Skip to the text

Mark · Patriarchal Text (Antoniades 1904/1912)

Mark 8 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εν εκειναις ταις ημεραις παλιν πολλου οχλου οντος και μη εχοντων τι φαγωσιν, προσκαλεσαμενος ο ιησους τους μαθητας αυτου λεγει αυτοις·
1 Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς·
2 σπλαγχνιζομαι επι τον οχλον, οτι ηδη ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν·
2 σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι·
3 και εαν απολυσω αυτους νηστεις εις οικον αυτων, εκλυθησονται εν τη οδω· τινες γαρ αυτων απο μακροθεν ηκασιν.
3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν ἀπὸ μακρόθεν ἥκασι.
4 και απεκριθησαν αυτω οι μαθηται αυτου· ποθεν τουτους δυνησεται τις ωδε χορτασαι αρτων επ ερημιας;
4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5 και επηρωτα αυτους· ποσους εχετε αρτους; οι δε ειπον· επτα.
5 καὶ ἐπηρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπον· ἑπτά.
6 και παρηγγειλεν τω οχλω αναπεσειν επι της γης· και λαβων τους επτα αρτους ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις αυτου ινα παρατιθωσιν· και παρεθηκαν τω οχλω.
6 καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 και ειχον ιχθυδια ολιγα· και αυτα ευλογησας ειπεν παρατιθεναι και αυτα.
7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ αὐτὰ εὐλογήσας εἶπε παρατιθέναι καὶ αὐτά.
8 εφαγον δε και εχορτασθησαν, και ηραν περισσευματα κλασματων επτα σπυριδας.
8 ἔφαγον δὲ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 ησαν δε ως τετρακισχιλιοι· και απελυσεν αυτους.
9 ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 και εμβας ευθυς εις το πλοιον μετα των μαθητων αυτου ηλθεν εις τα μερη δαλμανουθα.
10 Καὶ ἐμβὰς εὐθὺς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω, ζητουντες παρ αυτου σημειον απο του ουρανου, πειραζοντες αυτον.
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 και αναστεναξας τω πνευματι αυτου λεγει· τι η γενεα αυτη σημειον επιζητει; αμην λεγω υμιν, ει δοθησεται τη γενεα ταυτη σημειον.
12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 και αφεις αυτους εις το πλοιον απηλθεν παλιν.
13 καὶ ἀφεὶς αὐτοὺς εἰς τὸ πλοῖον ἀπῆλθε πάλιν.
14 και επελαθοντο λαβειν αρτους, και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω.
14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 και διεστελλετο αυτοις λεγων· ορατε, βλεπετε απο της ζυμης των φαρισαιων και της ζυμης ηρωδου.
15 καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
16 και διελογιζοντο προς αλληλους λεγοντες οτι αρτους ουκ εχομεν.
16 καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες ὅτι ἄρτους οὐκ ἔχομεν.
17 και γνους ο ιησους λεγει αυτοις· τι διαλογιζεσθε οτι αρτους ουκ εχετε; ουπω νοειτε ουδε συνιετε; ετι πεπωρωμενην εχετε την καρδιαν υμων;
17 καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 οφθαλμους εχοντες ου βλεπετε, και ωτα εχοντες ουκ ακουετε; και ου μνημονευετε;
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;
19 οτε τους πεντε αρτους εκλασα εις τους πεντακισχιλιους, και ποσους κοφινους κλασματων πληρεις ηρατε; λεγουσιν αυτω· δωδεκα.
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, καὶ πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα.
20 οτε δε τους επτα εις τους τετρακισχιλιους, ποσων σπυριδων πληρωματα κλασματων ηρατε; οι δε ειπον· επτα.
20 ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ εἶπον· ἑπτά.
21 και ελεγεν αυτοις· ουπω συνιετε;
21 καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;
22 και ερχεται εις βηθσαιδα. και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται.
22 Καὶ ἔρχεται εἰς Βηθσαϊδά. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 και επιλαβομενος της χειρος του τυφλου εξηγαγεν αυτον εξω της κωμης, και πτυσας εις τα ομματα αυτου, επιθεις τας χειρας αυτω επηρωτα αυτον ει τι βλεπει.
23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.
24 και αναβλεψας ελεγεν· βλεπω τους ανθρωπους ως δενδρα περιπατουντας.
24 καὶ ἀναβλέψας ἔλεγε· βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας.
25 ειτα παλιν επεθηκεν τας χειρας επι τους οφθαλμους αυτου και εποιησεν αυτον αναβλεψαι, και αποκατεσταθη, και ενεβλεψεν τηλαυγως απαντας.
25 εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι, καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας.
26 και απεστειλεν αυτον εις τον οικον αυτου λεγων· μηδε εις την κωμην εισελθης μηδε ειπης τινι εν τη κωμη.
26 καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
27 και εξηλθεν ο ιησους και οι μαθηται αυτου εις τας κωμας καισαρειας της φιλιππου· και εν τη οδω επηρωτα τους μαθητας αυτου λεγων αυτοις· τινα με λεγουσιν οι ανθρωποι ειναι;
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28 οι δε απεκριθησαν· ιωαννην τον βαπτιστην, και αλλοι ηλιαν, αλλοι δε ενα των προφητων.
28 οἱ δὲ ἀπεκρίθησαν· Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν.
29 και αυτος λεγει αυτοις· υμεις δε τινα με λεγετε ειναι; αποκριθεις δε ο πετρος λεγει αυτω· συ ει ο χριστος.
29 καὶ αὐτὸς λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστός.
30 και επετιμησεν αυτοις ινα μηδενι λεγωσιν περι αυτου.
30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
31 και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν, και αποδοκιμασθηναι απο των πρεσβυτερων και των αρχιερεων και των γραμματεων, και αποκτανθηναι, και μετα τρεις ημερας αναστηναι·
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 και παρρησια τον λογον ελαλει. και προσλαβομενος αυτον ο πετρος ηρξατο επιτιμαν αυτω.
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33 ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετιμησεν τω πετρω λεγων· υπαγε οπισω μου, σατανα· οτι ου φρονεις τα του θεου, αλλα τα των ανθρωπων.
33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησε τῷ Πέτρῳ λέγων· ὕπαγε ὀπίσω μου, σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις· οστις θελει οπισω μου ακολουθειν, απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου, και ακολουθειτω μοι.
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35 ος γαρ αν θελη την ψυχην αυτου σωσαι, απολεσει αυτην· ος δ αν απολεση την εαυτου ψυχην ενεκεν εμου και του ευαγγελιου, ουτος σωσει αυτην.
35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.
36 τι γαρ ωφελησει ανθρωπον εαν κερδηση τον κοσμον ολον, και ζημιωθη την ψυχην αυτου;
36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;
37 η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου;
37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 ος γαρ εαν επαισχυνθη με και τους εμους λογους εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω, και ο υιος του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατρος αυτου μετα των αγγελων των αγιων.
38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

Places

  • Bethsaida

    Today: Northern Israel (north of the Sea of Galilee)

    Bethsaida lay near the Jordan's inflow to the Sea of Galilee. Its precise site is debated (et-Tell and el-Araj are candidates; approximate location). Jesus rebuked it for unbelief.

    Cited in the guide: Mark 8:22; John 1:44; Luke 9:10

  • Caesarea Philippi

    Today: Golan Heights (base of Mount Hermon)

    Caesarea Philippi (Banias) sat at the northern edge of the land by a spring of the Jordan and a shrine to Pan. Here Peter made his great confession of Jesus as Messiah.

    Cited in the guide: Matthew 16:13; Mark 8:27

Cross references (37)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 15:32–39; Mark 6:34–44
  2. 2 Matthew 9:36; Micah 7:19; Psalm 103:13; Psalm 145:15; Hebrews 4:15
  3. 3 Isaiah 40:31; Judges 8:4–6; 1 Samuel 14:28–31; 1 Samuel 30:10–12
  4. 4 Mark 6:52; Matthew 15:33; Psalm 78:19–20; Mark 6:36–37; Numbers 11:21–23
  5. 5 Matthew 14:15–17; Matthew 15:34; Luke 9:13; Mark 6:38
  6. 6 Colossians 3:17; John 6:10–11; Matthew 14:18–19; Matthew 15:35–36; 1 Corinthians 10:30–31
  7. 7 Matthew 14:19; John 21:5; John 21:8–9; Luke 24:41–42; Luke 6:41
  8. 8 Matthew 16:10; Psalm 145:16; Mark 8:19–20; 2 Kings 4:42–44; Psalm 107:8–9
  9. 10 Matthew 15:39
  10. 11 Matthew 12:38; John 4:48; 1 Corinthians 10:9; Malachi 3:15; Luke 12:54–57
  11. 12 Matthew 12:39–40; Mark 7:34; John 12:37–43; Matthew 16:4; Luke 11:29–30
  12. 13 Acts 18:6; Hosea 9:12; Matthew 7:6; Acts 13:45–46; Psalm 81:12
  13. 14 Matthew 16:5
  14. 15 1 Corinthians 5:6–8; Matthew 16:6; Matthew 16:11–12; Mark 12:13; Luke 12:1–2
  15. 16 Luke 20:5; Luke 9:46; Matthew 16:7–8
  16. 17 Mark 6:52; Hebrews 5:11–12; Mark 2:8; Isaiah 63:17; Mark 3:5
  17. 18 Acts 28:26–27; Matthew 13:14–15; Jeremiah 5:21; Mark 4:12; Ezekiel 12:2
  18. 19 Matthew 14:17–21; Luke 9:12–17; Mark 6:38–44; John 6:5–13
  19. 20 Matthew 15:34–38; Mark 8:1–9
  20. 21 Psalm 94:8; Mark 6:52; John 14:9; Mark 8:17; 1 Corinthians 15:34
  21. 22 Matthew 11:21; Luke 10:13; Mark 6:45; Mark 2:3; John 1:44
  22. 23 Mark 7:33; John 9:6–7; Acts 9:8; Mark 5:23; Isaiah 51:18
  23. 24 Isaiah 29:18; 1 Corinthians 13:9–12; Isaiah 32:3; Judges 9:36
  24. 25 Proverbs 4:18; Philippians 1:6; 1 Peter 2:9; 2 Peter 3:18; Matthew 13:12
  25. 26 Matthew 8:4; Matthew 12:16; Matthew 9:30; Mark 8:23; Mark 7:36
  26. 27 Luke 9:18–20; Matthew 16:13–20
  27. 28 John 1:21; Mark 9:11–13; Matthew 14:2; Malachi 4:5; Luke 9:7–9
  28. 29 1 John 4:15; Matthew 16:15–16; 1 John 5:1; John 11:27; Luke 9:20
  29. 30 Matthew 16:20; Luke 9:21; Mark 9:9; Mark 7:36; Mark 8:26
  30. 31 Mark 10:33–34; John 2:19; Luke 24:26; Hosea 6:2; 1 Samuel 10:19
  31. 32 Matthew 16:22; John 16:25; John 16:29; John 18:20; Mark 4:38
  32. 33 Matthew 4:10; Philippians 3:19; 1 John 2:15; James 3:15–18; Mark 3:34
  33. 34 Matthew 10:38; Luke 14:26–27; John 10:27; Galatians 5:24; Galatians 2:20
  34. 35 2 Timothy 2:11–13; 1 Corinthians 9:23; Luke 17:33; Matthew 16:25; 2 Timothy 1:8
  35. 36 Matthew 16:26; Psalm 49:17; Luke 9:25; James 1:9–11; Philippians 3:7–9
  36. 37 Psalm 49:7–8; 1 Peter 1:18–19
  37. 38 Luke 12:8–9; Romans 1:16; 1 John 2:23; James 4:4; Luke 9:26

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 8:5 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLV)

    In expounding to you the Holy Scriptures, I as it were break bread for you. Do ye in hunger receive it, and break forth with a fulness of phrase from the heart; and ye who are rich in your banquet, be not meagre in good works and deeds. What I deal out to you is not mine own.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Quotes verse 8:31 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVI)

    … for the remission of sins be preached in His name among all nations." Now this is He who was born of Mary; for He says: "The Son of man must suffer many things, and be rejected, and crucified, and on the third day rise again." The Gospel, therefore, knew no other son of man but Him who was of Mary, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 8:34 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVI)

    Hard and grievous does that appear which the Lord hath enjoined, that "whosoever will come after Him, must deny himself." But what He enjoineth is not hard or grievous, who aideth us that what He enjoineth may be done.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Quotes verse 8:12 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LII)

    But Mark saith, that when they were come unto Him, and were questioning with Him, "He sighed deeply in His spirit, and saith, Why doth this generation seek after a sign?" And yet surely their inquiry was deserving of anger and great displeasure; yet nevertheless the benevolent and provident One is not angry, but pities and bewails them as incurably …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 8:38 Basil of Caesarea, On the Holy Spirit (Chapter VI)

    We ask them to listen to the Lord Himself, distinctly setting forth the equal dignity of His glory with the Father, in His words, "He that hath seen me hath seen the Father;" and again, "When the Son cometh in the glory of his Father;" that they "should honour the Son even as they honour the Father;" and, "We beheld …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)