Skip to the text

Acts · Textus Receptus (Boyd collation)

Acts 23 Textus Receptus (Boyd collation)

Leer en español
About TR
  • Individual translator
  • NT: Textus Receptus
  • New Testament only
  • Original language
  • 2022
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2 Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. 3 Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; 4 Οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; 5 Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. 6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. 7 Τοῦτο δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. 9 Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν. 10 Πολλῆς δὲ γενομένης στάσεως, εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾿ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν. 11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε, Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. 12 Γενομένης δὲ ἡμέρας, ποιήσαντές τινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον. 13 Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες· 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15 Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. 16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷ Παύλῳ. 17 Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. 18 Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. 19 Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾿ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; 20 Εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς μέλλοντές τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21 Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22 Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με. 23 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· 24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· 25 γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον· 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾿ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι. 28 Βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν δι᾿ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα. 30 Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔρρωσο. 31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. 32 Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 Ἀναγνοὺς δὲ ὁ ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Ananias

    High priest

    The high priest who ordered Paul to be struck on the mouth at his hearing and later went down to Caesarea to accuse him before Felix.

    Cited in the guide: Acts 23:2; Acts 24:1

  • Claudius Lysias

    Roman tribune at Jerusalem

    The commander who rescued Paul from the mob at Jerusalem and sent him to the governor Felix at Caesarea with a letter.

    Cited in the guide: Acts 23:26

  • Felix

    Roman governor of Judea

    The governor at Caesarea who heard Paul's case, trembled at his talk of judgment, and kept him in custody hoping for a bribe.

    Cited in the guide: Acts 23:24; Acts 24:3; Acts 24:25

Places

  • Caesarea Maritima

    Today: Israel's Mediterranean coast · On Third Journey · On The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Cited in the guide: Acts 10:1; Acts 23:23; Acts 25:11

Cross references (33)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 24:16; 2 Timothy 1:3; 2 Corinthians 1:12; Hebrews 13:18; 1 Corinthians 4:4
  2. 2 John 18:22; Acts 24:1; 1 Kings 22:24; Micah 5:1; Matthew 26:67
  3. 3 Deuteronomy 25:1–2; John 7:51; Matthew 23:27–28; Micah 3:8–11; Amos 5:7
  4. 5 Exodus 22:28; Ecclesiastes 10:20; Jude 8–9; 2 Peter 2:10
  5. 6 Acts 24:15; Acts 24:21; Acts 26:5–8; Acts 28:20; Philippians 3:5
  6. 7 Acts 14:4; John 7:40–43; Matthew 10:34; Psalm 55:9
  7. 8 Luke 20:27; Matthew 22:23; Mark 12:18; Acts 4:1
  8. 9 Acts 22:7; Acts 22:17–18; John 12:29; Acts 25:25; Proverbs 16:7
  9. 10 Acts 22:24; James 1:19; James 3:14–4:2; Acts 23:32; Micah 3:3
  10. 11 Acts 18:9; 2 Timothy 4:17; Matthew 14:27; Jeremiah 15:19–21; Acts 19:21
  11. 12 Acts 23:30; Isaiah 8:9–10; Acts 23:21; Acts 23:14; Psalm 2:1–3
  12. 13 John 16:2; 2 Samuel 15:12; 2 Samuel 15:31
  13. 14 Acts 23:12; Jeremiah 8:12; Micah 7:3; Hosea 4:9; Psalm 52:1–2
  14. 15 Isaiah 59:7; Psalm 37:32–33; Proverbs 1:16; Proverbs 1:11–12; Psalm 21:11
  15. 16 1 Corinthians 3:19; Acts 23:10; Proverbs 21:30; Acts 23:32; Job 5:13
  16. 17 Proverbs 22:3; Matthew 8:8–9; Acts 22:26; Acts 23:23; Matthew 10:16
  17. 18 Ephesians 3:1; Ephesians 4:1; Acts 28:17; Philemon 9; Acts 16:25
  18. 19 Nehemiah 2:4; Esther 9:12; Esther 5:3; Mark 9:27; Esther 7:2
  19. 20 Acts 23:14–15; Daniel 6:5–12; Psalm 12:2; Acts 23:1
  20. 21 Acts 23:12–14; Exodus 23:2; Acts 20:19; Acts 9:23–24; 2 Corinthians 11:26
  21. 22 Joshua 2:14; Mark 1:44
  22. 23 Acts 8:40; Luke 12:38; Matthew 14:25; Acts 23:33
  23. 24 Acts 23:26; Acts 25:14; Acts 24:10; Acts 23:33–24:3; Acts 24:22–27
  24. 26 Acts 15:23; Acts 26:25; Luke 1:3; Acts 24:3; James 1:1
  25. 27 Acts 22:25–29; Acts 21:31–33; Acts 23:10; Acts 24:6
  26. 28 Acts 22:30
  27. 29 Acts 26:31; Acts 25:25; Acts 18:15; Acts 25:11; Acts 25:19–20
  28. 30 Acts 24:6–8; Acts 25:16; Acts 24:19; Acts 23:35; Acts 23:20
  29. 31 Acts 23:23–24; 2 Timothy 2:3–4; Luke 7:8
  30. 32 Acts 23:23; Acts 23:10
  31. 33 Acts 23:26; Acts 28:16; Acts 8:40; Acts 23:23–24
  32. 34 Acts 21:39; Acts 25:1; Esther 1:1; Esther 8:9; Daniel 6:1
  33. 35 Acts 23:30; Acts 25:16; Matthew 27:27; Matthew 2:16; Acts 24:22

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 23:6 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XLIX)

    Again he discourses simply as man, and he does not on all occasions alike enjoy the benefit of supernatural aid. "I am a Pharisee, the son of a Pharisee:" both in this, and in what comes after it, he wished to divide the multitude, which had an evil unanimity against him.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 23:3–5 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapters XVIII–XIX)

    … belonged to humility he wonderfully preserved, when, on its being said to him, "Revilest thou the high priest?" he replied, "I wist not, brethren, that he was the high priest; for it is written, Thou shall not speak evil of the ruler of thy people." And here he showed with what calmness he had spoken that which he seemed to …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  3. Quotes verse 23:8 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXX)

    A sect of the Jews dif ferent from the Pharisees, and much worse than they, who said, "that there is no resurrection, nor angel, nor spirit." For these were some of a grosser sort, and eager after the things of the body.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 23:6 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXX)

    Wherefore Paul also saith, "I am a Pharisee, of the strictest sect amongst us." And they say nothing indeed directly about a resurrection; but they feign a story, and make up a case, which, as I suppose, never so much as had an existence; thinking to drive Him to perplexity, and desiring to overthrow both things, both the existence of …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)