1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2 καὶ ⸀προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν 3 καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 5 καὶ ὃς ⸀ἐὰν δέξηται ⸂ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. 6 Ὃς δʼ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ⸀εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. 7 οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη ⸀γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ⸀ἀνθρώπῳ διʼ οὗ τὸ σκάνδαλον ἔρχεται. 8 Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸀αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸂κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. 9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. 10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν ⸀οὐρανοῖς. 12 τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ⸀ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη ⸀καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπʼ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 οὕτως οὐκ ἔστιν θέλημα ⸀ἔμπροσθεν τοῦ πατρὸς ⸀ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ⸀ἓν τῶν μικρῶν τούτων. 15 Ἐὰν δὲ ἁμαρτήσῃ ⸂εἰς σὲ ὁ ἀδελφός σου, ⸀ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 ἀμὴν λέγω ὑμῖν, ὅσα ⸀ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ⸀ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ⸁ἐν οὐρανῷ. 19 Πάλιν ⸀ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ⸂συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. 21 Τότε προσελθὼν ⸂αὐτῷ ὁ Πέτρος εἶπεν · Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά. 23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν ⸀προσηνέχθη ⸂αὐτῷ εἷς⸃ ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ ⸀κύριος πραθῆναι καὶ τὴν ⸀γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ⸀ἔχει καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· ⸀Μακροθύμησον ἐπʼ ⸀ἐμοί καὶ πάντα ⸂ἀποδώσω σοι. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ⸀Ἀπόδος εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος ⸀αὐτοῦ παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπʼ ⸀ἐμοί καὶ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ⸀οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 ἰδόντες ⸀οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ⸀ὀφειλόμενον 35 Οὕτως καὶ ὁ πατήρ μου ὁ ⸀οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ⸀ὑμῶν
Matthew · SBL Greek New Testament
Matthew 18 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
There is no verse 11 in this translation; the verses after it keep their usual numbers.
Cross references (34)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Mark 9:33–37; Luke 9:46–48; Matthew 20:20–28; Luke 22:24–27; Philippians 2:3
- 2 Matthew 19:13–14; Mark 9:36–37; 1 Kings 3:7; Jeremiah 1:7
- 3 Mark 10:14–15; 1 Peter 2:2; Matthew 19:14; 1 Corinthians 14:20; Luke 18:16–17
- 4 James 4:10; Mark 10:43; Luke 14:11; Luke 9:48; Matthew 23:11–12
- 5 Matthew 25:40; John 13:20; Mark 9:37; Galatians 4:14; Luke 17:1–2
- 6 Mark 9:42; Luke 17:1–2; Matthew 18:10; 2 Thessalonians 1:6–9; Matthew 18:14
- 7 Luke 17:1; 1 Corinthians 11:19; Matthew 26:24; 1 Timothy 4:1–3; Jude 4
- 8 Matthew 5:29–30; Philippians 3:8–9; Romans 13:12; Luke 18:22–23; Ezekiel 18:31
- 9 Acts 14:22; Matthew 18:8; Revelation 21:27; Matthew 5:22; Matthew 5:29
- 10 Psalm 91:11; Psalm 34:7; Hebrews 1:14; Luke 16:22; Acts 12:7–11
- 12 Ezekiel 34:12; Luke 15:4–7; Ezekiel 34:16; Isaiah 53:6; Ezekiel 34:28
- 13 Luke 15:5–10; Zephaniah 3:17; Psalm 147:11; Luke 15:23–24; John 4:34–36
- 14 John 17:12; 2 Peter 3:9; John 6:39–40; John 10:27–30; Isaiah 40:11
- 15 Leviticus 19:17; Galatians 6:1; Luke 17:3–4; 2 Thessalonians 3:15; Colossians 3:13
- 16 Deuteronomy 19:15; 2 Corinthians 13:1; John 8:17; 1 Timothy 5:19; Hebrews 10:28
- 17 2 Thessalonians 3:6; 1 Corinthians 5:9–6:7; 2 Thessalonians 3:14–15; 1 Corinthians 5:3–5; 2 John 10–11
- 18 Matthew 16:19; 2 Corinthians 2:10; John 20:23; 1 Corinthians 5:4–5; Revelation 3:7–8
- 19 Matthew 7:7; 1 John 5:14–16; Mark 11:24; John 14:13–14; Philippians 1:19
- 20 1 Corinthians 5:4; Revelation 21:3; Matthew 28:20; Zechariah 2:5; John 20:26
- 21 Luke 17:3–4; Matthew 18:15
- 22 Colossians 3:13; Mark 11:25; Genesis 4:24; Ephesians 4:31–5:1; Matthew 6:14–15
- 23 Romans 14:12; Matthew 13:24; Matthew 3:2; Matthew 13:44–45; Matthew 13:47
- 24 Psalm 38:4; Psalm 130:3–4; Psalm 40:12; Luke 13:4; Luke 16:5
- 25 Nehemiah 5:5; 2 Kings 4:1; Luke 7:42; Leviticus 25:39; Nehemiah 5:8
- 26 Matthew 18:29; Luke 7:43; Matthew 8:2; Romans 10:3
- 27 Psalm 145:8; Psalm 86:15; Psalm 86:5; Nehemiah 9:17; Psalm 78:38
- 28 Ezekiel 45:9; Matthew 20:2; Deuteronomy 15:2; Isaiah 58:3; Nehemiah 5:10–11
- 29 Matthew 6:12; Matthew 18:26; Philemon 18–19
- 30 1 Kings 22:27; 1 Kings 21:27–29
- 31 Romans 12:15; Hebrews 13:3; Mark 3:5; Jeremiah 9:1; Hebrews 13:17
- 32 Romans 3:19; Luke 19:22; Matthew 25:26
- 33 Colossians 3:13; Ephesians 4:32–5:2; Matthew 6:12; Luke 6:35–36; Matthew 5:44–45
- 34 James 2:13; Matthew 5:25–26; Luke 12:58–59; 2 Thessalonians 1:8–9; Revelation 14:10–11
- 35 Matthew 6:14–15; James 2:13; Luke 6:37–38; Mark 11:25; Matthew 6:12
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The divine lessons, which we have just heard as they were being read, warn us to gather in a stock of virtues, to fortify a Christian heart, against the offences which were predicted to come, and this from the mercy of the Lord.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
"And if it must needs be that offenses come,'" (some one of our adversaries may perchance say), "why doth He lament over the world, when He ought rather to afford succor, and to stretch forth His hand in its behalf?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
The diverse sounds (he adds) are those which give form to that Æon who is without material substance and unbegotten, and these, again, are the forms which the Lord has called angels, who continually behold the face of the Father.
Let them praise Thy Name,--those super-celestial people, Thine angels, who have no need to look up at this firmament, or by reading to attain the knowledge of Thy Word,--let them praise Thee. For they always behold Thy face, and therein read without any syllables in time what Thy eternal will willeth.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
How then doth He say elsewhere, "Reprove, rebuke, exhort," and, "Them that sin rebuke before all?" And Christ too to Peter, "Go and tell him his fault between thee and him alone," and if he neglect to hear, add to thyself another also; and if not even so doth he yield, declare it to the church likewise?" And how hath …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)