Skip to the text

Matthew · Byzantine Textform (Robinson-Pierpont 2018)

Matthew 17 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και μεθ ημερασ εξ παραλαμβανει ο ιησουσ τον πετρον και ιακωβον και ιωαννην τον αδελφον αυτου και αναφερει αυτουσ εισ οροσ υψηλον κατ ιδιαν
1 Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν·
2 και μετεμορφωθη εμπροσθεν αυτων και ελαμψεν το προσωπον αυτου ωσ ο ηλιοσ τα δε ιματια αυτου εγενοντο λευκα ωσ το φωσ
2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
3 και ιδου ωφθησαν αυτοισ μωσησ και ηλιασ μετ αυτου συλλαλουντεσ
3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾽ αὐτοῦ συλλαλοῦντες.
4 αποκριθεισ δε ο πετροσ ειπεν τω ιησου κυριε καλον εστιν ημασ ωδε ειναι ει θελεισ ποιησωμεν ωδε τρεισ σκηνασ σοι μιαν και μωση μιαν και μιαν ηλια
4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ.
5 ετι αυτου λαλουντοσ ιδου νεφελη φωτεινη επεσκιασεν αυτουσ και ιδου φωνη εκ τησ νεφελησ λεγουσα ουτοσ εστιν ο υιοσ μου ο αγαπητοσ εν ω ευδοκησα αυτου ακουετε
5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε·
6 και ακουσαντεσ οι μαθηται επεσον επι προσωπον αυτων και εφοβηθησαν σφοδρα
6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
7 και προσελθων ο ιησουσ ηψατο αυτων και ειπεν εγερθητε και μη φοβεισθε
7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
8 επαραντεσ δε τουσ οφθαλμουσ αυτων ουδενα ειδον ει μη τον ιησουν μονον
8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον.
9 και καταβαινοντων αυτων εκ του ορουσ ενετειλατο αυτοισ ο ιησουσ λεγων μηδενι ειπητε το οραμα εωσ ου ο υιοσ του ανθρωπου εκ νεκρων αναστη
9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10 και επηρωτησαν αυτον οι μαθηται αυτου λεγοντεσ τι ουν οι γραμματεισ λεγουσιν οτι ηλιαν δει ελθειν πρωτον
10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
11 ο δε ιησουσ αποκριθεισ ειπεν αυτοισ ηλιασ μεν ερχεται πρωτον και αποκαταστησει παντα
11 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα·
12 λεγω δε υμιν οτι ηλιασ ηδη ηλθεν και ουκ επεγνωσαν αυτον αλλα εποιησαν εν αυτω οσα ηθελησαν ουτωσ και ο υιοσ του ανθρωπου μελλει πασχειν υπ αυτων
12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾽ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν.
13 τοτε συνηκαν οι μαθηται οτι περι ιωαννου του βαπτιστου ειπεν αυτοισ
13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14 και ελθοντων αυτων προσ τον οχλον προσηλθεν αυτω ανθρωποσ γονυπετων αυτον
14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων·
15 και λεγων κυριε ελεησον μου τον υιον οτι σεληνιαζεται και κακωσ πασχει πολλακισ γαρ πιπτει εισ το πυρ και πολλακισ εισ το υδωρ
15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
16 και προσηνεγκα αυτον τοισ μαθηταισ σου και ουκ ηδυνηθησαν αυτον θεραπευσαι
16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
17 αποκριθεισ δε ο ιησουσ ειπεν ω γενεα απιστοσ και διεστραμμενη εωσ ποτε εσομαι μεθ υμων εωσ ποτε ανεξομαι υμων φερετε μοι αυτον ωδε
17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾽ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.
18 και επετιμησεν αυτω ο ιησουσ και εξηλθεν απ αυτου το δαιμονιον και εθεραπευθη ο παισ απο τησ ωρασ εκεινησ
18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19 τοτε προσελθοντεσ οι μαθηται τω ιησου κατ ιδιαν ειπον δια τι ημεισ ουκ ηδυνηθημεν εκβαλειν αυτο
19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
20 ο δε ιησουσ ειπεν αυτοισ δια την απιστιαν υμων αμην γαρ λεγω υμιν εαν εχητε πιστιν ωσ κοκκον σιναπεωσ ερειτε τω ορει τουτω μεταβηθι εντευθεν εκει και μεταβησεται και ουδεν αδυνατησει υμιν
20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
21 τουτο δε το γενοσ ουκ εκπορευεται ει μη εν προσευχη και νηστεια
21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
22 αναστρεφομενων δε αυτων εν τη γαλιλαια ειπεν αυτοισ ο ιησουσ μελλει ο υιοσ του ανθρωπου παραδιδοσθαι εισ χειρασ ανθρωπων
22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
23 και αποκτενουσιν αυτον και τη τριτη ημερα εγερθησεται και ελυπηθησαν σφοδρα
23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
24 ελθοντων δε αυτων εισ καπερναουμ προσηλθον οι τα διδραχμα λαμβανοντεσ τω πετρω και ειπον ο διδασκαλοσ υμων ου τελει τα διδραχμα
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
25 λεγει ναι και οτε εισηλθεν εισ την οικιαν προεφθασεν αυτον ο ιησουσ λεγων τι σοι δοκει σιμων οι βασιλεισ τησ γησ απο τινων λαμβανουσιν τελη η κηνσον απο των υιων αυτων η απο των αλλοτριων
25 λέγει, ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;
26 λεγει αυτω ο πετροσ απο των αλλοτριων εφη αυτω ο ιησουσ αρα γε ελευθεροι εισιν οι υιοι
26 λέγει αὐτῷ ὁ Πέτρος· ἀπὸ τῶν ἀλλοτρίων. ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
27 ινα δε μη σκανδαλισωμεν αυτουσ πορευθεισ εισ την θαλασσαν βαλε αγκιστρον και τον αναβαινοντα πρωτον ιχθυν αρον και ανοιξασ το στομα αυτου ευρησεισ στατηρα εκεινον λαβων δοσ αυτοισ αντι εμου και σου
27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 9:28–36; Matthew 26:37; Mark 5:37; Mark 9:2–13; 2 Peter 1:18
  2. 2 Psalm 104:2; Matthew 28:3; John 1:14; Luke 9:29; John 17:24
  3. 3 Malachi 4:5; Luke 24:44; Mark 9:4; 1 Kings 18:36–40; 2 Corinthians 3:7–11
  4. 4 Mark 9:5–6; Luke 9:33; Revelation 22:3–5; 1 John 3:2; John 14:8–9
  5. 5 Matthew 3:17; Matthew 12:18; Mark 9:7; Deuteronomy 18:15; Hebrews 2:1–3
  6. 6 Acts 26:14; Judges 13:20; 2 Peter 1:18; Daniel 8:17; 1 Chronicles 21:16
  7. 7 Daniel 10:18; Matthew 14:27; Daniel 8:18; Revelation 1:17; Daniel 10:10
  8. 8 Luke 9:36; Mark 9:8; Acts 12:10–11
  9. 9 Mark 8:30; Luke 24:46–47; Matthew 16:20–21; Mark 9:9–13; Matthew 8:4
  10. 10 Malachi 4:5–6; Matthew 11:14; John 1:21; Mark 9:11; John 1:25
  11. 11 Acts 3:21; Luke 1:16–17; Malachi 4:6; Luke 3:3–14
  12. 12 Isaiah 53:3–12; Acts 13:24–28; Mark 6:14–28; Matthew 16:21; Acts 4:10
  13. 13 Matthew 11:14
  14. 14 Mark 9:14–29; Mark 1:40; Acts 10:25–26; Mark 10:17; Luke 9:37–43
  15. 15 Matthew 4:24; Matthew 15:22; Mark 5:22–23; Job 2:7; Luke 9:38–42
  16. 16 Matthew 17:19–20; Acts 19:15–16; Luke 9:40; 2 Kings 4:29–31; Acts 3:16
  17. 17 Numbers 14:11; Matthew 6:30; Hebrews 3:16–19; Mark 16:14; Mark 9:19
  18. 18 Matthew 9:22; Mark 1:34; Matthew 12:22; Luke 4:35–36; Mark 5:8
  19. 19 Mark 9:28; Mark 4:10
  20. 20 Luke 17:6; Mark 11:23; Luke 1:37; Luke 18:27; Matthew 21:21
  21. 22 Matthew 16:21; Luke 18:31–34; Mark 8:31; Matthew 17:23; Luke 24:46
  22. 23 Matthew 16:21; Isaiah 53:10–12; Zechariah 13:7; Mark 8:31; Psalm 22:22–31
  23. 24 Exodus 30:13; Exodus 38:26
  24. 25 Matthew 22:21; Matthew 22:19; Romans 13:6–7; Matthew 22:17; 1 Samuel 17:25
  25. 27 2 Corinthians 6:3; 1 Corinthians 8:9; 1 Corinthians 9:19–22; 2 Corinthians 8:9; 1 Corinthians 8:13

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 17:1 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXVIII)

    We must now look into and treat of that vision which the Lord showed on the mount. For it is this of which He had said, "Verily I say unto you, there be some standing here which shall not taste of death till they see the Son of Man in His Kingdom." Then began the passage which has just been …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 17:10 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LVII)

    Not then from the Scriptures did they know this, but the Scribes used to explain themselves, and this saying was reported abroad amongst the ignorant people; as about Christ also.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 17:1 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXIII–XXIV)

    Again, five men are said to have been with the Lord when He obtained testimony from the Father,--namely, Peter, and James, and John, and Moses, and Elias.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 17:5 Augustine of Hippo, Confessions (Book XI, Chapters IV–IX)

    Was it in that manner in which the voice came from the cloud, saying, "This is my beloved Son"? For that voice was uttered and passed away, began and ended.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 17:27 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LI)

    Elsewhere, for example, He saith, "But lest we should offend them, cast an hook into the sea:" but here He saith, "Let them alone, they be blind leaders of the blind: and if the blind lead the blind, both shall fall into the ditch." But these things His disciples said, not as grieving for those men only, but as being …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)