Skip to the text

Acts · Patriarchal Text (Antoniades 1904/1912)

Acts 6 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εν δε ταις ημεραις ταυταις πληθυνοντων των μαθητων εγενετο γογγυσμος των ελληνιστων προς τους εβραιους, οτι παρεθεωρουντο εν τη διακονια τη καθημερινη αι χηραι αυτων.
1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
2 προσκαλεσαμενοι δε οι δωδεκα το πληθος των μαθητων ειπον· ουκ αρεστον εστιν ημας καταλειψαντας τον λογον του θεου διακονειν τραπεζαις.
2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις.
3 επισκεψασθε ουν, αδελφοι, ανδρας εξ υμων μαρτυρουμενους επτα, πληρεις πνευματος αγιου και σοφιας, ους καταστησομεν επι της χρειας ταυτης·
3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης·
4 ημεις δε τη προσευχη και τη διακονια του λογου προσκαρτερησομεν.
4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
5 και ηρεσεν ο λογος ενωπιον παντος του πληθους· και εξελεξαντο στεφανον, ανδρα πληρη πιστεως και πνευματος αγιου, και φιλιππον και προχορον και νικανορα και τιμωνα και παρμεναν και νικολαον προσηλυτον αντιοχεα,
5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
6 ους εστησαν ενωπιον των αποστολων, και προσευξαμενοι επεθηκαν αυτοις τας χειρας.
6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7 και ο λογος του θεου ηυξανεν, και επληθυνετο ο αριθμος των μαθητων εν ιερουσαλημ σφοδρα, πολυς τε οχλος των ιουδαιων υπηκουον τη πιστει.
7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
8 στεφανος δε πληρης πιστεως και δυναμεως εποιει τερατα και σημεια μεγαλα εν τω λαω.
8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
9 ανεστησαν δε τινες των εκ της συναγωγης της λεγομενης λιβερτινων και κυρηναιων και αλεξανδρεων και των απο κιλικιας και ασιας συζητουντες τω στεφανω,
9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ,
10 και ουκ ισχυον αντιστηναι τη σοφια και τω πνευματι ω ελαλει.
10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
11 τοτε υπεβαλον ανδρας λεγοντας οτι ακηκοαμεν αυτου λαλουντος ρηματα βλασφημα εις μωυσην και τον θεον·
11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν·
12 συνεκινησαν τε τον λαον και τους πρεσβυτερους και τους γραμματεις, και επισταντες συνηρπασαν αυτον και ηγαγον εις το συνεδριον,
12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον,
13 εστησαν τε μαρτυρας ψευδεις λεγοντας· ο ανθρωπος ουτος ου παυεται ρηματα βλασφημα λαλων κατα του τοπου του αγιου και του νομου·
13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου·
14 ακηκοαμεν γαρ αυτου λεγοντος οτι ιησους ο ναζωραιος ουτος καταλυσει τον τοπον τουτον και αλλαξει τα εθη α παρεδωκεν ημιν μωυσης.
14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
15 και ατενισαντες εις αυτον απαντες οι καθεζομενοι εν τω συνεδριω ειδον το προσωπον αυτου ωσει προσωπον αγγελου.
15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Nicanor

    One of the Seven

    One of the seven men chosen to oversee the daily distribution at Jerusalem.

    Cited in the guide: Acts 6:5

  • Nicolas

    One of the Seven

    A convert to Judaism from Antioch, listed last among the seven men chosen at Jerusalem.

    Cited in the guide: Acts 6:5

  • Parmenas

    One of the Seven

    One of the seven men chosen to oversee the daily distribution at Jerusalem.

    Cited in the guide: Acts 6:5

  • Philip

    Deacon and evangelist

    One of the seven chosen at Jerusalem; he preached in Samaria, baptized the Ethiopian official, and later hosted Paul at Caesarea with his four prophesying daughters.

    Cited in the guide: Acts 6:5; Acts 8:5; Acts 8:38

  • Prochorus

    One of the Seven

    One of the seven men of good reputation chosen to oversee the daily distribution at Jerusalem.

    Cited in the guide: Acts 6:5

  • Stephen

    Deacon and first martyr

    One of the seven chosen to serve tables, full of faith and the Holy Spirit; he was stoned after his speech to the Sanhedrin and became the first martyr.

    Cited in the guide: Acts 6:5; Acts 7:59; Acts 8:2

  • Timon

    One of the Seven

    One of the seven men chosen to oversee the daily distribution at Jerusalem.

    Cited in the guide: Acts 6:5

Cross references (15)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 James 5:9; Acts 4:35; Acts 2:41; Acts 9:39; Acts 6:7
  2. 2 Deuteronomy 1:9–14; Exodus 18:17–26; 2 Timothy 2:4; Nehemiah 6:3; Numbers 11:11–13
  3. 3 1 Timothy 3:7–15; Deuteronomy 1:13; James 3:17–18; Numbers 27:18–19; 1 Timothy 5:10
  4. 4 Acts 1:14; 1 Timothy 4:13–16; Philippians 1:9–11; Acts 2:42; 2 Timothy 4:2
  5. 5 Acts 11:24; Acts 21:8; Acts 8:5–40; Acts 6:8; Acts 7:1–8:2
  6. 6 2 Timothy 1:6; Numbers 8:10; Acts 1:24; 1 Timothy 4:14; Acts 8:17
  7. 7 Acts 19:20; Acts 12:24; Colossians 1:6; Hebrews 5:9; Romans 16:26
  8. 8 Acts 4:29–30; Acts 6:5; Acts 7:55; 1 Timothy 3:13; Acts 6:10
  9. 9 Acts 15:41; Acts 15:23; Acts 22:3; Acts 23:34; Matthew 27:32
  10. 10 Luke 21:15; 1 Corinthians 2:4; Matthew 10:19–20; John 7:46; Luke 12:11–12
  11. 11 Matthew 26:59–60; 1 Kings 21:10–13; Acts 18:6; Acts 15:21; Acts 21:28
  12. 12 Proverbs 15:18; Acts 14:2; Matthew 26:57; Acts 5:18; Acts 16:19–21
  13. 13 Acts 6:11; Acts 21:28; Psalm 56:5; Psalm 27:12; Matthew 24:15
  14. 14 Daniel 9:26; Hebrews 12:26–28; Acts 21:21; Acts 15:1; Galatians 4:3–5
  15. 15 Matthew 13:43; Ecclesiastes 8:1; Exodus 34:29–35; Matthew 17:2; 2 Corinthians 3:18

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 6:8 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XV)

    See how even among the seven one was preëminent, and won the first prize. For though the ordination was common to him and them, yet he drew upon himself greater grace.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 6:1–4 Augustine of Hippo, Tractates on the Gospel of John (Chapters XVII–XVII)

    … the tables, previous to the time when Paul was brought to the faith of Christ, the reply given by the apostles, who before then had adhered to the Lord, was: "It is not good that we should leave the word of God, and serve tables." Then it was that they provided for the ordination of deacons, that they themselves might …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)