1 Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης — 2 καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ — 3 ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. 4 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. 5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· 6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. 7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. 8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. 9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 14 ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15 λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. 16 λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19 λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. 21 λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23 ἀλλ᾽ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. 24 πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 25 λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. 26 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι. 27 καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ᾽ αὐτῆς; 28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· 29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 30 ἐξῆλθον [οὖν] ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 31 Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ῥαββί, φάγε. 32 ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. 33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34 λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. 36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. 39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. 40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός. 43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. 44 αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. 45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. 46 Ἦλθεν οὖν πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ· 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 λέγει αὐτῷ ὁ Ἰησοῦς· πορεύου· ὁ υἱός σου ζῇ. καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ. 52 ἐπύθετο οὖν παρ᾽ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
John · Patriarchal Text 1904 (accented, eBible edition)
John 4 Patriarchal Text 1904 (accented, eBible edition)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
Places
Cana
Cana's exact site is debated — Kafr Kanna and Khirbet Qana near Nazareth are the leading candidates (approximate location). It is remembered as the place of Jesus' first miracle.
Cited in the guide: John 2:1-11; John 4:46
Shechem
Shechem lay between Mount Gerizim and Mount Ebal. Abram built an altar here, Joshua gathered Israel for covenant renewal, and Jacob's well stands nearby.
Cited in the guide: Genesis 12:6; Joshua 24:1; John 4:5
Cross references (52)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 John 3:26; John 3:22; 2 Corinthians 4:5; Luke 1:76; 1 Corinthians 15:47
- 2 1 Corinthians 1:13–17; Acts 10:48
- 3 Matthew 10:23; John 11:54; John 3:22; John 10:40; John 2:11
- 4 Luke 17:11; Luke 9:51–52; Matthew 10:5–6; Luke 2:49
- 5 Joshua 24:32; Genesis 33:19; Genesis 48:22; John 4:12
- 6 Hebrews 4:15; Hebrews 2:17; Matthew 8:24; Matthew 4:2; Matthew 27:45
- 7 Matthew 10:42; 1 Kings 17:10; John 19:28; Genesis 24:43; 2 Samuel 23:15–17
- 8 John 6:5–7; Luke 9:13; John 4:39; John 4:5
- 9 Acts 10:28; 2 Kings 17:24–41; Matthew 10:5; John 8:48; Luke 17:16–19
- 10 John 4:14; Revelation 7:17; John 7:37–39; Isaiah 44:3; Revelation 21:6
- 11 1 Corinthians 2:14; John 3:4
- 12 John 8:53; Matthew 12:42; Hebrews 3:3; Isaiah 53:2–3; John 4:6
- 13 John 6:27; Isaiah 65:13–14; Luke 16:24
- 14 John 7:38–39; John 6:35; Isaiah 49:10; Revelation 7:16; Ephesians 1:13–14
- 15 John 6:34; Romans 8:5; Psalm 4:6; James 4:3; John 6:26
- 16 Hebrews 4:13; Revelation 2:23; John 21:17; John 2:24–25; John 4:18
- 18 Jeremiah 3:20; Romans 7:3; 1 Corinthians 7:10–11; Mark 10:12; Genesis 34:7–8
- 19 John 6:14; Luke 7:39; John 9:17; Luke 7:16; John 7:40
- 20 Deuteronomy 12:5–11; Genesis 33:18–20; 2 Chronicles 7:12; Genesis 12:6–7; Deuteronomy 11:29
- 21 1 Timothy 2:8; Ephesians 2:18; Malachi 1:11; Matthew 18:20; John 4:23
- 22 Acts 17:23; Romans 9:4–5; Isaiah 2:3; Luke 24:47; Acts 17:30
- 23 Philippians 3:3; Matthew 15:7–9; John 5:25; Galatians 4:6; Romans 8:26
- 24 2 Corinthians 3:17; Matthew 15:8–9; Philippians 3:3; Psalm 51:17; Isaiah 57:15
- 25 John 1:49; Daniel 9:24–26; John 4:29; John 4:42; Matthew 1:16
- 26 John 8:24; Mark 14:61–62; John 9:35–37; Romans 10:20–21; Matthew 26:63–64
- 27 Luke 7:39; John 4:8–9
- 28 John 4:7; Luke 24:33; Matthew 28:8; Luke 24:9; Mark 16:8–10
- 29 Revelation 22:17; 1 Corinthians 14:24–25; John 1:41–49; John 4:25; John 4:17–18
- 30 Acts 10:33; Acts 13:42; Matthew 11:20–24; Matthew 2:1–3; Luke 17:16–18
- 31 John 1:38; Genesis 24:33
- 32 Job 23:12; Psalm 119:103; John 4:34; Proverbs 18:20; Jeremiah 15:16
- 33 Luke 9:45; Matthew 16:6–11
- 34 John 6:38; John 5:30; Job 23:12; John 17:4; John 19:30
- 35 Luke 10:2–3; Matthew 9:37–38
- 36 James 5:19–20; 1 Corinthians 3:5–9; Romans 1:13; Proverbs 11:30; 2 Timothy 4:7–8
- 37 Micah 6:15; Job 31:8; Judges 6:3; Luke 19:21
- 38 John 1:7; Acts 10:42–43; 2 Chronicles 36:15; 1 Peter 1:11–12; Acts 8:14–17
- 39 John 4:29; John 4:5; John 10:41–42; John 11:45; John 4:42
- 40 Revelation 3:20; Luke 24:29; 2 Corinthians 6:1–2; Acts 16:15; Luke 8:38
- 41 Acts 1:8; 1 Corinthians 2:4–5; Acts 8:25; Acts 8:12; Matthew 7:28–29
- 42 1 John 4:14; John 1:29; 1 Timothy 4:10; 1 John 5:20; 2 Corinthians 5:19
- 43 Mark 7:27–28; Matthew 15:21–24; Matthew 4:13; John 4:40; Romans 15:8
- 44 Matthew 13:57; Luke 4:24; Mark 6:4
- 45 John 2:23; John 2:13–16; Deuteronomy 16:16; Luke 9:53; John 3:2
- 46 John 2:1–11; Psalm 50:15; Hosea 5:15; Matthew 9:18; Luke 8:42
- 47 Acts 9:38; John 11:32; Luke 7:6–8; Mark 10:47; Luke 8:41
- 48 John 20:29; 1 Corinthians 1:22; Hebrews 2:4; Daniel 4:2; John 12:37
- 49 Mark 5:23; Mark 5:35–36; Psalm 88:10–12; Psalm 40:17
- 50 Matthew 8:13; Romans 4:20–21; Mark 7:29–30; Luke 17:14; Acts 14:9–10
- 51 1 Kings 17:23
- 53 Psalm 107:20; Luke 19:9; Psalm 33:9; Acts 16:34; Acts 11:14
- 54 John 2:1–11; John 4:45
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
It is nothing new to your ears, beloved, that the Evangelist John, like an eagle, takes a loftier flight, and soars above the dark mist of earth, to gaze with steadier eyes upon the light of truth.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Scripture calls the grace of the Spirit sometimes "Fire," sometimes "Water," showing that these names are not descriptive of its essence, but of its operation; for the Spirit, being Invisible and Simple, cannot be made up of different substances. Now the one John declares, speaking thus, "He shall baptize you with the Holy Ghost, and with Fire" ( Matt. iii.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
Then, again, withdrawing Himself [from Judæa], He is found in Samaria; on which occasion, too, He conversed with the Samaritan woman, and while at a distance, cured the son of the centurion by a word, saying, "Go thy way, thy son liveth." Afterwards He went up, the second time, to observe the festival day of the passover in Jerusalem; on …
… out more frequent prayers and tears, that Thou wouldest hasten Thy aid, and enlighten my darkness; and she hurried all the more assiduously to the church, and hung upon the words of Ambrose, praying for the fountain of water that springeth up into everlasting life. For she loved that man as an angel of God, because she knew that it …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
He, for example, who is set down in John, is for dragging Him unto his house, and saith, "Come down, for my child is ready to die." But not so this man; rather he is far superior both to him, and to those who let down the bed through the roof.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)