PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και παλιν ηρξατο διδασκειν παρα την θαλασσαν· και συνηχθη προς αυτον οχλος πολυς, ωστε αυτον εμβαντα εις το πλοιον καθησθαι εν τη θαλασση· και πας ο οχλος προς την θαλασσαν επι της γης ησαν. 1 Again he began to teach by the seaside. A great multitude was gathered to him, so that he entered into a boat in the sea and sat down. All the multitude were on the land by the sea.
1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.
2 και εδιδασκεν αυτους εν παραβολαις πολλα, και ελεγεν αυτοις εν τη διδαχη αυτου· 2 He taught them many things in parables, and told them in his teaching,
2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·
3 ακουετε. ιδου εξηλθεν ο σπειρων του σπειραι. 3 “Listen! Behold, the farmer went out to sow.
3 ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
4 και εγενετο εν τω σπειρειν ο μεν επεσεν επι την οδον, και ηλθον τα πετεινα και κατεφαγεν αυτο· 4 As he sowed, some seed fell by the road, and the birds came and devoured it.
4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν ἐπὶ τὴν ὁδόν, καὶ ἦλθον τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό·
5 και αλλο επεσεν επι το πετρωδες, οπου ουκ ειχεν γην πολλην, και ευθεως εξανετειλεν δια το μη εχειν βαθος γης, 5 Others fell on the rocky ground, where it had little soil, and immediately it sprang up, because it had no depth of soil.
5 καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς,
6 ηλιου δε ανατειλαντος εκαυματισθη, και δια το μη εχειν ριζαν εξηρανθη· 6 When the sun had risen, it was scorched; and because it had no root, it withered away.
6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη·
7 και αλλο επεσεν εις τας ακανθας, και ανεβησαν αι ακανθαι και συνεπνιξαν αυτο, και καρπον ουκ εδωκεν· 7 Others fell among the thorns, and the thorns grew up and choked it, and it yielded no fruit.
7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε·
8 και αλλο επεσεν εις την γην την καλην και εδιδου καρπον αναβαινοντα και αυξανοντα, και εφερεν εν τριακοντα και εν εξηκοντα και εν εκατον. 8 Others fell into the good ground and yielded fruit, growing up and increasing. Some produced thirty times, some sixty times, and some one hundred times as much.”
8 καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.
9 και ελεγεν αυτοις· ο εχων ωτα ακουειν ακουετω. 9 He said, “Whoever has ears to hear, let him hear.”
9 καὶ ἔλεγεν αὐτοῖς· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
10 οτε δε εγενετο κατα μονας, ηρωτησαν αυτον οι περι αυτον συν τοις δωδεκα την παραβολην. 10 When he was alone, those who were around him with the twelve asked him about the parables.
10 Ὅτε δὲ ἐγένετο κατὰ μόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν.
11 και ελεγεν αυτοις· υμιν δεδοται γνωναι τα μυστηρια της βασιλειας του θεου· εκεινοις δε τοις εξω εν παραβολαις τα παντα γινεται, 11 He said to them, “To you is given the mystery of God’s Kingdom, but to those who are outside, all things are done in parables,
11 καὶ ἔλεγεν αὐτοῖς· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,
12 ινα βλεποντες βλεπωσιν και μη ιδωσιν, και ακουοντες ακουωσιν και μη συνιωσιν, μηποτε επιστρεψωσιν και αφεθη αυτοις τα αμαρτηματα. 12 that ‘seeing they may see and not perceive, and hearing they may hear and not understand, lest perhaps they should turn again, and their sins should be forgiven them.’”
12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσι, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι, μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.
13 και λεγει αυτοις· ουκ οιδατε την παραβολην ταυτην, και πως πασας τας παραβολας γνωσεσθε; 13 He said to them, “Don’t you understand this parable? How will you understand all of the parables?
13 καὶ λέγει αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
14 ο σπειρων τον λογον σπειρει. 14 The farmer sows the word.
14 ὁ σπείρων τὸν λόγον σπείρει.
15 ουτοι δε εισιν οι παρα την οδον οπου σπειρεται ο λογος, και οταν ακουσωσιν, ευθυς ερχεται ο σατανας και αιρει τον λογον τον εσπαρμενον εν ταις καρδιαις αυτων. 15 The ones by the road are the ones where the word is sown; and when they have heard, immediately Satan comes and takes away the word which has been sown in them.
15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.
16 και ουτοι ομοιως εισιν οι επι τα πετρωδη σπειρομενοι, οι οταν ακουσωσιν τον λογον, ευθυς μετα χαρας λαμβανουσιν αυτον, 16 These in the same way are those who are sown on the rocky places, who, when they have heard the word, immediately receive it with joy.
16 καὶ οὗτοι ὁμοίως εἰσὶν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσι τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
17 και ουκ εχουσιν ριζαν εν εαυτοις, αλλα προσκαιροι εισιν· ειτα γενομενης θλιψεως η διωγμου δια τον λογον, ευθυς σκανδαλιζονται. 17 They have no root in themselves, but are short-lived. When oppression or persecution arises because of the word, immediately they stumble.
17 καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται.
18 και ουτοι εισιν οι εις τας ακανθας σπειρομενοι, οι τον λογον ακουοντες, 18 Others are those who are sown among the thorns. These are those who have heard the word,
18 καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντες,
19 και αι μεριμναι του αιωνος τουτου και η απατη του πλουτου και αι περι τα λοιπα επιθυμιαι εισπορευομεναι συμπνιγουσιν τον λογον, και ακαρπος γινεται. 19 and the cares of this age, and the deceitfulness of riches, and the lusts of other things entering in choke the word, and it becomes unfruitful.
19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
20 και ουτοι εισιν οι επι την γην την καλην σπαρεντες, οιτινες ακουουσιν τον λογον και παραδεχονται, και καρποφορουσιν εν τριακοντα και εν εξηκοντα και εν εκατον. 20 Those which were sown on the good ground are those who hear the word, accept it, and bear fruit, some thirty times, some sixty times, and some one hundred times.”
20 καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον καὶ παραδέχονται, καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.
21 και ελεγεν αυτοις· μητι ερχεται ο λυχνος ινα υπο τον μοδιον τεθη η υπο την κλινην; ουχ ινα επι την λυχνιαν επιτεθη; 21 He said to them, “Is a lamp brought to be put under a basket or under a bed? Isn’t it put on a stand?
21 Καὶ ἔλεγεν αὐτοῖς· μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;
22 ου γαρ εστιν κρυπτον ο εαν μη φανερωθη, ουδε εγενετο αποκρυφον αλλ ινα ελθη εις φανερον. 22 For there is nothing hidden except that it should be made known, neither was anything made secret but that it should come to light.
22 οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα ἔλθῃ εἰς φανερόν.
23 ει τις εχει ωτα ακουειν, ακουετω. 23 If any man has ears to hear, let him hear.”
23 εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.
24 και ελεγεν αυτοις· βλεπετε τι ακουετε. εν ω μετρω μετρειτε, μετρηθησεται υμιν, και προστεθησεται υμιν τοις ακουουσιν. 24 He said to them, “Take heed what you hear. With whatever measure you measure, it will be measured to you; and more will be given to you who hear.
24 Καὶ ἔλεγεν αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν.
25 ος γαρ αν εχη, δοθησεται αυτω· και ος ουκ εχει, και ο εχει αρθησεται απ αυτου. 25 For whoever has, to him more will be given; and he who doesn’t have, even that which he has will be taken away from him.”
25 ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
26 και ελεγεν· ουτως εστιν η βασιλεια του θεου, ως αν ανθρωπος βαλη τον σπορον επι της γης, 26 He said, “God’s Kingdom is as if a man should cast seed on the earth,
26 Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἂν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
27 και καθευδη και εγειρηται νυκτα και ημεραν, και ο σπορος βλαστανη και μηκυνηται ως ουκ οιδεν αυτος. 27 and should sleep and rise night and day, and the seed should spring up and grow, though he doesn’t know how.
27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
28 αυτοματη γαρ η γη καρποφορει, πρωτον χορτον, ειτα σταχυν, ειτα πληρη σιτον εν τω σταχυι. 28 For the earth bears fruit by itself: first the blade, then the ear, then the full grain in the ear.
28 αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ.
29 οταν δε παραδω ο καρπος, ευθεως αποστελλει το δρεπανον, οτι παρεστηκεν ο θερισμος. 29 But when the fruit is ripe, immediately he puts in the sickle, because the harvest has come.”
29 ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30 και ελεγεν· πως ομοιωσωμεν την βασιλειαν του θεου; η εν τινι παραβολη παραβαλωμεν αυτην; 30 He said, “How will we liken God’s Kingdom? Or with what parable will we illustrate it?
30 Καὶ ἔλεγε· πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν τίνι παραβολῇ παραβάλωμεν αὐτήν;
31 ως κοκκον σιναπεως, ος οταν σπαρη επι της γης, μικροτερος παντων των σπερματων εστιν των επι της γης· 31 It’s like a grain of mustard seed, which, when it is sown in the earth, though it is less than all the seeds that are on the earth,
31 ὡς κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς·
32 και οταν σπαρη, αναβαινει και γινεται μειζων παντων των λαχανων, και ποιει κλαδους μεγαλους, ωστε δυνασθαι υπο την σκιαν αυτου τα πετεινα του ουρανου κατασκηνουν. 32 yet when it is sown, grows up and becomes greater than all the herbs, and puts out great branches, so that the birds of the sky can lodge under its shadow.”
32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μείζων πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
33 και τοιαυταις παραβολαις πολλαις ελαλει αυτοις τον λογον, καθως ηδυναντο ακουειν, 33 With many such parables he spoke the word to them, as they were able to hear it.
33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν,
34 χωρις δε παραβολης ουκ ελαλει αυτοις τον λογον· κατ ιδιαν δε τοις μαθηταις αυτου επελυεν παντα. 34 Without a parable he didn’t speak to them; but privately to his own disciples he explained everything.
34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς τὸν λόγον· κατ᾽ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.
35 και λεγει αυτοις εν εκεινη τη ημερα οψιας γενομενης· διελθωμεν εις το περαν. 35 On that day, when evening had come, he said to them, “Let’s go over to the other side.”
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν εἰς τὸ πέραν.
36 και αφεντες τον οχλον παραλαμβανουσιν αυτον ως ην εν τω πλοιω· και αλλα δε πλοια ην μετ αυτου. 36 Leaving the multitude, they took him with them, even as he was, in the boat. Other small boats were also with him.
36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοῖα ἦν μετ᾽ αὐτοῦ.
37 και γινεται λαιλαψ ανεμου μεγαλη, τα δε κυματα επεβαλλεν εις το πλοιον, ωστε ηδη αυτο βυθιζεσθαι. 37 A big wind storm arose, and the waves beat into the boat, so much that the boat was already filled.
37 καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη αὐτὸ βυθίζεσθαι.
38 και ην αυτος επι τη πρυμνη επι το προσκεφαλαιον καθευδων· και διεγειρουσιν αυτον και λεγουσιν αυτω· διδασκαλε, ου μελει σοι οτι απολλυμεθα; 38 He himself was in the stern, asleep on the cushion; and they woke him up and asked him, “Teacher, don’t you care that we are dying?”
38 καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
39 και διεγερθεις επετιμησεν τω ανεμω και ειπεν τη θαλασση· σιωπα, πεφιμωσο. και εκοπασεν ο ανεμος, και εγενετο γαληνη μεγαλη. 39 He awoke and rebuked the wind, and said to the sea, “Peace! Be still!” The wind ceased and there was a great calm.
39 καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
40 και ειπεν αυτοις· τι δειλοι εστε ουτως; πως ουκ εχετε πιστιν; 40 He said to them, “Why are you so afraid? How is it that you have no faith?”
40 καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν;
41 και εφοβηθησαν φοβον μεγαν και ελεγον προς αλληλους· τις αρα ουτος εστιν, οτι και ο ανεμος και η θαλασσα υπακουουσιν αυτω; 41 They were greatly afraid and said to one another, “Who then is this, that even the wind and the sea obey him?”
41 καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;