1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. 2 Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· 3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 4 ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 7 καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ. 9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. 10 καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ᾽ αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα. 12 Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον· 13 καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ [οἱ] ἄγγελοι διηκόνουν αὐτῷ. 14 Μετὰ δὲ τὸ παραδοθῆναι Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ 15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. 16 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ τοῦ Σίμωνος, βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς· 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰς ἐκεῖθεν ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, 20 καὶ εὐθέως ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. 21 Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν [εἰσελθὼν] εἰς τὴν συναγωγὴν ἐδίδασκε. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε 24 λέγων· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾽ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28 καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας. 29 Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα. καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς. 32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους. 33 καὶ ἦν ἡ πόλις ὅλη ἐπισυνηγμένη πρὸς τὴν θύραν· 34 καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. 35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ, 37 καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες σε ζητοῦσι. 38 καὶ λέγει αὐτοῖς· ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. 39 καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. 40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 41 ὁ δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ· θέλω, καθαρίσθητι. 42 καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 καὶ ἐμβριμησάμενος αὐτῷ εὐθέως ἐξέβαλεν αὐτὸν καὶ λέγει αὐτῷ· 44 ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλ᾽ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.
Mark · Patriarchal Text 1904 (accented, eBible edition)
Mark 1 Patriarchal Text 1904 (accented, eBible edition)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Zebedee
A fisherman in whose boat his sons James and John were mending nets when Jesus called them; they left him in the boat with the hired men.
Cited in the guide: Matthew 4:21; Matthew 20:20; Mark 1:20
Cross references (44)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 John 5:11–12; Matthew 4:3; Matthew 3:17; John 20:31; Matthew 17:5
- 2 Malachi 3:1; Luke 1:76; Matthew 11:10; Matthew 3:1–11; Luke 1:15–17
- 3 Isaiah 40:3–5; Matthew 3:3; Luke 3:4–6; John 3:28–36; John 1:15
- 4 Acts 19:3–4; Matthew 3:6; Acts 13:24–25; John 3:23; Matthew 3:1–2
- 5 Leviticus 26:40–42; Acts 19:18; Matthew 3:5–6; Acts 2:38; Matthew 4:25
- 6 2 Kings 1:8; Leviticus 11:22; Zechariah 13:4; Matthew 3:4
- 7 Acts 13:25; Luke 3:16; John 1:27; Matthew 3:11; Luke 7:6–7
- 8 Acts 1:5; 1 Corinthians 12:13; Acts 19:4–6; Acts 2:4; Acts 10:45
- 9 Matthew 3:13–17; Matthew 2:23; Luke 3:21–22
- 10 John 1:31–34; Luke 3:22; Isaiah 42:1; Isaiah 64:1; Matthew 3:16
- 11 Isaiah 42:1; Mark 9:7; Matthew 3:17; Psalm 2:7; Colossians 1:13
- 12 Matthew 4:1–11; Luke 4:1–13
- 13 Hebrews 2:17–18; Hebrews 4:15; Exodus 34:28; Matthew 26:53; 1 Kings 19:5–8
- 14 Matthew 4:23; Matthew 4:12; Luke 8:1; Matthew 9:35; Ephesians 2:17
- 15 Matthew 3:2; Matthew 4:17; Acts 2:36–38; Acts 20:21; Ephesians 1:10
- 16 Matthew 4:18–22; John 1:40–42; John 6:8; Luke 6:14; Mark 3:16
- 17 Luke 5:10; Matthew 4:19–20; Acts 2:38–41; Ezekiel 47:10
- 18 Luke 18:28–30; Philippians 3:8; Luke 14:33; Matthew 19:27–30; Mark 10:28–31
- 19 Matthew 4:21; Acts 1:13; Mark 9:2; Acts 12:2; Mark 10:35
- 20 Luke 14:26; Mark 10:29; Matthew 10:37; Matthew 8:21–22; 2 Corinthians 5:16
- 21 Mark 6:2; Mark 1:39; Matthew 4:23; Acts 13:14–52; Acts 17:2
- 22 Matthew 7:28–29; Matthew 13:54; Luke 4:32; John 7:46; Luke 21:15
- 23 Mark 9:25; Mark 1:34; Mark 5:2; Matthew 12:43; Mark 7:25
- 24 James 2:19; Matthew 8:29; Luke 4:34; Acts 3:14; Revelation 3:7
- 25 Mark 1:34; Mark 3:11–12; Luke 4:41; Acts 16:17; Mark 9:25
- 26 Mark 9:26; Mark 9:20; Luke 11:22; Luke 9:39; Luke 9:42
- 27 Mark 7:37; Luke 9:1; Matthew 15:31; Matthew 9:33; Luke 4:36
- 28 Matthew 9:31; Luke 4:37; Micah 5:4; Matthew 4:24; Mark 1:45
- 29 Matthew 8:14–15; Luke 4:38–39; Mark 1:21; Luke 9:58; Mark 1:23
- 30 1 Corinthians 9:5; John 11:3; Mark 5:23; James 5:14–15
- 31 Acts 9:41; Psalm 103:1–3; Psalm 116:12; Luke 8:2–3; Mark 5:41
- 32 Matthew 8:16; Luke 4:40; Matthew 4:24; Mark 3:2; Mark 1:21
- 33 Mark 1:5; Acts 13:44
- 34 Luke 4:41; Mark 3:12; Acts 16:16–18; Matthew 4:23; Mark 1:25
- 35 Luke 6:12; Luke 5:16; Luke 22:39–46; Ephesians 6:18; Psalm 5:3
- 37 John 12:19; Zechariah 11:11; John 3:26; Mark 1:5; John 11:48
- 38 Luke 4:43; Isaiah 61:1–3; John 17:8; John 17:4; Luke 4:18–21
- 39 Matthew 4:23; Mark 1:21; Luke 4:41; Luke 4:43–44; Mark 7:30
- 40 Luke 5:12–14; Matthew 8:2–4; Leviticus 13:1–14; 2 Samuel 3:29; Matthew 17:14
- 41 Matthew 9:36; Hebrews 4:15; Luke 7:12–13; Mark 5:41; Hebrews 2:17
- 42 John 15:3; Matthew 15:28; Psalm 33:9; John 4:50–53; Mark 1:31
- 43 Matthew 9:30; Mark 3:12; Mark 7:36; Luke 8:56; Mark 5:43
- 44 Leviticus 14:1–32; Matthew 8:4; Luke 17:14; 1 Corinthians 10:11; Romans 15:4
- 45 Matthew 9:31; Mark 2:13; Psalm 77:11; John 6:2; Luke 5:15–17
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… Mark, the interpreter and follower of Peter, does thus commence his Gospel narrative: "The beginning of the Gospel of Jesus Christ, the Son of God; as it is written in the prophets, Behold, I send My messenger before Thy face, which shall prepare Thy way. The voice of one crying in the wilderness, Prepare ye the way of the Lord, …
The devils themselves knew this manifestation of God so well, that they said to the Lord though clothed with the infirmity of flesh, "What have we to do with Thee, Jesus of Nazareth? Art Thou come to destroy us before the time?" From these words, it is clear that they had great knowledge, and no charity.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Having then found Him in the wilderness, and in a pathless wilderness (for that the wilderness was such, Mark hath declared, saying, that He "was with the wild beasts" ), behold with how much craft he draws near, and wickedness; and for what sort of opportunity he watches.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For it saith, The beginning of the Gospel of Jesus Christ, &c.: John came baptising in the wilderness.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
Wherefore Mark also says: "The beginning of the Gospel of Jesus Christ, the Son of God; as it is written in the prophets." Knowing one and the same Son of God, Jesus Christ, who was announced by the prophets, who from the fruit of David's body was Emmanuel, "the messenger of great counsel of the Father;" through whom God caused …