Skip to the text

John · SBL Greek New Testament

John 11 SBL Greek New Testament

Leer en español
About SBLGNT
  • Scholarly edition
  • NT: Critical text
  • New Testament only
  • Original language
  • 2010
  • CC BY 4.0

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2 ἦν δὲ ⸀Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ διʼ αὐτῆς. 5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· 7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. 8 λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9 ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα ⸂ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 εἶπαν οὖν οἱ μαθηταὶ ⸀αὐτῷ Κύριε, εἰ κεκοίμηται σωθήσεται. 13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, 15 καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ. 17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ⸂ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ ⸀ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 19 ⸂πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς ⸀τὴν Μάρθαν καὶ ⸀Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ⸀ἀδελφοῦ 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· ⸀Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖν ⸀ἡ Μάρθα πρὸς ⸀τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε ⸂οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου · 22 ⸀καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. 24 λέγει αὐτῷ ⸀ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. 28 Καὶ ⸀τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν ⸀Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. 29 ἐκείνη ⸀δὲ ὡς ἤκουσεν ⸀ἠγέρθη ταχὺ καὶ ⸀ἤρχετο πρὸς αὐτόν· 30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ⸀ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν ⸀Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ ⸀δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 32 ἡ οὖν ⸀Μαριὰμ ὡς ἦλθεν ὅπου ⸀ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ ⸀πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν ⸂μου ἀπέθανεν ὁ ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. 35 ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; 38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ ⸀τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ⸀ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; 41 ἦραν οὖν τὸν ⸀λίθον ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. 44 ⸀ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει ⸂αὐτοῖς ὁ Ἰησοῦς · Λύσατε αὐτὸν καὶ ἄφετε ⸀αὐτὸν ὑπάγειν. 45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν ⸀Μαριὰμ καὶ θεασάμενοι ⸀ἃ ⸀ἐποίησεν ἐπίστευσαν εἰς αὐτόν· 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ⸀ἐποίησεν Ἰησοῦς. 47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ⸂ποιεῖ σημεῖα ; 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ ⸀λογίζεσθε ὅτι συμφέρει ⸀ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53 ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας ⸀ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. 54 ⸂Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ⸀ἔμεινεν μετὰ τῶν ⸀μαθητῶν 55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν ⸀δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ⸀ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Lazarus

    Brother of Martha and Mary

    A man of Bethany, brother of Mary and Martha, whom Jesus loved and raised from the dead and who was later at table with Him.

    Cited in the guide: John 11:1; John 11:5; John 12:1

  • Martha

    Sister of Lazarus and Mary

    A woman of Bethany who received Jesus into her home, was distracted with serving, and whose brother Lazarus Jesus raised.

    Cited in the guide: Luke 10:38; John 11:1; John 11:5

  • Mary

    Sister of Martha and Lazarus

    Sister of Martha and Lazarus of Bethany, who sat at Jesus' feet to listen and who anointed the Lord's feet with perfume and wiped them with her hair.

    Cited in the guide: Luke 10:39; John 11:1; John 11:2

  • Thomas

    Apostle called Didymus

    One of the Twelve, called Didymus, who said 'Let us also go, so that we may die with Him', was absent when Jesus first appeared, and was among those who fished with the disciples…

    Cited in the guide: Matthew 10:3; John 11:16; John 20:24

Places

  • Bethany

    Today: West Bank (al-Eizariya)

    Bethany was Jesus' lodging near Jerusalem during Passion week and the home of Lazarus. Luke sets the Ascension close by.

    Cited in the guide: John 11:1; John 12:1; Luke 24:50

Cross references (56)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 12:17; Luke 10:38–42; John 12:9; 2 Kings 20:1–12; John 11:11
  2. 2 John 12:3; Matthew 26:6–7; Mark 14:3; Luke 7:37–38
  3. 3 John 11:5; Revelation 3:19; Hebrews 12:6–7; John 13:23; Psalm 16:3
  4. 4 John 11:40; John 9:3; 1 Peter 4:14; John 5:23; John 17:5
  5. 5 John 15:9–13; John 11:36; John 17:26; John 16:27; John 11:8
  6. 6 Isaiah 30:18; Isaiah 55:8–9; Genesis 42:24; Genesis 22:14; Genesis 43:29–31
  7. 7 Acts 20:22–24; Acts 15:36; Luke 9:51; John 10:40–42
  8. 8 John 10:31; John 8:59; Acts 21:12–13; Matthew 16:21–23; John 10:39
  9. 9 John 9:4; John 12:35; Jeremiah 31:9; Luke 13:31–33; Proverbs 3:23
  10. 10 Proverbs 4:18–19; 1 John 2:10–11; Jeremiah 13:16; Jeremiah 20:11; Ecclesiastes 2:14
  11. 11 Daniel 12:2; John 11:13; 1 Thessalonians 5:10; John 11:43–44; Matthew 27:52
  12. 13 Matthew 9:24
  13. 14 John 16:25; John 16:29; John 10:24
  14. 15 2 Timothy 2:10; John 14:10–11; 1 John 5:13; John 11:4; Isaiah 54:15
  15. 16 John 13:37; Matthew 26:35; Matthew 10:3; Luke 6:15; Mark 3:18
  16. 17 John 11:39; Hosea 6:2; Acts 2:27–31; John 2:19
  17. 18 Luke 24:13; Revelation 14:20; John 11:1; Revelation 21:16; John 6:19
  18. 19 Job 2:11; 1 Thessalonians 5:11; John 11:31; 2 Corinthians 1:4; 1 Thessalonians 4:18
  19. 20 1 Thessalonians 4:17; Luke 10:38–42; Matthew 25:1; John 11:30; Acts 10:25
  20. 21 John 11:32; Matthew 9:18; 1 Kings 17:18; Psalm 78:19; John 11:37
  21. 22 John 9:31; John 11:41–42; Mark 9:23; Matthew 28:18; Hebrews 11:17–19
  22. 23 John 11:43–44
  23. 24 Daniel 12:2–3; Acts 24:15; John 5:28–29; Isaiah 26:19; Acts 17:31–32
  24. 25 1 Thessalonians 4:14; John 3:36; 1 John 5:11–12; John 1:4; Romans 8:10–11
  25. 26 John 10:28; John 5:24; Romans 8:13; 1 John 5:10–12; John 8:51–53
  26. 27 Matthew 16:16; John 6:14; John 6:69; Malachi 3:1; 1 John 5:1
  27. 28 John 13:13; John 11:20; Mark 10:49; John 20:16; 1 Thessalonians 4:17–18
  28. 29 Psalm 27:8; Proverbs 15:23; Song of Songs 3:1–4; Psalm 119:59–60; Proverbs 27:17
  29. 30 John 11:20
  30. 31 John 11:19; 2 Samuel 12:16–18; Genesis 37:35; 1 Corinthians 2:15
  31. 32 John 11:21; Luke 5:8; Luke 17:16; Luke 8:41; Revelation 5:14
  32. 33 John 11:38; John 12:27; Mark 3:5; Romans 12:15; Genesis 43:30–31
  33. 34 Matthew 28:6; John 20:2; Mark 16:6; Mark 15:47; John 1:39
  34. 35 Luke 19:41; Hebrews 4:15; John 11:33; Isaiah 53:3; Psalm 119:136
  35. 36 John 11:3; 1 John 3:1; Revelation 1:5; 1 John 4:9–10; Ephesians 5:2
  36. 37 John 9:6–7; Psalm 78:19–20; John 11:32; Luke 23:35; Matthew 27:40–42
  37. 38 John 11:33; Matthew 27:60; Luke 24:2; Genesis 23:19; Isaiah 22:16
  38. 39 John 11:17; Psalm 49:7; Mark 16:3; Philippians 3:21; Genesis 3:19
  39. 40 John 11:4; John 11:23–26; Romans 4:17–25; Psalm 63:2; John 1:14
  40. 41 Matthew 11:25; John 17:1; Psalm 123:1; Philippians 4:6; Luke 10:21
  41. 42 John 3:17; John 17:21; Hebrews 7:25; 1 John 4:14; Hebrews 5:7
  42. 43 2 Kings 4:33–36; Acts 9:40; Acts 9:34; Luke 7:14–15; 1 Kings 17:21–22
  43. 44 John 5:25; John 20:7; John 11:25–26; Luke 7:15; John 5:21
  44. 45 John 11:19; John 2:23; John 12:42; John 12:17–19; John 7:31
  45. 46 Luke 16:30–31; John 9:13; Acts 5:25; John 5:15–16; John 12:37
  46. 47 Matthew 26:3; Acts 4:16–17; Matthew 5:22; Acts 4:5–6; John 2:11
  47. 48 1 Thessalonians 2:15–16; Daniel 9:26–27; Matthew 23:35–38; Zechariah 14:1–2; Matthew 27:25
  48. 49 Proverbs 26:12; Matthew 26:3; John 18:13–14; John 11:51; Luke 3:2
  49. 50 John 18:14; Luke 24:46; Romans 3:8; John 19:12; John 11:48
  50. 51 2 Corinthians 5:21; Daniel 9:26; 1 Samuel 23:9; Matthew 20:28; Exodus 28:30
  51. 52 John 10:16; Isaiah 49:6; 1 John 2:2; 1 Peter 1:1; Ephesians 1:9–10
  52. 53 Acts 5:33; Acts 9:23; Psalm 2:2; Matthew 26:59; John 11:47
  53. 54 John 7:1; John 7:4; 2 Chronicles 13:19; John 7:13; John 18:20
  54. 55 2 Chronicles 30:17–20; Hebrews 9:13–14; John 2:13; Exodus 19:10; John 6:4
  55. 56 John 7:11; John 11:7–8
  56. 57 Psalm 109:4; John 10:39; John 9:22; John 5:16–18; John 8:59

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 11:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XI — 1-54)

    Among all the miracles wrought by our Lord Jesus Christ, the resurrection of Lazarus holds a foremost place in preaching. But if we consider attentively who did it, our duty is to rejoice rather than to wonder.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Commentary 11:1 John Chrysostom, Homilies on the Gospel of John (Homily LXII)

    Many men, when they see any of those who are pleasing to God suffering anything terrible, as, for instance, having fallen into sickness, or poverty, and any other the like, are offended, not knowing that to those especially dear to God it belongeth to endure these things; since Lazarus also was one of the friends of Christ, and was sick.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Quotes verse 11:54 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    Then, when He had raised Lazarus from the dead, and plots were formed against Him by the Pharisees, He withdrew to a city called Ephraim; and from that place, as it is written "He came to Bethany six days before the passover," and going up from Bethany to Jerusalem, He there ate the passover, and suffered on the day following.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 11:15 Augustine of Hippo, The City of God (Book XIV, Chapter 9)

    When, therefore, we read in the Gospel that the hard-heartedness of the Jews moved Him to sorrowful indignation, that He said, "I am glad for your sakes, to the intent ye may believe," that when about to raise Lazarus He even shed tears, that He earnestly desired to eat the passover with His disciples, that as His passion drew near …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 11:42 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XVI)

    … Lazarus, added also a prayer; and then, lest this should make Him appear less than Him that begat Him, He, to correct this suspicion, added, "I said these things, because of the people which standeth by, that they may believe that thou hast sent me." And neither doth He work all things as one who acted by His own power, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)