1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸀ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. 2 καὶ δείπνου ⸀γινομένου τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ⸂ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος ⸀Ἰσκαριώτου⸃, 3 ⸀εἰδὼς ὅτι πάντα ⸀ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. ⸀λέγει ⸀αὐτῷ Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς ⸂μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη ⸂Ἰησοῦς αὐτῷ · Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὁ λελουμένος ⸂οὐκ ἔχει χρείαν ⸂εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ⸀ὅτι Οὐχὶ πάντες καθαροί ἐστε. 12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν ⸀καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ⸂καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα ⸀τίνας ἐξελεξάμην· ἀλλʼ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων ⸀μου τὸν ἄρτον ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ⸂πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ⸀ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με. 21 Ταῦτα εἰπὼν ⸀ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 ⸀ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. 23 ⸀ἦν ἀνακείμενος εἷς ⸀ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25 ⸀ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 26 ⸀ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψω τὸ ψωμίον ⸂καὶ δώσω αὐτῷ · ⸂βάψας οὖν τὸ ⸀ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον ⸀εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ⸂ἐξῆλθεν εὐθύς. ἦν δὲ νύξ. 31 Ὅτε ⸀οὖν ἐξῆλθεν ⸀λέγει Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· 32 ⸂εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ ⸃ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ⸀αὑτῷ καὶ εὐθὺς δοξάσει αὐτόν. 33 τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸂ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. 36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ⸀ἀπεκρίθη Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ⸂ἀκολουθήσεις δὲ ὕστερον. 37 λέγει αὐτῷ ⸀ὁ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ⸀ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 ⸀ἀποκρίνεται Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ⸀ἀρνήσῃ με τρίς.
John · SBL Greek New Testament
John 13 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Simon
Named in John 6:71, 13:2 and 13:26 as the father of Judas Iscariot.
Cited in the guide: John 6:71; John 13:2; John 13:26
Cross references (37)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 John 12:23; 1 John 4:19; John 13:34; John 13:3; John 16:28
- 2 James 1:13–17; Acts 5:3; John 6:70–71; John 13:26–27; Luke 22:31
- 3 John 3:35; Matthew 11:27; Hebrews 1:2; Matthew 28:18; John 17:2
- 4 2 Corinthians 8:9; Luke 22:27; Luke 12:37; Philippians 2:6–8; Luke 17:7
- 5 Luke 7:44; Psalm 51:2; 1 Timothy 5:10; Genesis 18:4; Genesis 19:2
- 6 John 1:27; Matthew 3:11–14; Luke 5:8
- 7 Daniel 12:8; John 12:16; John 14:26; James 5:7–11; John 13:10–12
- 8 Titus 3:5; Ezekiel 36:25; Acts 22:16; Ephesians 5:26; Hebrews 10:22
- 9 Psalm 51:2; Psalm 51:7; Psalm 26:6; 1 Peter 3:21; Hebrews 10:22
- 10 John 15:3; 2 Corinthians 7:1; 2 Corinthians 5:17; Numbers 19:19–21; Ephesians 5:26–27
- 11 John 13:26; John 13:18; John 13:21; John 13:2; John 2:25
- 12 John 13:7; John 13:4; Ezekiel 24:24; Ezekiel 24:19; Matthew 13:51
- 13 Luke 6:46; 1 Corinthians 12:3; Philippians 2:11; John 11:28; Romans 14:8–9
- 14 1 Peter 5:5; Acts 20:35; Romans 12:16; Galatians 5:13; Luke 22:26–27
- 15 1 John 2:6; Matthew 11:29; 1 Peter 2:21; 1 Peter 3:17–18; Ephesians 5:2
- 16 Luke 6:40; John 15:20; Matthew 10:24–25; John 3:5; John 3:3
- 17 Luke 11:28; James 4:17; James 1:25; Matthew 7:24–25; Ezekiel 36:27
- 18 Psalm 41:9; Matthew 26:23; John 17:12; Mark 14:20; John 13:26
- 19 Isaiah 43:10; John 14:29; Revelation 1:17–18; John 16:4; John 8:23–24
- 20 Luke 10:16; Luke 9:48; Mark 9:37; Matthew 25:40; Matthew 10:40–42
- 21 Matthew 26:21; John 13:18; Mark 14:18; John 12:27; Acts 1:16–17
- 22 Luke 22:23; Mark 14:19; Matthew 26:22; Genesis 42:1
- 23 John 19:26; John 20:2; John 21:20; John 21:7; Revelation 1:16–18
- 24 Acts 13:16; Acts 12:17; Luke 1:22; Luke 5:7; Acts 21:40
- 25 John 21:20; Genesis 44:4–12; Esther 7:5
- 26 Matthew 26:23; John 13:30; Luke 22:21; Mark 14:19–20; John 6:70–71
- 27 Luke 22:3; John 13:2; Acts 5:3; Matthew 12:45; Proverbs 1:16
- 29 Acts 20:34–35; John 12:5–6; Ephesians 4:28; John 13:1; Galatians 2:10
- 30 Isaiah 59:7; Proverbs 4:16; Romans 3:15; Luke 22:53; Job 24:13–15
- 31 1 Peter 4:11; John 14:13; John 7:39; 1 Peter 1:21; John 16:14
- 32 Revelation 22:3; Revelation 22:1; John 17:1; John 17:4–6; John 12:23
- 33 John 7:33–34; 1 John 2:1; John 16:16–22; John 8:21–24; John 12:35–36
- 34 Ephesians 5:2; Leviticus 19:18; John 15:17; 1 Peter 1:22; 1 John 3:23
- 35 1 John 4:20–21; 1 John 2:10; 1 John 3:10–14; John 17:21; 1 John 2:5
- 36 2 Peter 1:14; John 21:21–22; John 13:33; John 14:2; John 21:18–19
- 37 Acts 20:24; Acts 21:13; John 21:15; Mark 14:27–31; Matthew 26:31–35
- 38 Luke 22:34; Matthew 26:34; Mark 14:30; Proverbs 16:18; Matthew 26:69–75
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The Lord's Supper, as set forth in John, must, with His assistance, be unfolded in a becoming number of Lectures, and explained with all the ability He is pleased to grant us.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
"Be ye imitators of me," said Paul, "as I also am of Christ." ( 1 Cor. xi. 1.) For on this account He took also flesh of our substance, that by means of it He might teach us virtue.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
Now in the last days, when the fulness of the time of liberty had arrived, the Word Himself did by Himself "wash away the filth of the daughters of Zion," when He washed the disciples' feet with His own hands. For this is the end of the human race inheriting God; that as in the beginning, by means of our …
"The devil," saith the Scripture, "entered into the heart of Judas, that he should betray the Lord." One may say then, what have I done?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
For so he too would have forbidden Him to wash his feet, but when he had heard, "What I do thou knowest not now, but thou shalt know hereafter," and "thou hast no part with me," he speedily withdrew from his determination, and went over to the contrary.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)