1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸀καὶ ἑτέρους ἑβδομήκοντα ⸀δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸁δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. 2 ἔλεγεν ⸀δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ⸂ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ. 3 ὑπάγετε· ⸀ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4 μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, ⸀μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5 εἰς ἣν δʼ ἂν ⸂εἰσέλθητε οἰκίαν πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. 6 καὶ ἐὰν ⸂ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπʼ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφʼ ὑμᾶς ἀνακάμψει. 7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρʼ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ ⸀αὐτοῦ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 8 καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, 9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 10 εἰς ἣν δʼ ἂν πόλιν ⸀εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· 11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ⸂εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ⸀ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ. 12 λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. 13 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸀ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸀καθήμενοι μετενόησαν. 14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15 καὶ σύ, Καφαρναούμ, ⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ ; ἕως ⸀τοῦ ᾅδου ⸀καταβιβασθήσῃ 16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα ⸀δύο μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ ⸀δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ⸀ἀδικήσῃ 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ⸀ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ⸀τῷ πνεύματι ⸂τῷ ἁγίῳ καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκία ἐγένετο ἔμπροσθέν σου. 22 ⸀πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ⸀ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. 25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων ⸀αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ⸂ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ⸂ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ⸂ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. 29 Ὁ δὲ θέλων ⸀δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; 30 ὑπολαβὼν ⸀δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ⸀ἡμιθανῆ 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32 ὁμοίως δὲ καὶ ⸀Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν καὶ ⸀ἰδὼν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35 καὶ ἐπὶ τὴν ⸀αὔριον ἐκβαλὼν ⸂δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ ⸀εἶπεν Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 ⸀τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ. εἶπεν ⸀δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως. 38 ⸂Ἐν δὲ τῷ πορεύεσθαι ⸀αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο ⸀αὐτὸν 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη ⸀Μαριάμ ἣ καὶ ⸂παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ ⸀Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸀κατέλειπεν διακονεῖν; ⸀εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ⸀κύριος Μάρθα Μάρθα, μεριμνᾷς καὶ ⸀θορυβάζῃ περὶ πολλά, 42 ⸂ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός · ⸂Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ⸀αὐτῆς
Luke · SBL Greek New Testament
Luke 10 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Martha
A woman of Bethany who received Jesus into her home, was distracted with serving, and whose brother Lazarus Jesus raised.
Cited in the guide: Luke 10:38; John 11:1; John 11:5
Mary
Sister of Martha and Lazarus of Bethany, who sat at Jesus' feet to listen and who anointed the Lord's feet with perfume and wiped them with her hair.
Cited in the guide: Luke 10:39; John 11:1; John 11:2
Places
Jericho
Jericho guarded the eastern entrance to Canaan. The Old Testament city (Tell es-Sultan) fell to Joshua; Herodian Jericho nearby is where Jesus healed Bartimaeus and called Zacchaeus.
Cited in the guide: Joshua 6:20; Luke 19:1-10; Luke 10:30
Cross references (42)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Mark 6:7–13; Luke 9:52; Matthew 10:1–4; Numbers 11:24–26; Luke 3:4–6
- 2 Matthew 9:36–38; John 4:35–38; 1 Corinthians 3:6–9; Mark 16:15; 1 Thessalonians 5:12
- 3 Matthew 10:16; Acts 20:29; Ezekiel 2:3–6; John 15:20; John 10:12
- 4 Luke 22:35; 2 Kings 4:29; Luke 10:4–12; Mark 6:8–11; 2 Kings 4:24
- 5 1 Samuel 25:6; Matthew 10:12–13; Isaiah 57:19; Ephesians 2:17; 2 Corinthians 5:18–20
- 6 2 Thessalonians 3:16; Isaiah 9:6; 2 Corinthians 2:15–16; Ephesians 5:6; 1 Samuel 25:17
- 7 1 Timothy 5:17–18; Matthew 10:10–11; 1 Corinthians 9:4–15; 2 Timothy 2:6; Galatians 6:6
- 8 1 Corinthians 10:27; Matthew 10:40; Luke 9:48; Luke 10:10; John 13:20
- 9 Matthew 3:2; John 3:5; Luke 17:20–21; Acts 28:7–10; Luke 10:11
- 10 Acts 18:6; Matthew 10:14; Acts 13:51; Luke 9:5
- 11 Luke 10:9; Acts 13:51; Acts 13:46; Deuteronomy 30:11–14; Matthew 10:14
- 12 Matthew 10:15; Matthew 11:24; Mark 6:11; Lamentations 4:6
- 13 Isaiah 23:1–18; Matthew 11:20–23; Ezekiel 26:1–28:26; Joel 3:4–8; Acts 28:25–28
- 14 John 15:22–25; Luke 12:47–48; Romans 2:1; Romans 2:27; Amos 3:2
- 15 Isaiah 14:13–15; Matthew 4:13; 2 Peter 2:4; Luke 13:28; Matthew 11:23
- 16 John 13:20; 1 Thessalonians 4:8; Matthew 10:40; John 12:44; John 5:22–23
- 17 Romans 16:20; Luke 9:1; Mark 16:17; Luke 10:1; Luke 10:9
- 18 Revelation 12:7–9; Isaiah 14:12; Revelation 9:1; John 16:11; John 12:31
- 19 Psalm 91:13; Mark 16:18; Romans 16:20; Acts 28:5; Revelation 11:5
- 20 Revelation 20:15; Revelation 20:12; Matthew 7:22–23; Hebrews 12:23; Revelation 21:27
- 21 2 Corinthians 4:3; Matthew 13:11–16; Matthew 11:25–27; 1 Peter 2:1–2; 1 Corinthians 2:6–8
- 22 Matthew 11:27; John 1:18; John 6:44–46; John 10:15; John 17:26
- 23 Matthew 13:16–17
- 24 John 8:56; 1 Peter 1:10–12; Hebrews 11:13; Hebrews 11:39
- 25 Matthew 22:34–39; Luke 18:18; Acts 16:30–31; Matthew 19:16–19; Galatians 3:18
- 26 Romans 10:5; Isaiah 8:20; Galatians 3:21–22; Romans 3:19; Galatians 3:12–13
- 27 Mark 12:30–31; Matthew 22:37–40; Deuteronomy 6:5; Romans 13:9; Leviticus 19:18
- 28 Ezekiel 20:11; Leviticus 18:5; Matthew 19:17; Nehemiah 9:29; Luke 7:43
- 29 Luke 16:15; Luke 18:9–11; Matthew 5:43–44; Leviticus 19:34; Galatians 3:11
- 30 Luke 18:31; Jeremiah 51:52; Ezekiel 30:24; Psalm 88:4
- 31 1 John 3:16–18; Psalm 69:20; Proverbs 21:13; Jeremiah 5:31; Hosea 6:9
- 32 Acts 18:17; Proverbs 27:10; 2 Timothy 3:2; Psalm 109:25
- 33 1 Kings 8:50; Luke 7:13; Jeremiah 38:7–13; Matthew 18:33; Proverbs 27:10
- 34 Romans 12:20; Psalm 147:3; Genesis 42:27; Luke 2:7; Mark 14:8
- 35 Proverbs 19:17; Luke 14:13; Romans 16:23; Matthew 20:2
- 36 Luke 7:42; Matthew 21:28–31; Matthew 17:25; Matthew 22:42
- 37 1 John 3:16–18; Micah 6:8; 1 Peter 2:21; 2 Corinthians 8:9; 1 John 4:10–11
- 38 John 11:19–20; John 12:1–3; John 11:1–5; Luke 8:2–3; Acts 16:15
- 39 Proverbs 8:34; Luke 8:35; John 12:3; Acts 22:3; Deuteronomy 33:3
- 40 John 6:27; Luke 12:29; Matthew 16:22; Matthew 14:15; Jonah 4:1–4
- 41 Philippians 4:6; Mark 4:19; Luke 21:34; Matthew 6:25–34; Luke 8:14
- 42 Psalm 27:4; Psalm 16:5–6; John 10:27–28; John 4:14; Psalm 73:25
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
By the lesson of the Gospel which has just been read, we are reminded to search what that harvest is of which the Lord says, "The harvest truly is great, but the labourers are few.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
And He is called Angel and Apostle; for He declares whatever we ought to know, and is sent forth to declare whatever is revealed; as our Lord Himself says, "He that heareth Me, heareth Him that sent Me." From the writings of Moses also this will be manifest; for thus it is written in them, "And the Angel of God …
For the Lord, through means of suffering, "ascending into the lofty place, led captivity captive, gave gifts to men," and conferred on those that believe in Him the power "to tread upon serpents and scorpions, and on all the power of the enemy," that is, of the leader of apostasy.
This, therefore, is the counsel of Him whom I regard as having spoken the words, "Whatsoever thou spendest more, when I come again, I will repay thee."
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
Hearken also unto Christ, saying, "Rejoice not that the demons obey you, but that your names are written in Heaven." And again before this, "Many will say to me in that day, Have we not prophesied in Thy name, and cast out devils, and done many mighty works, and then I will profess unto them, I know you not." And …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)