Skip to the text

Acts · Byzantine Textform (Robinson-Pierpont 2018)

Acts 5 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ανηρ δε τισ ανανιασ ονοματι συν σαπφειρη τη γυναικι αυτου επωλησεν κτημα
1 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησε κτῆμα
2 και ενοσφισατο απο τησ τιμησ συνειδυιασ και τησ γυναικοσ αυτου και ενεγκασ μεροσ τι παρα τουσ ποδασ των αποστολων εθηκεν
2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
3 ειπεν δε πετροσ ανανια δια τι επληρωσεν ο σατανασ την καρδιαν σου ψευσασθαι σε το πνευμα το αγιον και νοσφισασθαι σε απο τησ τιμησ του χωριου
3 εἶπε δὲ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
4 ουχι μενον σοι εμενεν και πραθεν εν τη ση εξουσια υπηρχεν τι οτι εθου εν τη καρδια σου το πραγμα τουτο ουκ εψευσω ανθρωποισ αλλα τω θεω
4 οὐχὶ μένον σοι ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.
5 ακουων δε ο ανανιασ τουσ λογουσ τουτουσ πεσων εξεψυξεν και εγενετο φοβοσ μεγασ επι παντασ τουσ ακουοντασ ταυτα
5 ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξε, καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
6 ανασταντεσ δε οι νεωτεροι συνεστειλαν αυτον και εξενεγκαντεσ εθαψαν
6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
7 εγενετο δε ωσ ωρων τριων διαστημα και η γυνη αυτου μη ειδυια το γεγονοσ εισηλθεν
7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ, μὴ εἰδυῖα τὸ γεγονός, εἰσῆλθεν.
8 απεκριθη δε αυτη ο πετροσ ειπε μοι ει τοσουτου το χωριον απεδοσθε η δε ειπεν ναι τοσουτου
8 ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος· εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπε· ναί, τοσούτου.
9 ο δε πετροσ ειπεν προσ αυτην τι οτι συνεφωνηθη υμιν πειρασαι το πνευμα κυριου ιδου οι ποδεσ των θαψαντων τον ανδρα σου επι τη θυρα και εξοισουσιν σε
9 ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσί σε.
10 επεσεν δε παραχρημα παρα τουσ ποδασ αυτου και εξεψυξεν εισελθοντεσ δε οι νεανισκοι ευρον αυτην νεκραν και εξενεγκαντεσ εθαψαν προσ τον ανδρα αυτησ
10 ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
11 και εγενετο φοβοσ μεγασ εφ ολην την εκκλησιαν και επι παντασ τουσ ακουοντασ ταυτα
11 καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12 δια δε των χειρων των αποστολων εγινετο σημεια και τερατα εν τω λαω πολλα και ησαν ομοθυμαδον απαντεσ εν τη στοα σολομωντοσ
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος·
13 των δε λοιπων ουδεισ ετολμα κολλασθαι αυτοισ αλλ εμεγαλυνεν αυτουσ ο λαοσ
13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
14 μαλλον δε προσετιθεντο πιστευοντεσ τω κυριω πληθη ανδρων τε και γυναικων
14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,
15 ωστε κατα τασ πλατειασ εκφερειν τουσ ασθενεισ και τιθεναι επι κλινων και κραββατων ινα ερχομενου πετρου καν η σκια επισκιαση τινι αυτων
15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
16 συνηρχετο δε και το πληθοσ των περιξ πολεων εισ ιερουσαλημ φεροντεσ ασθενεισ και οχλουμενουσ υπο πνευματων ακαθαρτων οιτινεσ εθεραπευοντο απαντεσ
16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17 αναστασ δε ο αρχιερευσ και παντεσ οι συν αυτω η ουσα αιρεσισ των σαδδουκαιων επλησθησαν ζηλου
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
18 και επεβαλον τασ χειρασ αυτων επι τουσ αποστολουσ και εθεντο αυτουσ εν τηρησει δημοσια
18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
19 αγγελοσ δε κυριου δια τησ νυκτοσ ηνοιξεν τασ θυρασ τησ φυλακησ εξαγαγων τε αυτουσ ειπεν
19 ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε·
20 πορευεσθε και σταθεντεσ λαλειτε εν τω ιερω τω λαω παντα τα ρηματα τησ ζωησ ταυτησ
20 πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
21 ακουσαντεσ δε εισηλθον υπο τον ορθρον εισ το ιερον και εδιδασκον παραγενομενοσ δε ο αρχιερευσ και οι συν αυτω συνεκαλεσαν το συνεδριον και πασαν την γερουσιαν των υιων ισραηλ και απεστειλαν εισ το δεσμωτηριον αχθηναι αυτουσ
21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
22 οι δε υπηρεται παραγενομενοι ουχ ευρον αυτουσ εν τη φυλακη αναστρεψαντεσ δε απηγγειλαν
22 οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
23 λεγοντεσ οτι το μεν δεσμωτηριον ευρομεν κεκλεισμενον εν παση ασφαλεια και τουσ φυλακασ εστωτασ προ των θυρων ανοιξαντεσ δε εσω ουδενα ευρομεν
23 λέγοντες ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
24 ωσ δε ηκουσαν τουσ λογουσ τουτουσ ο τε ιερευσ και ο στρατηγοσ του ιερου και οι αρχιερεισ διηπορουν περι αυτων τι αν γενοιτο τουτο
24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
25 παραγενομενοσ δε τισ απηγγειλεν αυτοισ οτι ιδου οι ανδρεσ ουσ εθεσθε εν τη φυλακη εισιν εν τω ιερω εστωτεσ και διδασκοντεσ τον λαον
25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
26 τοτε απελθων ο στρατηγοσ συν τοισ υπηρεταισ ηγαγεν αυτουσ ου μετα βιασ εφοβουντο γαρ τον λαον ινα μη λιθασθωσιν
26 τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν·
27 αγαγοντεσ δε αυτουσ εστησαν εν τω συνεδριω και επηρωτησεν αυτουσ ο αρχιερευσ
27 ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
28 λεγων ου παραγγελια παρηγγειλαμεν υμιν μη διδασκειν επι τω ονοματι τουτω και ιδου πεπληρωκατε την ιερουσαλημ τησ διδαχησ υμων και βουλεσθε επαγαγειν εφ ημασ το αιμα του ανθρωπου τουτου
28 λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
29 αποκριθεισ δε πετροσ και οι αποστολοι ειπον πειθαρχειν δει θεω μαλλον η ανθρωποισ
29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.
30 ο θεοσ των πατερων ημων ηγειρεν ιησουν ον υμεισ διεχειρισασθε κρεμασαντεσ επι ξυλου
30 ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
31 τουτον ο θεοσ αρχηγον και σωτηρα υψωσεν τη δεξια αυτου δουναι μετανοιαν τω ισραηλ και αφεσιν αμαρτιων
31 τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
32 και ημεισ εσμεν αυτου μαρτυρεσ των ρηματων τουτων και το πνευμα δε το αγιον ο εδωκεν ο θεοσ τοισ πειθαρχουσιν αυτω
32 καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 οι δε ακουοντεσ διεπριοντο και εβουλευοντο ανελειν αυτουσ
33 οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
34 αναστασ δε τισ εν τω συνεδριω φαρισαιοσ ονοματι γαμαλιηλ νομοδιδασκαλοσ τιμιοσ παντι τω λαω εκελευσεν εξω βραχυ τι τουσ αποστολουσ ποιησαι
34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τι τοὺς ἀποστόλους ποιῆσαι,
35 ειπεν τε προσ αυτουσ ανδρεσ ισραηλιται προσεχετε εαυτοισ επι τοισ ανθρωποισ τουτοισ τι μελλετε πρασσειν
35 εἶπέ τε πρὸς αὐτούς· ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
36 προ γαρ τουτων των ημερων ανεστη θευδασ λεγων ειναι τινα εαυτον ω προσεκληθη αριθμοσ ανδρων ωσει τετρακοσιων οσ ανηρεθη και παντεσ οσοι επειθοντο αυτω διελυθησαν και εγενοντο εισ ουδεν
36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
37 μετα τουτον ανεστη ιουδασ ο γαλιλαιοσ εν ταισ ημεραισ τησ απογραφησ και απεστησεν λαον ικανον οπισω αυτου κακεινοσ απωλετο και παντεσ οσοι επειθοντο αυτω διεσκορπισθησαν
37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε λαὸν ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
38 και τα νυν λεγω υμιν αποστητε απο των ανθρωπων τουτων και εασατε αυτουσ οτι εαν η εξ ανθρωπων η βουλη η το εργον τουτο καταλυθησεται
38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
39 ει δε εκ θεου εστιν ου δυνασθε καταλυσαι αυτο μηποτε και θεομαχοι ευρεθητε
39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτό, μή ποτε καὶ θεομάχοι εὑρεθῆτε.
40 επεισθησαν δε αυτω και προσκαλεσαμενοι τουσ αποστολουσ δειραντεσ παρηγγειλαν μη λαλειν επι τω ονοματι του ιησου και απελυσαν αυτουσ
40 ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς.
41 οι μεν ουν επορευοντο χαιροντεσ απο προσωπου του συνεδριου οτι υπερ του ονοματοσ του ιησου κατηξιωθησαν ατιμασθηναι
41 οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι·
42 πασαν τε ημεραν εν τω ιερω και κατ οικον ουκ επαυοντο διδασκοντεσ και ευαγγελιζομενοι ιησουν τον χριστον
42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν τὸν Χριστόν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Ananias

    Husband of Sapphira

    Sold a piece of property and secretly kept back part of the price while claiming to give it all; he fell dead when Peter confronted him.

    Cited in the guide: Acts 5:1; Acts 5:3; Acts 5:5

  • Gamaliel

    Pharisee and teacher of the law

    A respected Pharisee on the Sanhedrin who counseled leaving the apostles alone; Paul later said he had been educated at his feet.

    Cited in the guide: Acts 5:34; Acts 22:3

  • Judas the Galilean

    Failed revolutionary leader

    Mentioned by Gamaliel as one who led a revolt in the days of the census; he perished and his followers were scattered.

    Cited in the guide: Acts 5:37

  • Sapphira

    Wife of Ananias

    Ananias's wife, who agreed to the false report about the price of the land and fell dead when Peter questioned her.

    Cited in the guide: Acts 5:1

  • Theudas

    Failed revolutionary leader

    Mentioned by Gamaliel as a man who claimed to be somebody, gathered about 400 followers, and was killed, his movement scattered.

    Cited in the guide: Acts 5:36

Cross references (39)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Leviticus 10:1–3; 2 Timothy 2:20; Matthew 13:47–48; John 6:37
  2. 2 Acts 4:37; 2 Peter 2:14–15; Acts 4:34–35; Joshua 7:11–12; Acts 5:3
  3. 3 Jeremiah 23:24; Isaiah 29:15; John 13:27; John 13:2; Acts 5:9
  4. 4 Acts 5:3; 1 Thessalonians 4:8; 1 Chronicles 29:3; 2 Kings 5:25–27; Joshua 7:25–26
  5. 5 Acts 5:10–11; Acts 2:43; Numbers 16:26–34; Revelation 11:5; Revelation 11:13
  6. 6 John 19:40; Leviticus 10:4–6; 2 Samuel 18:17; Deuteronomy 21:23
  7. 8 Acts 5:2
  8. 9 1 Corinthians 10:9; Acts 5:3–4; Psalm 95:8–11; Psalm 78:56; Acts 15:10
  9. 10 Acts 5:5
  10. 11 Acts 5:5; 1 Corinthians 10:11–12; Acts 19:17; Hebrews 4:1; Philippians 2:12
  11. 12 Acts 19:11; 2 Corinthians 12:12; Hebrews 2:4; Acts 14:3; Romans 15:19
  12. 13 Acts 2:47; Acts 4:21; Acts 19:17; John 19:38; John 12:42
  13. 14 Acts 2:47; Isaiah 55:11–13; Acts 4:4; Acts 2:41; Ezra 10:1
  14. 15 Acts 19:11–12; Matthew 14:36; John 14:12; Matthew 9:21
  15. 16 Mark 16:17–18; Mark 2:3–4; James 5:16; Mark 6:54–56; Matthew 8:16
  16. 17 Acts 13:45; Acts 7:9; Acts 17:5; 1 Peter 2:1; John 12:10
  17. 18 Acts 4:3; Luke 21:12; 2 Corinthians 11:23; Hebrews 11:36; Acts 16:23–27
  18. 19 Acts 16:26; Psalm 34:7; Acts 12:7–11; Acts 8:26; Psalm 105:17–20
  19. 20 John 6:63; John 6:68; 1 John 5:11–12; 1 John 1:1–3; Matthew 21:23
  20. 21 John 8:2; Acts 12:18–19; Luke 21:37–38; Acts 22:2–3; John 18:35
  21. 23 Psalm 33:10; Psalm 2:4; Lamentations 3:55–58; Lamentations 3:37; Daniel 3:11–25
  22. 24 Acts 5:26; Acts 4:1; John 11:47–48; Mark 4:30–32; Acts 4:21
  23. 26 Acts 5:13; Acts 4:21; Luke 20:19; Matthew 21:26; Luke 20:6
  24. 27 Matthew 5:22; Acts 6:12; Acts 22:30–23:1; Acts 4:7; Luke 22:66
  25. 28 Matthew 27:25; Acts 7:52; Acts 4:18–21; Acts 4:10–11; Jeremiah 26:15
  26. 29 Acts 4:19; 1 Samuel 15:24; Mark 7:7–9; Genesis 3:17; Revelation 14:8–12
  27. 30 Galatians 3:13; 1 Peter 2:24; Acts 10:39; Acts 13:28–29; Acts 4:10–11
  28. 31 Luke 24:47; Acts 2:33; Hebrews 2:10; Acts 11:18; Luke 2:11
  29. 32 John 15:26–27; Hebrews 2:3–4; Acts 1:8; Luke 24:47–48; Acts 13:31
  30. 33 Acts 7:54; Luke 4:28–29; Acts 2:37; John 16:2; Matthew 24:9
  31. 34 Acts 22:3; Luke 2:46; Luke 5:17; Psalm 76:10; John 7:50–53
  32. 35 Jeremiah 26:19; Matthew 27:19; Acts 19:36; Acts 22:26
  33. 36 Acts 8:9; 2 Peter 2:2; Revelation 17:3; Jude 16; Revelation 17:5
  34. 37 Luke 2:1–2; Luke 13:1–2; Job 20:5–9; Matthew 26:52; Psalm 7:14–15
  35. 38 Matthew 15:13; Lamentations 3:37; Isaiah 8:9–10; Job 5:12–14; Isaiah 7:5–7
  36. 39 Proverbs 21:30; Isaiah 46:10; Matthew 16:18; 1 Corinthians 1:25; Acts 7:51
  37. 40 Matthew 10:17; 2 Corinthians 11:24; Acts 4:17–21; John 19:1–4; Mark 13:9
  38. 41 James 1:2; 1 Peter 4:13–16; Luke 6:22; Philippians 1:29; John 15:21
  39. 42 Acts 2:46; Acts 20:20; Luke 21:37; Acts 8:35; Acts 9:20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 5:17 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XIII)

    "Having risen up," that is, being roused, being excited at the things taking place, the high-priest and they which were with him (which is the sect of the Sadducees) were filled with indignation, and laid their hands on the Apostles:" they now assault them more vigorously: "and put them in the common prison;" but did not forthwith bring them to …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 5:42 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XII)

    … are in this witnesses of these words; as also is the Holy Ghost, whom God hath given to them that believe in Him." "And daily," it is said, "in the temple, and from house to house, they ceased not to teach and preach Christ Jesus," the Son of God.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 5:15 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IX)

    Was it night when, as the disciples were passing by, the sick were laid in couches, that they might be touched at least by their shadow as they passed? Yet, when the Lord was here, there was no one made whole by His shadow as He passed; but He Himself had said to the disciples, "Greater things than these shall …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  4. Quotes verse 5:28 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXIII)

    As when they said, "Did not we straitly command you, that ye should not speak in this name?" although able to work any number of miracles, they neither said nor did anything harsh, but answered for themselves with all meekness, saying, "Whether it be right to hearken unto you more than unto God, judge ye." Hast thou seen the harmlessness …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 5:15 Cyril of Jerusalem, Catechetical Lectures (Lecture X)

    … the blessed Paul is one, having been a little while His enemy, but for a long time His servant: the Twelve Apostles are His witnesses, having preached the truth not only in words, but also by their own torments and deaths: the shadow of Peter bears witness, having healed the sick in the name of Christ.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)