Skip to the text

Mark · Textus Receptus (Boyd collation)

Mark 12 Textus Receptus (Boyd collation)

Leer en español
About TR
  • Individual translator
  • NT: Textus Receptus
  • New Testament only
  • Original language
  • 2022
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε. 2 Καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 3 Οἱ δὲ λαβόντες αὐτὸν ἔδειραν, καὶ ἀπέστειλαν κενόν. 4 Καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἠτιμωμένον. 5 Καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δέροντες, τοὺς δὲ ἀποκτείνοντες. 6 Ἔτι οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7 Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8 Καὶ λαβόντες αὐτὸν ἀπέκτειναν, καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. 9 Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. 13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 14 Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. Ἔξεστι κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ; 15 Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω. 16 Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος. 17 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ. 18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, 19 Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα· 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως. 22 Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή. 23 Ἐν τῇ οὖν ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 24 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. 26 Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ τῆς βάτου, ὡς εἶπεν αὐτῷ ὁ Θεός, λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ; 27 Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ Θεὸς ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε. 28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶ πρώτη πασῶν ἐντολή; 29 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη πασῶν τῶν ἐντολῶν, Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστί· 30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή. 31 Καὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι Θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ τῶν θυσιῶν. 34 Καὶ ὁ Ἰησοῦς ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός ἐστι Δαβίδ; 36 Αὐτὸς γὰρ Δαβὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 37 Αὐτὸς οὖν Δαβὶδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. 38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα. 41 Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά. 42 Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. 43 Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκε τῶν βαλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Cross references (39)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Isaiah 5:1–4; Mark 13:34; Song of Songs 8:11–12; Mark 4:2; Psalm 80:8–16
  2. 2 John 15:1–8; Hebrews 1:1; Micah 7:1; Jeremiah 25:4–5; Jeremiah 44:4
  3. 3 2 Chronicles 36:16; Jeremiah 26:20–24; Hebrews 11:36–37; Nehemiah 9:26; 1 Thessalonians 2:15
  4. 5 Matthew 5:12; Mark 9:13; Luke 6:22–23; Jeremiah 7:25–28; Matthew 22:6
  5. 6 Hebrews 1:1–2; Matthew 3:17; John 1:34; Psalm 2:12; 1 John 5:11–12
  6. 7 John 11:47–50; Acts 5:28; Matthew 2:3–13; Isaiah 49:7; Psalm 2:2–3
  7. 8 Luke 20:15; Matthew 21:39; Matthew 21:33; Hebrews 13:11–13
  8. 9 Romans 10:20–11:12; Matthew 21:43; Luke 19:27; Romans 9:30–33; Jeremiah 17:3
  9. 10 Psalm 118:22–23; Luke 20:17–18; 1 Peter 2:7–8; Isaiah 28:16; Acts 4:11–12
  10. 11 Psalm 118:23; Habakkuk 1:5; Acts 2:32–36; Acts 3:12–16; Ephesians 3:8–11
  11. 12 Mark 11:18; Mark 11:32; John 7:30; John 7:25; John 7:44
  12. 13 Luke 20:20–26; Mark 3:6; Luke 11:54; Mark 8:15; Psalm 38:12
  13. 14 Galatians 1:10; 2 Corinthians 2:17; 2 Corinthians 5:11; 2 Corinthians 2:2; 2 Corinthians 5:16
  14. 15 Revelation 2:23; Ezekiel 17:2; Matthew 22:18; Acts 5:9; Hebrews 4:13
  15. 16 Luke 20:24–26; Matthew 22:19–22; Revelation 3:12; 2 Timothy 2:19
  16. 17 Romans 13:7; 2 Corinthians 5:14–15; 1 Corinthians 14:24–25; 1 Peter 2:17; Acts 4:19–20
  17. 18 Matthew 22:23–33; Acts 4:1–2; 2 Timothy 2:18; Acts 23:6–9; Luke 20:27–40
  18. 19 Deuteronomy 25:5–10; Ruth 1:11–13; Genesis 38:8; Ruth 4:5
  19. 20 Matthew 22:25–28; Luke 20:29–33
  20. 24 2 Timothy 3:15–17; John 20:9; Matthew 22:29; Ephesians 1:19; Isaiah 25:8
  21. 25 Luke 20:35–36; Matthew 22:30; 1 John 3:2; Hebrews 12:22–23; 1 Corinthians 15:42–54
  22. 26 Exodus 3:2–6; Luke 20:37; Genesis 17:7–8; Genesis 33:20; Exodus 3:16
  23. 27 Romans 14:9; Mark 12:24; Romans 4:17; Hebrews 11:13–16; Hebrews 3:10
  24. 28 Matthew 22:34–40; Luke 10:25–28; Luke 20:39; Matthew 19:18; Matthew 5:19
  25. 29 Luke 10:27; Deuteronomy 6:4; Galatians 3:20; Romans 3:30; Jude 25
  26. 30 Deuteronomy 6:5
  27. 31 Romans 13:8–9; Matthew 22:39; Leviticus 19:18; Luke 10:27; 1 Corinthians 13:4–8
  28. 32 Deuteronomy 4:39; Isaiah 46:9; Deuteronomy 4:35; Isaiah 45:5–6; Isaiah 45:18
  29. 33 Micah 6:6–8; Hosea 6:6; Matthew 9:13; 1 Samuel 15:22; Matthew 12:7
  30. 34 Colossians 4:6; Luke 20:40; Matthew 22:46; Titus 1:9–11; Matthew 12:20
  31. 35 Luke 20:41–44; Matthew 22:41–45; Matthew 26:55; Luke 19:47; Matthew 9:27
  32. 36 Psalm 110:1; Matthew 22:43–45; Hebrews 1:13; Hebrews 10:12–13; 1 Corinthians 15:25
  33. 37 Romans 1:3–4; Luke 21:38; Matthew 11:25; Romans 9:5; James 2:5
  34. 38 Luke 20:45–47; Matthew 23:1–7; Luke 11:43; Matthew 6:5; Mark 4:2
  35. 39 James 2:2–3
  36. 40 Luke 20:47; Matthew 23:33; Matthew 23:13; Matthew 6:7; Ezekiel 22:25
  37. 41 Luke 21:1–4; 2 Kings 12:9; John 8:20; Matthew 27:6
  38. 43 2 Corinthians 9:6–8; 2 Corinthians 8:2; Acts 11:29; 2 Corinthians 8:12; Matthew 10:42
  39. 44 2 Corinthians 8:2–3; 1 John 3:17; Luke 21:2–4; Ezra 2:68–69; Mark 14:8

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 12:30 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    … evil." And that we ought to worship God alone, He thus persuaded us: "The greatest commandment is, Thou shalt worship the Lord thy God, and Him only shall thou serve, with all thy heart, and with all thy strength, the Lord God that made thee." And when a certain man came to Him and said, "Good Master," He answered and …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 12:30 Augustine of Hippo, Confessions (Book XII, Chapters XXIV–XXVII)

    Let us not, then, "be puffed up for one against the other," above that which is written; let us love the Lord our God with all our heart, with all our soul, and with all our mind, and our neighbour as ourself. As to which two precepts of charity, unless we believe that Moses meant whatever in these books he …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Quotes verse 12:34 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXI)

    "For when Jesus," he saith, "saw that he answered discreetly, He said unto him, Thou art not far from the kingdom of God." They are not contradicting each other, but indeed fully agreeing.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 12:39 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLI)

    And so the Lord in reference to their pride said immediately, "Beware of the Scribes which love the chief seats in the synagogues, and the first rooms at feasts." Not because they hold them, but because they love them.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Quotes verse 12:7 Augustine of Hippo, Expositions on the Psalms (Psalm XXXVIII)

    "Come, let us kill Him, and the inheritance shall be ours." Fools!

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)