1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 4 ⸀ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ⸀ἐπέχρισεν ⸀αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ⸀ὀφθαλμούς 7 καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8 οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸀προσαίτης ἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ⸂ἔλεγον· Οὐχί, ἀλλὰ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ· ⸀Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθη ⸀ἐκεῖνος ⸂Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ⸀ὅτι Ὕπαγε εἰς ⸀τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν ⸀οὖν καὶ νιψάμενος ἀνέβλεψα. 12 ⸂καὶ εἶπαν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα. 13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον ⸂ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· ⸂Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ⸀ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 λέγουσιν ⸀οὖν τῷ τυφλῷ πάλιν· ⸂Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. 18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ⸂ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ ⸂τοῦ ἀναβλέψαντος 19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ⸂βλέπει ἄρτι ; 20 ἀπεκρίθησαν ⸀οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· ⸂αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει⸃, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. 23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ⸀ἐπερωτήσατε 24 Ἐφώνησαν οὖν ⸂τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ⸂οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν ⸀ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπον ⸂οὖν αὐτῷ · Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 ⸀ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ ⸂μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν ⸂τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31 ⸀οἴδαμεν ὅτι ⸂ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. 35 ⸀Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν ⸀εἶπεν Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ⸀ἀνθρώπου 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 ⸀εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39 καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40 ⸀ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸂μετʼ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ⸀ἡ ἁμαρτία ὑμῶν μένει.
John · SBL Greek New Testament
John 9 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Cross references (36)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Luke 13:2; John 9:34; Exodus 20:5; Acts 28:4
- 3 John 11:4; John 11:40; Ecclesiastes 9:1–2; Job 2:3–6; Job 42:7
- 4 John 12:35; Ephesians 5:16; John 4:34; Ecclesiastes 9:10; John 11:9–10
- 5 John 8:12; John 12:46; Acts 13:47; John 1:4–9; Revelation 21:23
- 6 Mark 8:23; Mark 7:33; Revelation 3:18
- 7 Isaiah 35:5; John 9:11; John 11:37; Isaiah 8:6; Acts 26:18
- 8 1 Samuel 2:8; Luke 18:35; 1 Samuel 21:11; Acts 3:2–11; Luke 16:20–22
- 10 Mark 4:27; Ecclesiastes 11:5; John 3:9; John 9:26; John 9:15
- 11 John 9:6–7; John 9:27
- 12 Exodus 2:18–20; John 5:11–13; John 7:11
- 13 John 12:42; John 8:3–8; John 11:46–47; John 11:57; John 12:19
- 14 John 5:9; Luke 13:10–17; Matthew 12:1–14; Luke 14:1; Mark 2:23–3:6
- 15 John 9:26–27; John 9:10–11
- 16 John 10:19; John 7:43; John 7:12; Matthew 12:2; John 3:2
- 17 John 4:19; John 6:14; Acts 3:22–26; Acts 10:38; Acts 2:22
- 18 Hebrews 3:15–19; John 12:37–40; Hebrews 4:11; John 1:19; Isaiah 26:11
- 19 Acts 4:14; John 9:8–9; Acts 3:10
- 22 John 7:13; John 16:2; Luke 6:22; Isaiah 57:11; John 12:42–43
- 23 John 9:21
- 24 John 9:16; Joshua 7:19; John 8:49; John 19:6; Psalm 50:14–15
- 25 1 John 5:10; John 9:30; John 5:11
- 27 Luke 22:67
- 28 Romans 2:17; 1 Corinthians 4:12; 1 Corinthians 6:10; John 7:19; Matthew 27:39
- 29 John 8:14; Numbers 12:2–7; Psalm 22:6; 2 Kings 9:11; Isaiah 53:2–3
- 30 Psalm 119:18; John 12:37; Isaiah 29:18; Isaiah 29:14; John 3:10
- 31 Proverbs 15:29; Isaiah 1:15; Proverbs 28:9; Micah 3:4; Proverbs 1:28–29
- 32 Isaiah 64:4; Job 20:4; Luke 1:70; Revelation 16:18
- 33 John 9:16; John 3:2; Acts 5:38–39
- 34 John 9:2; John 9:22; Isaiah 66:5; Job 25:4; Luke 18:17
- 35 John 20:31; Romans 10:20; 1 John 5:13; 1 John 4:15; John 10:36
- 36 Romans 10:14; Song of Songs 5:9; Proverbs 30:3–4; John 1:38; Matthew 11:3
- 37 John 4:26; Psalm 25:8–9; John 7:17; Psalm 25:14; John 14:21–23
- 38 Matthew 14:33; Matthew 28:9; John 20:28; Matthew 28:17; Luke 24:52
- 39 John 3:19; Acts 26:18; John 12:46; John 8:12; 1 John 2:11
- 40 Revelation 3:17; Matthew 15:12–14; John 9:34; Matthew 23:16–28; Romans 2:19–22
- 41 Isaiah 5:21; John 15:22–24; Luke 18:14; 1 John 1:8–10; Proverbs 26:12
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The Lord Jesus, as we heard when the Holy Gospel was being read, opened the eyes of a man who was born blind. Brethren, if we consider our hereditary punishment, the whole world is blind. And therefore came Christ the Enlightener, because the devil had been the Blinder.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
We have just read the long lesson of the man born blind, whom the Lord Jesus restored to the light; but were we to attempt handling the whole of it, and considering, according to our ability, each passage in a way proportionate to its worth, the day would be insufficient.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
"And as Jesus passed by, He saw a man which was blind from his birth." Being full of love for man, and caring for our salvation, and desiring to stop the mouths of the foolish, He omitteth nothing of His own part, though there be none to give heed.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
They also maintain that the Saviour exhibited an emblem of this mystery in the case of that man who was blind from his birth, since the Æon was in this manner produced by Monogenes blind, that is, in ignorance, thus falsely ascribing ignorance and blindness to the Word of God, who, according to their own theory, holds the second [place …
The pool of Siloam, for example, where the man whose eyes our Lord had anointed with clay made out of spittle was commanded to wash, has a figurative significance, and undoubtedly conveys a secret sense; but yet if the evangelist had not interpreted that name, a meaning so important would lie unnoticed.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)