Skip to the text

Mark · Byzantine Textform (Robinson-Pierpont 2018)

Mark 8 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εν εκειναισ ταισ ημεραισ παμπολλου οχλου οντοσ και μη εχοντων τι φαγωσιν προσκαλεσαμενοσ ο ιησουσ τουσ μαθητασ αυτου λεγει αυτοισ
1 Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς·
2 σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημεραι τρεισ προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν
2 σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι·
3 και εαν απολυσω αυτουσ νηστεισ εισ οικον αυτων εκλυθησονται εν τη οδω τινεσ γαρ αυτων μακροθεν ηκουσιν
3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν ἀπὸ μακρόθεν ἥκασι.
4 και απεκριθησαν αυτω οι μαθηται αυτου ποθεν τουτουσ δυνησεται τισ ωδε χορτασαι αρτων επ ερημιασ
4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5 και επηρωτα αυτουσ ποσουσ εχετε αρτουσ οι δε ειπον επτα
5 καὶ ἐπηρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπον· ἑπτά.
6 και παρηγγειλεν τω οχλω αναπεσειν επι τησ γησ και λαβων τουσ επτα αρτουσ ευχαριστησασ εκλασεν και εδιδου τοισ μαθηταισ αυτου ινα παραθωσιν και παρεθηκαν τω οχλω
6 καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσι· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 και ειχον ιχθυδια ολιγα και ευλογησασ ειπεν παραθειναι και αυτα
7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ αὐτὰ εὐλογήσας εἶπε παρατιθέναι καὶ αὐτά.
8 εφαγον δε και εχορτασθησαν και ηραν περισσευματα κλασματων επτα σπυριδασ
8 ἔφαγον δὲ καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 ησαν δε οι φαγοντεσ ωσ τετρακισχιλιοι και απελυσεν αυτουσ
9 ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 και ευθεωσ εμβασ εισ το πλοιον μετα των μαθητων αυτου ηλθεν εισ τα μερη δαλμανουθα
10 Καὶ ἐμβὰς εὐθὺς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω ζητουντεσ παρ αυτου σημειον απο του ουρανου πειραζοντεσ αυτον
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 και αναστεναξασ τω πνευματι αυτου λεγει τι η γενεα αυτη σημειον επιζητει αμην λεγω υμιν ει δοθησεται τη γενεα ταυτη σημειον
12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 και αφεισ αυτουσ εμβασ παλιν εισ πλοιον απηλθεν εισ το περαν
13 καὶ ἀφεὶς αὐτοὺς εἰς τὸ πλοῖον ἀπῆλθε πάλιν.
14 και επελαθοντο λαβειν αρτουσ και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω
14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 και διεστελλετο αυτοισ λεγων ορατε βλεπετε απο τησ ζυμησ των φαρισαιων και τησ ζυμησ ηρωδου
15 καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
16 και διελογιζοντο προσ αλληλουσ λεγοντεσ οτι αρτουσ ουκ εχομεν
16 καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες ὅτι ἄρτους οὐκ ἔχομεν.
17 και γνουσ ο ιησουσ λεγει αυτοισ τι διαλογιζεσθε οτι αρτουσ ουκ εχετε ουπω νοειτε ουδε συνιετε ετι πεπωρωμενην εχετε την καρδιαν υμων
17 καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 οφθαλμουσ εχοντεσ ου βλεπετε και ωτα εχοντεσ ουκ ακουετε και ου μνημονευετε
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;
19 οτε τουσ πεντε αρτουσ εκλασα εισ τουσ πεντακισχιλιουσ ποσουσ κοφινουσ πληρεισ κλασματων ηρατε λεγουσιν αυτω δωδεκα
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, καὶ πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα.
20 οτε δε τουσ επτα εισ τουσ τετρακισχιλιουσ ποσων σπυριδων πληρωματα κλασματων ηρατε οι δε ειπον επτα
20 ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ εἶπον· ἑπτά.
21 και ελεγεν αυτοισ πωσ ου συνιετε
21 καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;
22 και ερχεται εισ βηθσαιδαν και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται
22 Καὶ ἔρχεται εἰς Βηθσαϊδά. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 και επιλαβομενοσ τησ χειροσ του τυφλου εξηγαγεν αυτον εξω τησ κωμησ και πτυσασ εισ τα ομματα αυτου επιθεισ τασ χειρασ αυτω επηρωτα αυτον ει τι βλεπει
23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.
24 και αναβλεψασ ελεγεν βλεπω τουσ ανθρωπουσ οτι ωσ δενδρα ορω περιπατουντασ
24 καὶ ἀναβλέψας ἔλεγε· βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας.
25 ειτα παλιν επεθηκεν τασ χειρασ επι τουσ οφθαλμουσ αυτου και εποιησεν αυτον αναβλεψαι και αποκατεσταθη και ενεβλεψεν τηλαυγωσ απαντασ
25 εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι, καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε τηλαυγῶς ἅπαντας.
26 και απεστειλεν αυτον εισ τον οικον αυτου λεγων μηδε εισ την κωμην εισελθησ μηδε ειπησ τινι εν τη κωμη
26 καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
27 και εξηλθεν ο ιησουσ και οι μαθηται αυτου εισ τασ κωμασ καισαρειασ τησ φιλιππου και εν τη οδω επηρωτα τουσ μαθητασ αυτου λεγων αυτοισ τινα με λεγουσιν οι ανθρωποι ειναι
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28 οι δε απεκριθησαν ιωαννην τον βαπτιστην και αλλοι ηλιαν αλλοι δε ενα των προφητων
28 οἱ δὲ ἀπεκρίθησαν· Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν.
29 και αυτοσ λεγει αυτοισ υμεισ δε τινα με λεγετε ειναι αποκριθεισ δε ο πετροσ λεγει αυτω συ ει ο χριστοσ
29 καὶ αὐτὸς λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστός.
30 και επετιμησεν αυτοισ ινα μηδενι λεγωσιν περι αυτου
30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.
31 και ηρξατο διδασκειν αυτουσ οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και των αρχιερεων και των γραμματεων και αποκτανθηναι και μετα τρεισ ημερασ αναστηναι
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 και παρρησια τον λογον ελαλει και προσλαβομενοσ αυτον ο πετροσ ηρξατο επιτιμαν αυτω
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33 ο δε επιστραφεισ και ιδων τουσ μαθητασ αυτου επετιμησεν τω πετρω λεγων υπαγε οπισω μου σατανα οτι ου φρονεισ τα του θεου αλλα τα των ανθρωπων
33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησε τῷ Πέτρῳ λέγων· ὕπαγε ὀπίσω μου, σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 και προσκαλεσαμενοσ τον οχλον συν τοισ μαθηταισ αυτου ειπεν αυτοισ οστισ θελει οπισω μου ακολουθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35 οσ γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην οσ δ αν απολεση την εαυτου ψυχην ενεκεν εμου και του ευαγγελιου ουτοσ σωσει αυτην
35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν.
36 τι γαρ ωφελησει ανθρωπον εαν κερδηση τον κοσμον ολον και ζημιωθη την ψυχην αυτου
36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;
37 η τι δωσει ανθρωποσ ανταλλαγμα τησ ψυχησ αυτου
37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 οσ γαρ εαν επαισχυνθη με και τουσ εμουσ λογουσ εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υιοσ του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατροσ αυτου μετα των αγγελων των αγιων
38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

Places

  • Bethsaida

    Today: Northern Israel (north of the Sea of Galilee)

    Bethsaida lay near the Jordan's inflow to the Sea of Galilee. Its precise site is debated (et-Tell and el-Araj are candidates; approximate location). Jesus rebuked it for unbelief.

    Cited in the guide: Mark 8:22; John 1:44; Luke 9:10

  • Caesarea Philippi

    Today: Golan Heights (base of Mount Hermon)

    Caesarea Philippi (Banias) sat at the northern edge of the land by a spring of the Jordan and a shrine to Pan. Here Peter made his great confession of Jesus as Messiah.

    Cited in the guide: Matthew 16:13; Mark 8:27

Cross references (37)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 15:32–39; Mark 6:34–44
  2. 2 Matthew 9:36; Micah 7:19; Psalm 103:13; Psalm 145:15; Hebrews 4:15
  3. 3 Isaiah 40:31; Judges 8:4–6; 1 Samuel 14:28–31; 1 Samuel 30:10–12
  4. 4 Mark 6:52; Matthew 15:33; Psalm 78:19–20; Mark 6:36–37; Numbers 11:21–23
  5. 5 Matthew 14:15–17; Matthew 15:34; Luke 9:13; Mark 6:38
  6. 6 Colossians 3:17; John 6:10–11; Matthew 14:18–19; Matthew 15:35–36; 1 Corinthians 10:30–31
  7. 7 Matthew 14:19; John 21:5; John 21:8–9; Luke 24:41–42; Luke 6:41
  8. 8 Matthew 16:10; Psalm 145:16; Mark 8:19–20; 2 Kings 4:42–44; Psalm 107:8–9
  9. 10 Matthew 15:39
  10. 11 Matthew 12:38; John 4:48; 1 Corinthians 10:9; Malachi 3:15; Luke 12:54–57
  11. 12 Matthew 12:39–40; Mark 7:34; John 12:37–43; Matthew 16:4; Luke 11:29–30
  12. 13 Acts 18:6; Hosea 9:12; Matthew 7:6; Acts 13:45–46; Psalm 81:12
  13. 14 Matthew 16:5
  14. 15 1 Corinthians 5:6–8; Matthew 16:6; Matthew 16:11–12; Mark 12:13; Luke 12:1–2
  15. 16 Luke 20:5; Luke 9:46; Matthew 16:7–8
  16. 17 Mark 6:52; Hebrews 5:11–12; Mark 2:8; Isaiah 63:17; Mark 3:5
  17. 18 Acts 28:26–27; Matthew 13:14–15; Jeremiah 5:21; Mark 4:12; Ezekiel 12:2
  18. 19 Matthew 14:17–21; Luke 9:12–17; Mark 6:38–44; John 6:5–13
  19. 20 Matthew 15:34–38; Mark 8:1–9
  20. 21 Psalm 94:8; Mark 6:52; John 14:9; Mark 8:17; 1 Corinthians 15:34
  21. 22 Matthew 11:21; Luke 10:13; Mark 6:45; Mark 2:3; John 1:44
  22. 23 Mark 7:33; John 9:6–7; Acts 9:8; Mark 5:23; Isaiah 51:18
  23. 24 Isaiah 29:18; 1 Corinthians 13:9–12; Isaiah 32:3; Judges 9:36
  24. 25 Proverbs 4:18; Philippians 1:6; 1 Peter 2:9; 2 Peter 3:18; Matthew 13:12
  25. 26 Matthew 8:4; Matthew 12:16; Matthew 9:30; Mark 8:23; Mark 7:36
  26. 27 Luke 9:18–20; Matthew 16:13–20
  27. 28 John 1:21; Mark 9:11–13; Matthew 14:2; Malachi 4:5; Luke 9:7–9
  28. 29 1 John 4:15; Matthew 16:15–16; 1 John 5:1; John 11:27; Luke 9:20
  29. 30 Matthew 16:20; Luke 9:21; Mark 9:9; Mark 7:36; Mark 8:26
  30. 31 Mark 10:33–34; John 2:19; Luke 24:26; Hosea 6:2; 1 Samuel 10:19
  31. 32 Matthew 16:22; John 16:25; John 16:29; John 18:20; Mark 4:38
  32. 33 Matthew 4:10; Philippians 3:19; 1 John 2:15; James 3:15–18; Mark 3:34
  33. 34 Matthew 10:38; Luke 14:26–27; John 10:27; Galatians 5:24; Galatians 2:20
  34. 35 2 Timothy 2:11–13; 1 Corinthians 9:23; Luke 17:33; Matthew 16:25; 2 Timothy 1:8
  35. 36 Matthew 16:26; Psalm 49:17; Luke 9:25; James 1:9–11; Philippians 3:7–9
  36. 37 Psalm 49:7–8; 1 Peter 1:18–19
  37. 38 Luke 12:8–9; Romans 1:16; 1 John 2:23; James 4:4; Luke 9:26

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 8:5 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLV)

    In expounding to you the Holy Scriptures, I as it were break bread for you. Do ye in hunger receive it, and break forth with a fulness of phrase from the heart; and ye who are rich in your banquet, be not meagre in good works and deeds. What I deal out to you is not mine own.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Quotes verse 8:31 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVI)

    … for the remission of sins be preached in His name among all nations." Now this is He who was born of Mary; for He says: "The Son of man must suffer many things, and be rejected, and crucified, and on the third day rise again." The Gospel, therefore, knew no other son of man but Him who was of Mary, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 8:34 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVI)

    Hard and grievous does that appear which the Lord hath enjoined, that "whosoever will come after Him, must deny himself." But what He enjoineth is not hard or grievous, who aideth us that what He enjoineth may be done.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Quotes verse 8:12 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LII)

    But Mark saith, that when they were come unto Him, and were questioning with Him, "He sighed deeply in His spirit, and saith, Why doth this generation seek after a sign?" And yet surely their inquiry was deserving of anger and great displeasure; yet nevertheless the benevolent and provident One is not angry, but pities and bewails them as incurably …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 8:38 Basil of Caesarea, On the Holy Spirit (Chapter VI)

    We ask them to listen to the Lord Himself, distinctly setting forth the equal dignity of His glory with the Father, in His words, "He that hath seen me hath seen the Father;" and again, "When the Son cometh in the glory of his Father;" that they "should honour the Son even as they honour the Father;" and, "We beheld …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)