1 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, 2 ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3 Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ· 4 καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαούλ, Σαούλ, τί με διώκεις; 5 Εἶπε δέ, Τίς εἶ, Κύριε; Ὁ δὲ Κύριος εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 6 Τρέμων τε καὶ θαμβῶν εἶπε, Κύριε, τί με θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος πρὸς αὐτόν, Ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν. 7 Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐννεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. 8 Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε, χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9 Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. 10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι, Ἀνανία. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ, Κύριε. 11 Ὁ δὲ Κύριος πρὸς αὐτόν, Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. 13 Ἀπεκρίθη δὲ ὁ Ἀνανίας, Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15 Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστὶν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ· 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17 Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπε, Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. 18 Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη, 19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. 20 Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστόν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 21 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. 23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσι· 25 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτός, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι. 26 Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλήμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής. 27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. 28 Καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλήμ, καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτὸν ἀνελεῖν. 30 Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. 31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι, καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνοντο. 32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. 33 Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος. 34 Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. 35 Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. 36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. 38 Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτόν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39 Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς. 40 Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε, Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε. 41 Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. 42 Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. 43 Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Acts · Textus Receptus (Boyd collation)
Acts 9 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aeneas
A man at Lydda, bedridden eight years with paralysis, whom Peter healed in the name of Jesus Christ.
Cited in the guide: Acts 9:33; Acts 9:34
Ananias
A disciple at Damascus whom the Lord sent to lay hands on Saul, restore his sight, and baptize him.
Cited in the guide: Acts 9:10; Acts 9:17; Acts 22:12
Barnabas
A Levite from Cyprus named Joseph and nicknamed Barnabas, 'son of encouragement,' who sold a field for the church, brought Saul to the apostles, and traveled with him as a…
Cited in the guide: Acts 4:36; Acts 9:27; Acts 11:22
Judas
The man in whose house on Straight Street Saul was lodging when Ananias came to him.
Cited in the guide: Acts 9:11
Paul
Formerly Saul of Tarsus, a Pharisee who persecuted the church until the risen Jesus met him on the road to Damascus; he became the apostle to the Gentiles and wrote many of the…
Cited in the guide: Acts 7:58; Acts 9:1; Acts 13:9
Simon
A tanner at Joppa whose house by the sea hosted Peter during his stay.
Cited in the guide: Acts 9:43; Acts 10:6; Acts 10:32
Tabitha
A disciple at Joppa known for good works and charity, also called Dorcas; Peter raised her from the dead.
Cited in the guide: Acts 9:36; Acts 9:40
Places
Damascus
An ancient Aramean capital where Saul (Paul) was converted and first preached. He later escaped over its wall in a basket.
Cited in the guide: Acts 9:3; Genesis 14:15; 2 Kings 5:12
Joppa
Judah's main seaport. Cedar for the Temple arrived here, Jonah fled from here, and Peter's rooftop vision here opened the gospel to the Gentiles.
Cited in the guide: Jonah 1:3; Acts 9:36; Acts 10:9
Tarsus
A wealthy university city in Cilicia and Paul's hometown. He was also a Roman citizen by birth (Acts 22:28), which shaped his missionary strategy and legal appeals.
Cited in the guide: Acts 9:11; Acts 21:39; Acts 22:3
Cross references (43)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Acts 8:3; 1 Timothy 1:13; Acts 9:11–21; Galatians 1:13; 1 Corinthians 15:9
- 2 Acts 19:23; Acts 19:9; Acts 24:14; Acts 22:4–5; Acts 24:22
- 3 Acts 26:12–13; 1 Corinthians 15:8; Revelation 21:23; Acts 22:6; 1 Timothy 6:16
- 4 Zechariah 2:8; 1 Corinthians 12:12; Genesis 22:11; Isaiah 63:9; Romans 11:22
- 5 1 Timothy 1:13; 1 Samuel 3:4–10; Isaiah 45:9; Job 40:9–10; Job 9:4
- 6 Acts 22:10; 1 Timothy 1:14–16; Acts 26:16; Romans 7:9; Acts 10:32
- 7 Acts 22:9; Daniel 10:7; Acts 26:13–14; John 12:29; Matthew 24:40–41
- 8 Acts 22:11; Acts 9:18; 2 Kings 6:17–20; Acts 13:11; Genesis 19:11
- 9 Jonah 3:6–8; Esther 4:16; 2 Chronicles 33:12–13; 2 Chronicles 33:18–19; Acts 9:11–12
- 10 Acts 10:3; Acts 22:12; Genesis 22:1; Isaiah 6:8; 1 Samuel 3:8–10
- 11 Acts 9:30; Acts 22:3; Acts 11:25; Acts 21:39; Luke 11:9–10
- 12 Mark 5:23; Acts 9:17–18; Acts 9:10
- 13 1 Timothy 1:13–15; Acts 8:3; Acts 22:19–20; Ezekiel 3:14; Acts 9:1
- 14 Acts 9:21; Acts 7:59; 2 Timothy 2:22; Acts 22:16; Acts 9:2–3
- 15 Galatians 1:15–16; Ephesians 3:7–8; 2 Timothy 4:16–17; Romans 11:13; Acts 26:17–20
- 16 1 Thessalonians 3:3; 2 Corinthians 6:4; Acts 21:11; John 15:20; 2 Timothy 1:12
- 17 Acts 8:17; Acts 2:4; Acts 6:6; Acts 22:12–14; Acts 13:52
- 18 2 Corinthians 3:14; Acts 22:16; Acts 2:38; 2 Corinthians 4:6; Acts 13:37–38
- 19 Acts 26:20; 1 Samuel 30:12; Galatians 1:17; Ecclesiastes 9:7; Acts 27:33–36
- 20 John 20:28; Galatians 2:20; Galatians 1:23–24; 1 John 4:14–15; John 20:31
- 21 Acts 8:3; Acts 9:13–14; 2 Thessalonians 1:10; Matthew 13:54–55; Galatians 1:13–24
- 22 Acts 18:5; Luke 21:15; Isaiah 40:29; Acts 18:27–28; 1 Corinthians 1:27
- 23 Galatians 1:17–18; 1 Thessalonians 2:15–16; Acts 14:19; Acts 13:50; Matthew 10:16–23
- 24 2 Corinthians 11:32; Acts 25:3; Acts 20:19; Acts 20:3; Psalm 21:11
- 25 2 Corinthians 11:33; Joshua 2:15; 1 Samuel 19:11–12
- 26 Acts 26:20; Galatians 1:17–19; Acts 4:23; Acts 9:19; Acts 22:17–20
- 27 Acts 4:36; Acts 4:29; Ephesians 6:19–20; Acts 4:13; Acts 15:25–26
- 28 Acts 1:21; Psalm 121:8; 1 Kings 3:7; Numbers 27:16–17; 2 Samuel 5:2
- 29 Acts 6:1; Acts 11:20; Jude 9; 2 Corinthians 11:26; Acts 17:17
- 30 Acts 9:11; Acts 11:25; Acts 8:40; Galatians 1:21; Acts 17:15
- 31 Psalm 111:10; John 14:16–18; Isaiah 33:6; Proverbs 23:17; Proverbs 14:26–27
- 32 Acts 9:13; Acts 8:25; Proverbs 2:8; Acts 9:41; Romans 1:7
- 33 Luke 13:16; John 9:1; Acts 14:8; Mark 9:21; Acts 4:22
- 34 Matthew 9:6; Acts 3:12; Acts 3:6; Acts 16:18; Matthew 9:28–30
- 35 Acts 11:21; 1 Chronicles 5:16; Acts 9:42; Isaiah 35:2; Psalm 22:27
- 36 Titus 2:7; Titus 3:8; 2 Chronicles 2:16; Hebrews 13:21; Acts 10:31
- 37 Acts 1:13; Acts 20:8; Mark 14:15; John 11:36–37; John 11:3–4
- 38 Acts 9:36; Acts 11:26; Acts 9:32; 2 Kings 4:28–30
- 39 1 Thessalonians 1:3; Proverbs 31:30–31; Proverbs 10:7; Ephesians 4:28; Matthew 25:36–39
- 40 Matthew 9:25; Mark 5:40–42; Luke 8:54; 2 Kings 4:32–36; Acts 7:60
- 41 Mark 1:31; Acts 6:1; Luke 7:12; Luke 7:15; 1 Kings 17:23
- 42 John 12:11; Acts 11:21; John 12:44; Acts 9:35; John 11:45
- 43 Acts 10:6; Acts 10:32
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
What may be the reason that He neither drew any one of high authority and importance, nor caused such to be forthcoming for the purpose of instructing Paul?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)
… persecuting His disciples, he persecuted his own Lord, and sent Ananias to him that he might recover his sight, and be baptized--"preached," it is said, "Jesus in the synagogues at Damascus, with all freedom of speech, that this is the Son of God, the Christ." This is the mystery which he says was made known to him by revelation, that …
… or perverting their nature, which Thou hast made and ordained, or by an immoderate use of things permitted, or in "burning" in things forbidden to that use which is against nature; or when convicted, raging with heart and voice against Thee, kicking against the pricks; or when, breaking through the pale of human society, they audaciously rejoice in private combinations …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
See, for example, how He Himself, the insulted one, discourses with us, both in the Old Testament, and in the New; in the one saying, "O my people, what have I done unto thee?" in the other, "Saul, Saul, why persecutest thou me." And Paul too bids, "In meekness instruct those that oppose themselves." And Christ again, when His disciples …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… come as a witness to what we say, he who in Damascus said to him, The Lord, even Jesus who appeared to thee in the way which thou camest, hath sent me, that thou mayest receive thy sight, and be filled with the Holy Ghost.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)