Skip to the text

Luke · SBL Greek New Testament

Luke 4 SBL Greek New Testament

Leer en español
About SBLGNT
  • Scholarly edition
  • NT: Critical text
  • New Testament only
  • Original language
  • 2010
  • CC BY 4.0

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

1 Ἰησοῦς δὲ ⸂πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ⸂ἐν τῇ ἐρήμῳ 2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν ⸀αὐτῶν ἐπείνασεν. 3 ⸂εἶπεν δὲ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 καὶ ἀπεκρίθη ⸂πρὸς αὐτὸν ὁ Ἰησοῦς · Γέγραπται ὅτι Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ⸀ἄνθρωπος 5 Καὶ ἀναγαγὼν ⸀αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· 6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ⸀ἂν θέλω δίδωμι αὐτήν· 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα. 8 καὶ ἀποκριθεὶς ⸂ὁ Ἰησοῦς εἶπεν αὐτῷ · Γέγραπται· ⸂Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 9 ⸂Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ⸀ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11 καὶ ⸀ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. 13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ. 14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων. 16 Καὶ ἦλθεν ⸀εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον ⸂τοῦ προφήτου Ἠσαΐου καὶ ⸀ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν ⸀με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων ⸂οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον· ⸂Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος ; 23 καὶ εἶπεν πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ⸂εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. 24 εἶπεν δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. 25 ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ⸀ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς ⸀Σιδωνίας πρὸς γυναῖκα χήραν. 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ⸂ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος. 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ⸂ᾠκοδόμητο αὐτῶν, ὥστε⸃ κατακρημνίσαι αὐτόν· 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο. 31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν· 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· 34 ⸀Ἔα τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ⸀ἀπʼ αὐτοῦ. καὶ ῥίψαν αὐτὸ τὸ δαιμόνιον εἰς ⸀τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. 36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; 37 καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου. 38 Ἀναστὰς δὲ ⸀ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς. 40 Δύνοντος δὲ τοῦ ἡλίου ⸀ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ⸂ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν ⸀κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ ⸀εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι. 42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν. 43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ⸀ἐπὶ τοῦτο ⸀ἀπεστάλην 44 καὶ ἦν κηρύσσων ⸂εἰς τὰς συναγωγὰς τῆς ⸀Ἰουδαίας

Cross references (44)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 4:1–11; Acts 10:38; Mark 1:12–13; Luke 4:18; Isaiah 61:1
  2. 2 Exodus 34:28; Hebrews 4:15; 1 Kings 19:8; Deuteronomy 9:9; Hebrews 2:18
  3. 3 Matthew 4:3; Luke 3:22
  4. 4 Deuteronomy 8:3; Matthew 4:4; Matthew 6:31; Ephesians 6:17; Exodus 23:25
  5. 5 1 John 2:15–16; 1 Corinthians 15:52; Matthew 4:8; Psalm 73:19; Job 20:5
  6. 6 John 12:31; 1 John 5:19; John 14:30; Ephesians 2:2; Revelation 20:2–3
  7. 7 Psalm 72:11; Revelation 22:8; Revelation 5:8; Luke 8:28; Matthew 2:11
  8. 8 Deuteronomy 6:13; Deuteronomy 10:20; Matthew 4:10; Psalm 83:18; Revelation 19:10
  9. 9 Matthew 4:5–6; Luke 4:3; Romans 1:4; Matthew 8:29; Job 2:6
  10. 10 Psalm 91:11–12; Hebrews 1:14; 2 Corinthians 11:14; Luke 4:3
  11. 11 Psalm 91:12
  12. 12 Deuteronomy 6:16; Hebrews 3:8–9; 1 Corinthians 10:9; Malachi 3:15; Matthew 4:7
  13. 13 James 4:7; Hebrews 4:15; Matthew 4:11; John 14:30
  14. 14 Acts 10:37; Matthew 4:23–25; Matthew 4:12; Mark 1:28; Mark 1:14
  15. 15 Matthew 4:23; Isaiah 55:5; Mark 1:39; Mark 1:45; Matthew 9:8
  16. 16 Matthew 2:23; Mark 6:1–3; Matthew 13:54–55; Acts 13:14–16; Luke 2:51
  17. 17 Isaiah 61:1–3; Acts 13:15; Acts 7:42; Acts 13:27; Luke 20:42
  18. 18 Isaiah 61:1; Matthew 11:5; Psalm 146:7–8; Acts 10:38; Luke 7:22
  19. 19 Isaiah 61:2; Isaiah 63:4; Luke 19:42; Leviticus 25:50–54; Leviticus 25:8–13
  20. 20 Luke 4:17; John 8:2; Acts 16:13; Matthew 5:1–2; Luke 5:3
  21. 21 John 4:25–26; Acts 3:18; Matthew 13:14; Luke 10:23–24; Acts 2:16–18
  22. 22 Matthew 13:54–56; Psalm 45:2; John 6:42; Acts 6:10; Mark 6:2–3
  23. 23 Matthew 11:23–24; John 4:46–53; John 2:3–4; Mark 2:1–12; Romans 2:21–22
  24. 24 Matthew 13:57; John 4:44; Mark 6:4–5; Acts 22:3; Acts 22:18–22
  25. 25 James 5:17; 1 Kings 17:1; Matthew 20:15; 1 Kings 18:1–2; Mark 7:26–29
  26. 26 1 Kings 17:9–24; Matthew 11:21; Obadiah 20
  27. 27 2 Kings 5:1–27; John 17:12; Matthew 12:4; 1 Kings 19:19–21; Job 36:23
  28. 28 Acts 7:54; Acts 22:21–23; Jeremiah 37:15–16; Luke 6:11; Luke 11:53–54
  29. 29 John 8:59; John 8:37; Acts 21:28–32; John 15:24–25; Hebrews 13:12
  30. 30 John 10:39; John 8:59; John 18:6–7; Acts 12:18
  31. 31 Mark 1:21–28; Matthew 4:13; Acts 17:1–3; Acts 13:50–14:2; Matthew 10:23
  32. 32 Luke 4:36; Matthew 7:28–29; 2 Corinthians 10:4–5; Hebrews 4:12–13; Titus 2:15
  33. 33 Mark 1:23
  34. 34 Mark 1:24; James 2:19; Matthew 8:29; Revelation 3:7; Luke 1:35
  35. 35 Luke 4:41; Luke 4:39; Matthew 8:26; Revelation 12:12; Mark 9:26
  36. 36 Luke 4:32; Mark 16:17–20; Mark 7:37; Luke 10:17–20; Mark 1:27
  37. 37 Mark 1:45; Luke 4:14; Isaiah 52:13; Matthew 9:26; Matthew 4:23–25
  38. 38 Matthew 8:14–15; Mark 1:29–31; James 5:14–15; John 11:22; Luke 7:3–4
  39. 39 Luke 4:41; Luke 4:35; Luke 8:24; Luke 8:2–3; 2 Corinthians 5:14–15
  40. 40 Mark 1:32–34; Matthew 8:16–17; Mark 5:23; Acts 19:12; Mark 3:10
  41. 41 Mark 1:34; James 2:19; Acts 16:17–18; John 20:31; Luke 4:34–35
  42. 42 Luke 6:12; Mark 1:35–38; John 4:34; Mark 1:45; John 6:24
  43. 43 Mark 1:38–39; 2 Timothy 4:2; John 6:38–40; John 20:21; Mark 1:14–15
  44. 44 Matthew 4:23; Mark 1:39; Luke 4:15

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 4:18 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXI)

    For this reason, too, did the Lord Himself read at Capernaum the prophecies of Isaiah: "The Spirit of the Lord is upon Me, because He hath anointed Me; to preach the Gospel to the poor hath He sent Me, to heal the broken-hearted, to preach deliverance to the captives, and sight to the blind." At the same time, showing that …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 4:24 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IV — 1-42)

    She accounted the Lord a prophet, and a prophet indeed He was; for it was of Himself He said, that "a prophet is not without honor, save in his own country." Again, of Him it was said to Moses, "A Prophet will I raise up to them of their brethren, like unto thee." Like, namely, as to the form of …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Quotes verse 4:13 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XIII)

    Which Luke also was declaring, when he said, that "he departed from Him for a season;" showing that hereafter he approached Him by his proper instruments.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 4:6 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VIII)

    Never say then that riches are the devil's: for though he say, All these will I give thee, for they are delivered unto me, one may indeed even reject his assertion; for we need not believe the liar: and yet perhaps he spake the truth, being compelled by the power of His presence: for he said not, All these …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 4:6 Irenaeus of Lyons, Against Heresies (Book V, Chapter XIX)

    He then, having been thus signally defeated, and then, as it were, concentrating his forces, drawing up in order all his available power for falsehood, in the third place "showed Him all the kingdoms of the world, and the glory of them," saying, as Luke relates, "All these will I give thee,--for they are delivered to me; and to whom …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)