Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 14 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εν εκεινω τω καιρω ηκουσεν ηρωδης ο τετραρχης την ακοην ιησου
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ
2 και ειπεν τοις παισιν αυτου· ουτος εστιν ιωαννης ο βαπτιστης· αυτος ηγερθη απο των νεκρων, και δια τουτο αι δυναμεις ενεργουσιν εν αυτω.
2 καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
3 ο γαρ ηρωδης κρατησας τον ιωαννην εδησεν αυτον και εθετο εν φυλακη δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου.
3 ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.
4 ελεγεν γαρ αυτω ο ιωαννης· ουκ εξεστιν σοι εχειν αυτην.
4 ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν.
5 και θελων αυτον αποκτειναι εφοβηθη τον οχλον, οτι ως προφητην αυτον ειχον.
5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
6 γενεσιων δε αγομενων του ηρωδου ωρχησατο η θυγατηρ της ηρωδιαδος εν τω μεσω και ηρεσεν τω ηρωδη·
6 γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡρῴδῃ·
7 οθεν μεθ ορκου ωμολογησεν αυτη δουναι ο εαν αιτησηται.
7 ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
8 η δε, προβιβασθεισα υπο της μητρος αυτης, δος μοι, φησιν, ωδε επι πινακι την κεφαλην ιωαννου του βαπτιστου.
8 ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
9 και ελυπηθη ο βασιλευς, δια δε τους ορκους και τους συνανακειμενους εκελευσεν δοθηναι,
9 καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι,
10 και πεμψας απεκεφαλισεν τον ιωαννην εν τη φυλακη.
10 καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.
11 και ηνεχθη η κεφαλη αυτου επι πινακι και εδοθη τω κορασιω, και ηνεγκεν τη μητρι αυτης.
11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς.
12 και προσελθοντες οι μαθηται αυτου ηραν το σωμα και εθαψαν αυτο, και ελθοντες απηγγειλαν τω ιησου.
12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13 ακουσας δε ο ιησους ανεχωρησεν εκειθεν εν πλοιω εις ερημον τοπον κατ ιδιαν· και ακουσαντες οι οχλοι ηκολουθησαν αυτω πεζη απο των πολεων.
13 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
14 και εξελθων ο ιησους ειδεν πολυν οχλον, και εσπλαγχνισθη επ αυτοις και εθεραπευσεν τους αρρωστους αυτων.
14 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.
15 οψιας δε γενομενης προσηλθον αυτω οι μαθηται αυτου λεγοντες· ερημος εστιν ο τοπος και η ωρα ηδη παρηλθεν· απολυσον τους οχλους, ινα απελθοντες εις τας κωμας αγορασωσιν εαυτοις βρωματα.
15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
16 ο δε ιησους ειπεν αυτοις· ου χρειαν εχουσιν απελθειν· δοτε αυτοις υμεις φαγειν.
16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.
17 οι δε λεγουσιν αυτω· ουκ εχομεν ωδε ει μη πεντε αρτους και δυο ιχθυας.
17 οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
18 ο δε ειπεν· φερετε μοι αυτους ωδε.
18 ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε.
19 και κελευσας τους οχλους ανακλιθηναι επι τους χορτους, λαβων τους πεντε αρτους και τους δυο ιχθυας, αναβλεψας εις τον ουρανον ευλογησεν, και κλασας εδωκεν τοις μαθηταις τους αρτους, οι δε μαθηται τοις οχλοις.
19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
20 και εφαγον παντες και εχορτασθησαν, και ηραν το περισσευον των κλασματων δωδεκα κοφινους πληρεις.
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.
21 οι δε εσθιοντες ησαν ανδρες ωσει πεντακισχιλιοι χωρις γυναικων και παιδιων.
21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
22 και ευθεως ηναγκασεν ο ιησους τους μαθητας αυτου εμβηναι εις το πλοιον και προαγειν αυτον εις το περαν, εως ου απολυση τους οχλους.
22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
23 και απολυσας τους οχλους ανεβη εις το ορος κατ ιδιαν προσευξασθαι. οψιας δε γενομενης μονος ην εκει.
23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
24 το δε πλοιον ηδη μεσον της θαλασσης ην, βασανιζομενον υπο των κυματων· ην γαρ εναντιος ο ανεμος.
24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
25 τεταρτη δε φυλακη της νυκτος απηλθεν προς αυτους ο ιησους περιπατων επι της θαλασσης.
25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης.
26 και ιδοντες αυτον οι μαθηται επι την θαλασσαν περιπατουντα εταραχθησαν λεγοντες οτι φαντασμα εστιν, και απο του φοβου εκραξαν.
26 καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
27 ευθεως δε ελαλησεν αυτοις ο ιησους λεγων· θαρσειτε, εγω ειμι· μη φοβεισθε.
27 εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
28 αποκριθεις δε αυτω ο πετρος ειπεν· κυριε, ει συ ει, κελευσον με προς σε ελθειν επι τα υδατα.
28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.
29 ο δε ειπεν, ελθε. και καταβας απο του πλοιου ο πετρος περιεπατησεν επι τα υδατα ελθειν προς τον ιησουν.
29 ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.
30 βλεπων δε τον ανεμον ισχυρον εφοβηθη, και αρξαμενος καταποντιζεσθαι εκραξεν λεγων· κυριε, σωσον με.
30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με.
31 ευθεως δε ο ιησους εκτεινας την χειρα επελαβετο αυτου και λεγει αυτω· ολιγοπιστε! εις τι εδιστασας;
31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τί ἐδίστασας;
32 και εμβαντων αυτων εις το πλοιον εκοπασεν ο ανεμος·
32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος·
33 οι δε εν τω πλοιω ελθοντες προσεκυνησαν αυτω λεγοντες· αληθως θεου υιος ει.
33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ.
34 και διαπερασαντες ηλθον εις την γην γεννησαρετ.
34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
35 και επιγνοντες αυτον οι ανδρες του τοπου εκεινου απεστειλαν εις ολην την περιχωρον εκεινην, και προσηνεγκαν αυτω παντας τους κακως εχοντας,
35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,
36 και παρεκαλουν αυτον ινα καν μονον αψωνται του κρασπεδου του ιματιου αυτου· και οσοι ηψαντο διεσωθησαν.
36 καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Herod Antipas

    Tetrarch of Galilee

    Herod, tetrarch of Galilee, who had John the Baptist arrested over Herodias, his brother's wife whom he had married, and had him beheaded, and before whom Jesus appeared.

    Cited in the guide: Matthew 14:1; Matthew 14:3; Mark 6:17

  • Herodias

    Wife of Herod the tetrarch

    Previously the wife of Herod's brother Philip, whom Herod married, and for whom John the Baptist rebuked him; she bore a grudge against John and sought his death.

    Cited in the guide: Matthew 14:3; Mark 6:17; Mark 6:19

  • John the Baptist

    Forerunner who baptized Jesus

    Son of Zechariah, who preached in the wilderness and baptized in the Jordan, pointed to Jesus as the Lamb of God, rebuked Herod over Herodias and was imprisoned and beheaded.

    Cited in the guide: Matthew 3:1; Matthew 14:3; Luke 1:13

Cross references (35)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 3:1; Mark 8:15; Mark 6:14–29; Luke 9:7–9; Acts 4:27
  2. 2 John 10:41; Matthew 16:14; Mark 8:28; Matthew 11:11
  3. 3 Mark 6:17; Luke 3:19–20; Matthew 4:12; Mark 6:19; Matthew 11:2
  4. 4 Leviticus 20:21; Leviticus 18:16; Mark 6:18; Proverbs 28:1; Deuteronomy 25:5–6
  5. 5 Matthew 21:32; Matthew 11:9; Matthew 21:26; Mark 14:1–2; Mark 6:19–20
  6. 6 Mark 6:21–23; Hosea 1:5–6; Genesis 40:20; Matthew 22:24; Esther 1:2–12
  7. 7 Esther 5:6; Esther 5:3; Esther 7:2
  8. 8 Proverbs 29:10; Mark 6:24; 1 Kings 18:13; 2 Chronicles 22:2–3; 2 Kings 11:1
  9. 9 John 19:12–16; Mark 6:14; Mark 6:26; Ecclesiastes 5:2; Daniel 6:14–16
  10. 10 Revelation 11:7; Luke 9:9; Matthew 17:12; Mark 6:27–29; Jeremiah 2:30
  11. 11 Revelation 16:6; Revelation 17:6; Jeremiah 22:17; Ezekiel 19:2–3; Ezekiel 16:3–4
  12. 12 Acts 8:2; Matthew 27:58–61
  13. 13 Luke 9:10–17; Matthew 14:1–2; Mark 6:30–44; John 6:1–15; Matthew 12:15
  14. 14 Hebrews 4:15; Matthew 9:36; Hebrews 2:17; Matthew 15:32–39; John 11:33–35
  15. 15 Matthew 15:23; Mark 8:3; Mark 6:35–36; Luke 9:12
  16. 16 2 Kings 4:42–44; 2 Corinthians 8:2–3; Ecclesiastes 11:2; John 13:29; Proverbs 11:24
  17. 17 John 6:5–9; Matthew 15:33–34; Mark 6:37–38; Luke 9:13; Mark 8:4–5
  18. 19 Mark 8:6–7; 1 Samuel 9:13; Luke 24:30; 1 Timothy 4:4–5; Mark 6:41
  19. 20 Exodus 16:12; 1 Kings 17:12–16; Mark 6:42–44; Matthew 16:8–10; Exodus 16:8
  20. 21 Philippians 4:19; 2 Corinthians 9:8–11; Acts 4:4; John 6:10; Acts 4:34
  21. 22 Mark 6:45–51; John 6:15–21; Matthew 15:39
  22. 23 Luke 6:12; Mark 6:46; Matthew 26:36; John 6:15–17; Matthew 6:6
  23. 24 Mark 6:48; John 6:18; Matthew 8:24; Isaiah 54:11
  24. 25 Job 9:8; John 6:19; Mark 6:48; Psalm 104:3; Matthew 24:43
  25. 26 Revelation 1:17; Luke 1:11–12; Mark 6:49–50; Daniel 10:6–12; Job 4:14–16
  26. 27 John 16:33; Revelation 1:17–18; Acts 23:11; Isaiah 41:10; Isaiah 41:4
  27. 28 John 6:68; Romans 12:3; Matthew 26:33–35; John 13:36–38; Matthew 19:27
  28. 29 Philippians 4:13; Mark 9:23; Acts 3:16; Luke 17:6; Mark 11:22–23
  29. 30 Lamentations 3:54–57; 2 Timothy 4:16–17; Mark 14:38; Matthew 8:24–25; Jonah 2:2–7
  30. 31 James 1:6–8; Psalm 138:7; Genesis 22:14; Matthew 8:26; Matthew 17:20
  31. 32 Psalm 107:29–30; Mark 4:41; Mark 6:51; John 6:21
  32. 33 Psalm 2:7; John 11:27; Romans 1:4; John 1:49; Mark 1:1
  33. 34 Mark 6:53–56; Luke 5:1; John 6:24–25
  34. 35 Matthew 4:24–25; Mark 2:1–12; Mark 3:8–10; Mark 6:55; Mark 1:28–34
  35. 36 Luke 6:19; Acts 19:11–12; Matthew 9:20–21; Acts 3:16; Mark 3:10

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 14:24 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXV)

    The lesson of the Gospel which we have just heard is a lesson of humility to us all, that we may see and know where we are, and whither we must tend and hasten. For that ship which carries the disciples, which was tossed in the waves by a contrary wind, is not without its meaning.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 14:13 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLIX)

    See Him on every occasion "departing," For not by His appearance only, but by His actions He would have this confirmed, because He knew the devil's craft, and that he would leave nothing undone to destroy this doctrine.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 14:19 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXIII–XXIV)

    Soter is a name of five letters; Pater, too, contains five letters; Agape (love), too, consists of five letters; and our Lord, after blessing the five loaves, fed with them five thousand men.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 14:33 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXV)

    Nevertheless after He was come up into the ship, they who were being borne in her, came saying, "Of a truth Thou art the Son of God." But before this plain discovery of Himself they were troubled, saying, "It is a phantom." But He coming up into the ship took away the fluctuation of mind from their hearts, when they …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Quotes verse 14:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLVIII)

    "At that time Herod the tetrarch heard of the fame of Jesus." For Herod the king, this man's father, he that slew the children, was dead.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)