Skip to the text

Acts · Byzantine Textform (Robinson-Pierpont 2018)

Acts 24 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 μετα δε πεντε ημερασ κατεβη ο αρχιερευσ ανανιασ μετα των πρεσβυτερων και ρητοροσ τερτυλλου τινοσ οιτινεσ ενεφανισαν τω ηγεμονι κατα του παυλου
1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2 κληθεντοσ δε αυτου ηρξατο κατηγορειν ο τερτυλλοσ λεγων πολλησ ειρηνησ τυγχανοντεσ δια σου και κατορθωματων γινομενων τω εθνει τουτω δια τησ σησ προνοιασ
2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων·
3 παντη τε και πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασησ ευχαριστιασ
3 πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4 ινα δε μη επι πλειον σε εγκοπτω παρακαλω ακουσαι σε ημων συντομωσ τη ση επιεικεια
4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5 ευροντεσ γαρ τον ανδρα τουτον λοιμον και κινουντα στασιν πασιν τοισ ιουδαιοισ τοισ κατα την οικουμενην πρωτοστατην τε τησ των ναζωραιων αιρεσεωσ
5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
6 οσ και το ιερον επειρασεν βεβηλωσαι ον και εκρατησαμεν
6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν [καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν·
7 Not in this translation
7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε,
8 παρ ου δυνηση αυτοσ ανακρινασ περι παντων τουτων επιγνωναι ων ημεισ κατηγορουμεν αυτου
8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ]· παρ᾽ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9 συνεπεθεντο δε και οι ιουδαιοι φασκοντεσ ταυτα ουτωσ εχειν
9 συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 απεκριθη δε ο παυλοσ νευσαντοσ αυτω του ηγεμονοσ λεγειν εκ πολλων ετων οντα σε κριτην τω εθνει τουτω επισταμενοσ ευθυμοτερον τα περι εμαυτου απολογουμαι
10 Ἀπεκρίθη δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
11 δυναμενου σου γνωναι οτι ου πλειουσ εισιν μοι ημεραι δεκαδυο αφ ησ ανεβην προσκυνησων εν ιερουσαλημ
11 δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι δεκαδύο ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων εἰς Ἱερουσαλήμ·
12 και ουτε εν τω ιερω ευρον με προσ τινα διαλεγομενον η επισυστασιν ποιουντα οχλου ουτε εν ταισ συναγωγαισ ουτε κατα την πολιν
12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν·
13 ουτε παραστησαι με δυνανται περι ων νυν κατηγορουσιν μου
13 οὔτε παραστῆσαι δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου.
14 ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτωσ λατρευω τω πατρωω θεω πιστευων πασιν τοισ κατα τον νομον και τοισ προφηταισ γεγραμμενοισ
14 ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ [τοῖς ἐν] τοῖς προφήταις γεγραμμένοις,
15 ελπιδα εχων εισ τον θεον ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι νεκρων δικαιων τε και αδικων
15 ἐλπίδα ἔχων εἰς τὸν Θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων·
16 εν τουτω δε αυτοσ ασκω απροσκοπον συνειδησιν εχων προσ τον θεον και τουσ ανθρωπουσ δια παντοσ
16 ἐν τούτῳ δὲ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 δι ετων δε πλειονων παρεγενομην ελεημοσυνασ ποιησων εισ το εθνοσ μου και προσφορασ
17 δι᾽ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς·
18 εν οισ ευρον με ηγνισμενον εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου τινεσ απο τησ ασιασ ιουδαιοι
18 ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι,
19 ουσ δει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προσ με
19 οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.
20 η αυτοι ουτοι ειπατωσαν τι ευρον εν εμοι αδικημα σταντοσ μου επι του συνεδριου
20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἐν ἐμοὶ ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21 η περι μιασ ταυτησ φωνησ ησ εκραξα εστωσ εν αυτοισ οτι περι αναστασεωσ νεκρων εγω κρινομαι σημερον υφ υμων
21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἔκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ᾽ ὑμῶν.
22 ακουσασ δε ταυτα ο φηλιξ ανεβαλετο αυτουσ ακριβεστερον ειδωσ τα περι τησ οδου ειπων οταν λυσιασ ο χιλιαρχοσ καταβη διαγνωσομαι τα καθ υμασ
22 Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς,
23 διαταξαμενοσ τε τω εκατονταρχη τηρεισθαι τον παυλον εχειν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν η προσερχεσθαι αυτω
23 διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
24 μετα δε ημερασ τινασ παραγενομενοσ ο φηλιξ συν δρουσιλλη τη γυναικι ουση ιουδαια μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι τησ εισ χριστον πιστεωσ
24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ αὐτοῦ, οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν πίστεως.
25 διαλεγομενου δε αυτου περι δικαιοσυνησ και εγκρατειασ και του κριματοσ του μελλοντοσ εσεσθαι εμφοβοσ γενομενοσ ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβων μετακαλεσομαι σε
25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε,
26 αμα και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του παυλου οπωσ λυση αυτον διο και πυκνοτερον αυτον μεταπεμπομενοσ ωμιλει αυτω
26 ἅμα δὲ καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 διετιασ δε πληρωθεισησ ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων τε χαριτασ καταθεσθαι τοισ ιουδαιοισ ο φηλιξ κατελιπεν τον παυλον δεδεμενον
27 Διετίας δὲ πληρωθείσης ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων δὲ χάριν καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Ananias

    High priest

    The high priest who ordered Paul to be struck on the mouth at his hearing and later went down to Caesarea to accuse him before Felix.

    Cited in the guide: Acts 23:2; Acts 24:1

  • Drusilla

    Wife of Felix

    The Jewish wife of the governor Felix who listened with him to Paul speak about faith in Christ Jesus.

    Cited in the guide: Acts 24:24

  • Felix

    Roman governor of Judea

    The governor at Caesarea who heard Paul's case, trembled at his talk of judgment, and kept him in custody hoping for a bribe.

    Cited in the guide: Acts 23:24; Acts 24:3; Acts 24:25

  • Festus

    Roman governor of Judea

    Succeeded Felix as governor, heard Paul's case, and sent him to Caesar after Paul appealed; he was told Paul was beside himself.

    Cited in the guide: Acts 24:27; Acts 25:1; Acts 25:12

  • Tertullus

    Attorney for the Jewish leaders

    The spokesman who presented the case against Paul before the governor Felix.

    Cited in the guide: Acts 24:1; Acts 24:2

Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 24:11; Acts 23:2; Acts 23:24; Acts 23:30; Acts 21:27
  2. 2 Proverbs 29:5; Acts 24:26–27; Proverbs 26:28; Jude 16; Psalm 12:2–3
  3. 3 Acts 26:25; Acts 23:26; Luke 1:3
  4. 4 Hebrews 11:32
  5. 5 Acts 28:22; Acts 24:14; Acts 26:5; Acts 21:28; Acts 15:5
  6. 6 Acts 24:12; John 18:31; Acts 19:37; John 19:7–8; Acts 23:10–15
  7. 8 Acts 25:15–16; Acts 25:5; Acts 23:30; Acts 23:35
  8. 9 1 Thessalonians 2:16; Micah 7:2–3; Matthew 26:59–60; Psalm 4:2; Isaiah 59:4–7
  9. 10 1 Peter 3:15; 1 Samuel 2:25; Acts 18:15; Luke 18:2; Acts 12:17
  10. 11 Acts 24:1; Acts 21:18; Acts 23:23; Acts 21:26–27; Acts 22:30
  11. 12 Acts 25:8; Acts 24:18; Acts 28:17; Acts 24:5
  12. 13 Acts 25:7; 1 Peter 3:16
  13. 14 Acts 9:2; Romans 3:21; Acts 3:13; Acts 28:23; Acts 24:5
  14. 15 Daniel 12:2; John 5:28–29; 1 Thessalonians 4:14–16; Revelation 20:12–13; Job 19:25–26
  15. 16 1 Timothy 1:5; Acts 23:1; 2 Corinthians 4:2; Hebrews 10:22; Romans 2:15
  16. 17 Galatians 2:10; Romans 15:25–28; 1 Corinthians 16:1–4; 2 Corinthians 8:1–4; Acts 11:29–30
  17. 18 Acts 26:21; Acts 21:26–30; Acts 24:12
  18. 19 Acts 23:30; Acts 25:16
  19. 21 Acts 23:6; Acts 26:6–8; Acts 4:2; Acts 28:20
  20. 22 Acts 24:6; Acts 18:20; Deuteronomy 19:18; Acts 26:3; Acts 24:24
  21. 23 Acts 27:3; Acts 28:16; Proverbs 16:7; Acts 24:26; Acts 21:8–14
  22. 24 Acts 20:21; Galatians 2:16; Acts 16:31; Luke 19:3; 1 John 5:1
  23. 25 John 16:8; 1 Peter 3:15; 2 Peter 1:6; Acts 10:42; Galatians 5:23
  24. 26 1 Timothy 6:9–10; Proverbs 17:23; Amos 2:6–7; 1 Samuel 12:3; 2 Peter 2:14–15
  25. 27 Acts 25:9; Acts 25:14; Acts 12:3; Mark 15:15; Acts 25:1

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 24:22 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily LI)

    See how much close investigation is made by the many in a long course of time, that it should not be said that the trial was hurried over. For, as the orator had made mention of Lysias, that he took "him away with violence, Felix," he says, "deferred them.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)