δε αρχιερεις και ολον το συνεδριον εζητουν κατα του ιησου μαρτυριαν εις το θανατωσαι αυτον, και ουχ ευρισκον·
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
56 πολλοι γαρ εψευδομαρτυρουν κατ αυτου, και ισαι αι μαρτυριαι ουκ ησαν.
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57 και τινες ανασταντες εψευδομαρτυρουν κατ αυτου λεγοντες
57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες
58 οτι ημεις ηκουσαμεν αυτου λεγοντος, οτι εγω καταλυσω τον ναον τουτον τον χειροποιητον και δια τριων ημερων αλλον αχειροποιητον οικοδομησω.
58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59 και ουδε ουτως ιση ην η μαρτυρια αυτων.
59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60 και αναστας ο αρχιερευς εις το μεσον επηρωτα τον ιησουν λεγων· ουκ αποκρινη ουδεν; τι ουτοι σου καταμαρτυρουσιν;
60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;
61 ο δε εσιωπα και ουδεν απεκρινατο. παλιν ο αρχιερευς επηρωτα αυτον και λεγει αυτω· συ ει ο χριστος ο υιος του ευλογητου;
61 ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62 ο δε ιησους ειπεν· εγω ειμι· και οψεσθε τον υιον του ανθρωπου εκ δεξιων καθημενον της δυναμεως και ερχομενον επι των νεφελων του ουρανου.
62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63 ο δε αρχιερευς διαρρηξας τους χιτωνας αυτου λεγει· τι ετι χρειαν εχομεν μαρτυρων;
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64 ηκουσατε παντως της βλασφημιας· τι υμιν φαινεται; οι δε παντες κατεκριναν αυτον ειναι ενοχον θανατου.
64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
65 και ηρξαντο τινες εμπτυειν αυτω και περικαλυπτειν το προσωπον αυτου και κολαφιζειν αυτον και λεγειν αυτω· προφητευσον ημιν τις εστιν ο παισας σε. και οι υπηρεται ραπισμασιν αυτον εβαλον.
65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον.
66 και οντος του πετρου κατω εν τη αυλη ερχεται μια των παιδισκων του αρχιερεως,
66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67 και ιδουσα τον πετρον θερμαινομενον εμβλεψασα αυτω λεγει· και συ μετα του ιησου του ναζαρηνου ησθα.
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα.
68 ο δε ηρνησατο λεγων· ουκ οιδα ουδε επισταμαι τι συ λεγεις. και εξηλθεν εξω εις το προαυλιον, και αλεκτωρ εφωνησεν.
68 ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε.
69 και η παιδισκη ιδουσα αυτον παλιν ηρξατο λεγειν τοις παρεστηκοσιν οτι ουτος εξ αυτων εστιν.
69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
70 ο δε παλιν ηρνειτο. και μετα μικρον παλιν οι παρεστωτες ελεγον τω πετρω· αληθως εξ αυτων ει· και γαρ γαλιλαιος ει και η λαλια σου ομοιαζει.
70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει.
71 ο δε ηρξατο αναθεματιζειν και ομνυναι οτι ουκ οιδα τον ανθρωπον τουτον ον λεγετε.
71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε.
72 και εκ δευτερου αλεκτωρ εφωνησεν. και ανεμνησθη ο πετρος το ρημα ο ειπεν αυτω ο ιησους οτι πριν αλεκτορα φωνησαι δις, απαρνηση με τρις· και επιβαλων εκλαιεν.
72 καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Simon the Leper

    Host at Bethany

    The man in whose home in Bethany Jesus was anointed with perfume by a woman.

    Cited in the guide: Matthew 26:6; Mark 14:3

Places

  • Gethsemane

    Today: Slope of the Mount of Olives

    Gethsemane ('oil press') was a garden on the lower Mount of Olives. Jesus prayed here on the night of his arrest; ancient olive trees still grow on the traditional site.

    Cited in the guide: Matthew 26:36; Mark 14:32; Luke 22:44

Cross references (69)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Exodus 12:6–20; Luke 22:1–2; John 13:1; Deuteronomy 16:1–8; Leviticus 23:5–7
  2. 2 John 7:40; Mark 11:18; Proverbs 21:30; Mark 11:32; Luke 20:6
  3. 3 Luke 7:37–39; John 12:1–8; John 11:2; Matthew 26:6–13; Song of Songs 4:13–14
  4. 4 John 12:4–5; Matthew 26:8–9; Ecclesiastes 5:4–8; Malachi 1:12–13; Ecclesiastes 4:4
  5. 5 John 13:29; Matthew 20:11; Psalm 106:25; 1 Corinthians 10:10; Matthew 18:28
  6. 6 Titus 3:14; Matthew 26:10; Hebrews 13:21; Hebrews 10:24; Titus 2:7
  7. 7 Deuteronomy 15:11; Matthew 26:11; James 2:14–16; 1 John 3:16–19; John 16:5
  8. 8 2 Corinthians 8:12; John 12:7; Mark 15:42–16:1; Luke 23:53–24:3; 2 Corinthians 8:1–3
  9. 9 Matthew 26:12–13; Mark 16:15; Matthew 24:14; Psalm 112:6–9; Zechariah 6:14
  10. 10 Luke 22:3–6; Matthew 26:14–16; John 13:2; Psalm 41:9; Matthew 10:4
  11. 11 1 Timothy 6:10; Matthew 26:15; Hosea 7:3; Jude 11; Proverbs 28:21–22
  12. 12 Exodus 12:6; Numbers 28:16–18; Exodus 12:18; 1 Corinthians 5:7–8; Exodus 12:8
  13. 13 Matthew 26:18–19; Luke 22:10–13; Luke 19:30–33; Hebrews 5:9; Hebrews 4:13
  14. 14 Revelation 3:20; Mark 10:17; John 13:13; John 11:28; Mark 11:3
  15. 15 Acts 1:13; John 21:17; Proverbs 21:1–2; Proverbs 16:1; 2 Chronicles 6:30
  16. 16 Luke 22:13; John 16:4; Luke 22:35
  17. 17 Luke 22:14; Matthew 26:20–24; Luke 22:21–23; John 13:21–26
  18. 18 Psalm 41:9; John 6:47; John 6:70; Matthew 6:5; Mark 6:11
  19. 19 John 13:22; Matthew 26:22; Luke 22:21–23
  20. 20 John 13:26; John 6:71; Mark 14:43; Matthew 26:23; Luke 22:47
  21. 21 Matthew 26:24–25; Isaiah 53:1–12; Matthew 18:6–7; Daniel 9:24; Zechariah 13:7
  22. 22 Matthew 26:26–29; Mark 14:24; 1 Corinthians 10:16–17; 1 Corinthians 11:23–29; Luke 24:30
  23. 23 Mark 14:22; Matthew 26:27; 1 Corinthians 10:16; Romans 14:6; Luke 22:17
  24. 24 Exodus 24:8; Zechariah 9:11; Hebrews 9:15–23; Revelation 7:9–17; Hebrews 13:20–21
  25. 25 Matthew 26:29; Psalm 104:15; Zechariah 9:17; Luke 22:29–30; Joel 3:18
  26. 26 Matthew 26:30; Luke 22:39; 1 Corinthians 14:15; Psalm 47:6–7; Judges 18:1–4
  27. 27 Zechariah 13:7; John 16:32; Matthew 26:31; John 16:1; 2 Timothy 4:16
  28. 28 Matthew 28:16; Mark 16:7; Matthew 28:7; Matthew 28:10; Matthew 26:32
  29. 29 Luke 22:33–34; John 13:36–38; Matthew 26:33–35; John 21:15
  30. 30 Mark 14:66–72; John 13:38; Luke 22:34; Genesis 1:5; Genesis 1:8
  31. 31 John 13:37; Exodus 19:8; Jeremiah 17:9; Proverbs 16:18; Deuteronomy 5:27–29
  32. 32 Mark 14:39; Mark 14:36; Psalm 18:5–6; Psalm 22:1–2; Psalm 88:1–3
  33. 33 Luke 22:44; Hebrews 5:7; Mark 5:37; Mark 1:16–19; Psalm 69:1–3
  34. 34 John 12:27; Mark 13:35–37; 1 Peter 5:8; Isaiah 53:12; Lamentations 1:12
  35. 35 Mark 14:41; Deuteronomy 9:18; Genesis 17:3; Acts 10:25–26; Hebrews 5:7
  36. 36 Galatians 4:6; John 5:30; Romans 8:15–16; Hebrews 5:7–8; John 12:27
  37. 37 Matthew 26:40; Mark 14:29–31; Mark 14:40–41; Luke 9:31–32; Hebrews 12:3
  38. 38 Matthew 26:41; Luke 21:36; Matthew 24:42; Luke 22:40; Romans 7:18–25
  39. 39 Matthew 26:42–44; Matthew 6:7; 2 Corinthians 12:8; Luke 18:1
  40. 40 Romans 3:19; Mark 9:33–34; Genesis 44:16
  41. 41 Mark 14:35; Mark 9:31; John 17:1; John 12:27; Mark 7:9
  42. 42 Matthew 26:46; John 18:1–2
  43. 43 Luke 22:47–53; John 18:3–11; Matthew 26:47–56; Psalm 2:1–2; Psalm 22:11–13
  44. 44 Matthew 26:48–50; Proverbs 27:6; Exodus 12:13; Psalm 55:20–21
  45. 45 John 13:13–14; Isaiah 1:3; John 20:16; Mark 12:14; Luke 6:46
  46. 46 Judges 16:21; John 18:12; Acts 2:23; Lamentations 4:20
  47. 47 Luke 22:49–51; Matthew 26:51–54; John 18:10–11
  48. 48 1 Samuel 26:18; Luke 22:52–53; 1 Samuel 24:14–15; Matthew 26:55
  49. 49 John 18:20; John 8:2; Matthew 26:54; Luke 22:37; Daniel 9:24–26
  50. 50 Mark 14:27; John 16:32; Psalm 88:18; 2 Timothy 4:16; Psalm 88:7–8
  51. 52 Mark 13:14–16; Genesis 39:12
  52. 53 Matthew 26:57–68; Luke 22:54–62; John 18:12–14; John 18:19–24; Isaiah 53:7
  53. 54 John 18:18; Matthew 26:3; John 18:25; John 18:15–16; 1 Samuel 13:7
  54. 55 Matthew 26:59–60; 1 Peter 3:16–18; Acts 24:1–13; Matthew 5:22; 1 Kings 21:13
  55. 57 Acts 6:13–14; Matthew 26:60–61; Jeremiah 26:8–9; Mark 15:29; Matthew 27:40
  56. 58 John 2:19; Hebrews 9:11; 2 Corinthians 5:1; Acts 7:48; Mark 15:29
  57. 60 John 19:9–10; Mark 15:3–5; Matthew 26:62–63
  58. 61 Matthew 26:63–64; Mark 15:2; Isaiah 53:7; John 10:30–31; John 19:7
  59. 62 Daniel 7:13–14; Psalm 110:1; Hebrews 1:3; Mark 13:26; Matthew 24:30
  60. 63 Matthew 26:65; Numbers 14:6; Acts 14:13–14; Isaiah 36:22–37:1; Jeremiah 36:23–24
  61. 64 Leviticus 24:16; John 19:7; John 10:31–33; John 8:58–59; Matthew 26:65–66
  62. 65 Matthew 26:67–68; Acts 23:2; Luke 22:63–64; John 19:3; Isaiah 50:6
  63. 66 Mark 14:54; Matthew 26:69–75; John 18:25–27; John 18:15–18; Matthew 26:58
  64. 67 Mark 14:54; Mark 10:47; Acts 10:38; John 1:45–49; John 19:19
  65. 68 Mark 14:29–31; Matthew 26:71–72; 2 Timothy 2:12–13; Mark 14:72; John 13:36–38
  66. 69 Mark 14:38; Galatians 6:1; John 18:17; Luke 22:58; John 18:25
  67. 70 Matthew 26:73–74; Luke 22:59–60; Mark 14:68; Acts 2:7; John 18:26–27
  68. 71 1 Corinthians 10:12; 2 Kings 10:32; 2 Kings 8:12–15; Jeremiah 17:9
  69. 72 Mark 14:30; Mark 14:68; Ezekiel 7:16; 2 Samuel 24:10; Jeremiah 31:18–20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 14:38 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … which has been handed down to us from the beginning; "watching unto prayer," and persevering in fasting; beseeching in our supplications the all-seeing God "not to lead us into temptation," as the Lord has said: "The spirit truly is willing, but the flesh is weak."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 14:21 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XIX)

    Besides, the Lord also declared regarding him, "Woe to the man by whom the Son of man shall be betrayed;" and, "It were better for him if he had never been born;" and he was called the "son of perdition" by Him.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 14:58 Augustine of Hippo, Expositions on the Psalms (Psalm LXVI)

    For false witnesses, when they were asked what they had heard Him say, alleged against Him: "We heard Him saying, I will destroy this Temple, and after three days I will raise it up." "After three days I will raise up," they had heard: "I will destroy," they had not heard: but had heard "destroy ye." One word they changed …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  4. Quotes verse 14:29 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXII)

    "But Peter answered and said, Though all men should be offended because of Thee, yet will I never be offended."

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 14:21 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapters XXI–XXIII)

    Although, then, the Lord said, Good were it for that man that he had never been born, He said it in condemnation not of His own creation but of the evil which His own creation had acquired by his own choice and through his own heedlessness.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)