1 Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ⸀ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ⸀δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ⸀διερμηνεύῃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 6 ⸀Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8 καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9 οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσιν ἐν κόσμῳ, καὶ ⸀οὐδὲν ἄφωνον· 11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 13 ⸀Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16 ἐπεὶ ἐὰν ⸀εὐλογῇς ⸀πνεύματι ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 εὐχαριστῶ τῷ ⸀θεῷ πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις ⸀λαλῶ 19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. 20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 ⸀τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν. 26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτής σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. 34 Αἱ ⸀γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι ⸀μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ. 36 ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; 37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστίν 38 εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται 39 ὥστε, ἀδελφοί ⸀μου ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαις · 40 πάντα ⸀δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
1 Corinthians · SBL Greek New Testament
1 Corinthians 14 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Cross references (38)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 Timothy 4:14; 1 Corinthians 14:39; 1 Corinthians 16:14; 1 Thessalonians 5:20; 1 Corinthians 12:1
- 2 Mark 16:17; Acts 19:6; Acts 10:46; Acts 2:4–11; 1 Corinthians 13:2
- 3 1 Timothy 4:13; 1 Corinthians 14:12; Jude 20; 2 Timothy 4:2; Ephesians 6:22
- 4 1 Corinthians 14:22; 1 Corinthians 14:26; Mark 16:17; 1 Corinthians 14:17–19; 1 Corinthians 14:3
- 5 1 Corinthians 12:10; 1 Corinthians 12:28–30; 1 Corinthians 13:1; Numbers 11:28–29; Mark 16:17
- 6 Ephesians 1:17; 2 Timothy 3:16; Romans 6:17; 1 Corinthians 14:1; 2 John 9
- 7 1 Corinthians 13:1; 1 Corinthians 14:8; Numbers 10:2–10; Matthew 11:17; Luke 7:32
- 8 Numbers 10:9; Ezekiel 33:3–6; Jeremiah 4:19; Joel 2:1; Amos 3:6
- 9 1 Corinthians 9:26
- 11 Acts 28:2; Romans 1:14; Acts 28:4; 1 Corinthians 14:21; Colossians 3:11
- 12 1 Corinthians 14:26; 1 Corinthians 12:31; 1 Corinthians 14:3–4; 1 Corinthians 14:1; 1 Corinthians 12:7
- 13 Mark 11:24; John 14:13–14; 1 Corinthians 12:30; Acts 1:14; 1 Corinthians 14:27–28
- 14 1 Corinthians 14:2; 1 Corinthians 14:15–16; 1 Corinthians 14:19
- 15 Colossians 3:16; Ephesians 6:18; John 4:23–24; Ephesians 5:17–20; Jude 20
- 16 1 Chronicles 16:36; Psalm 106:48; Revelation 5:14; Deuteronomy 27:15–26; Nehemiah 8:6
- 17 1 Corinthians 14:4; 1 Corinthians 14:6
- 18 1 Corinthians 1:4–6; 1 Corinthians 4:7
- 19 1 Corinthians 14:21–22; 1 Corinthians 14:4
- 20 1 Peter 2:2; 1 Corinthians 13:11; Romans 16:19; Matthew 18:3; 2 Peter 3:18
- 21 Isaiah 28:11–12; Jeremiah 5:15; Deuteronomy 28:49
- 22 Acts 2:6–12; Mark 16:17; 1 Timothy 1:9; 1 Corinthians 14:1; Acts 2:32–36
- 23 Acts 2:13; 1 Corinthians 11:18; John 10:20; Acts 26:24; Hosea 9:7
- 24 Hebrews 4:12–13; Acts 2:37; 1 Corinthians 2:15; John 4:29; John 1:47–49
- 25 Isaiah 45:14; Zechariah 8:23; Psalm 72:11; Luke 17:16; Revelation 5:8
- 26 Ephesians 5:19; Romans 14:19; 1 Corinthians 12:7–10; 1 Thessalonians 5:11; Ephesians 4:16
- 27 1 Corinthians 14:26
- 29 1 Corinthians 12:10; 1 Thessalonians 5:19–21; 1 John 4:1–3; 1 Corinthians 14:39
- 30 1 Thessalonians 5:19–20; Job 33:31–33; Job 32:11; 1 Corinthians 14:26; Job 32:15–20
- 31 1 Corinthians 14:3; 1 Thessalonians 5:14; 1 Thessalonians 5:11; Proverbs 1:5; 1 Corinthians 14:35
- 32 1 John 4:1; Acts 4:19–20; 1 Corinthians 14:29–30; 2 Kings 2:5; 1 Samuel 10:10–13
- 33 James 3:17–18; 1 Corinthians 14:40; 2 Thessalonians 3:16; Galatians 5:22; 1 Corinthians 11:16
- 34 1 Timothy 2:11–12; Genesis 3:16; Numbers 30:3–13; Colossians 3:18; 1 Corinthians 14:35
- 35 1 Peter 3:7; Ephesians 5:12; Ephesians 5:25–27; 1 Corinthians 11:14; 1 Corinthians 11:6
- 36 Zechariah 14:8; Acts 18:1–17; 1 Thessalonians 1:8; Isaiah 2:3; Acts 17:1
- 37 1 John 4:6; 2 Corinthians 10:7; 2 Peter 3:2; Jude 17; 1 Thessalonians 4:1–8
- 38 2 Timothy 4:3–4; 1 Timothy 6:3–5; Matthew 7:6; Revelation 22:11–12; Hosea 4:17
- 39 1 Corinthians 12:31; 1 Corinthians 14:1; 1 Thessalonians 5:20; 1 Corinthians 14:24–25; 1 Corinthians 14:5
- 40 Colossians 2:5; Titus 1:5; 1 Corinthians 14:26–33; 1 Corinthians 11:34; Romans 13:13
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Thus, inasmuch as he had with exactness rehearsed unto them all the excellence of love, he exhorts them in what follows, with alacrity to lay hold of it.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)
Is it not those who love God, and who believe His promises, and who "in malice have become as little children?"
… is from heaven;" and calleth upon this lower deep, saying, "Be not conformed to this world, but be ye transformed by the renewing of your mind." And, "Be not children in understanding, howbeit in malice be ye children," that in "understanding ye may be perfect;" and "O foolish Galatians, who hath bewitched you?" But now not in his own voice, …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
For signs are "not for them that believe, but for them that believe not." But why in the fashion of a dove?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For the clouds which are the Prophets were removed from them, and are for the future in the Church; as Paul says, Let the Prophets speak two or three, and let the others judge; and again, God gave in the Church, some, Apostles, and some, Prophets.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)