1 ἘΝ ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα, ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτήν. 2 Καὶ ἔδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ· καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σενναὰρ οἴκου τοῦ θεοῦ αὐτοῦ, καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ τοῦ θεοῦ αὐτοῦ. 3 Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ, εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομμὶν, 4 νεανίσκους, οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, καὶ καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ, καὶ γινώσκοντας γνῶσιν, καὶ διανοουμένους φρόνησιν, καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ ἐνώπιον τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων. 5 Καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθʼ ἡμέραν, ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως, καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ, καὶ θρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως. 6 Καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ἰούδα, Δανιὴλ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαήλ. 7 Καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα· τῷ Δανιὴλ Βαλτάσαρ, καὶ τῷ Ἀνανίᾳ Σεδρὰχ, καὶ τῷ Μισαὴλ Μισὰχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ. 8 Καὶ ἔθετο Δανιὴλ εἰς τὴν καρδίαν αὐτοῦ, ὡς οὐ μὴ ἁλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ ἀπὸ τοῦ ποτοῦ αὐτοῦ· καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὡς οὐ μὴ ἁλισγηθῇ. 9 Καὶ ἔδωκεν ὁ Θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου. 10 Καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιὴλ, φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα, τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν, καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ. 11 Καὶ εἶπε Δανιὴλ πρὸς Ἀμελσὰδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ Δανιὴλ, Ἀνανίαν, Μισαὴλ, Ἀζαρίαν, 12 πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγώμεθα, καὶ ὕδωρ πιώμεθα, 13 καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου. 14 Καὶ εἰσήκουσεν αὐτῶν, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. 15 Καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν, ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἔσθοντα τὴν τράπεζαν τοῦ βασιλέως. 16 Καὶ ἐγένετο Ἀμελσὰδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν, καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα. 17 Καὶ τὰ παιδάρια ταῦτα οἱ τέσσαρες αὐτοὶ, ἔδωκεν αὐτοῖς ὁ Θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις. 18 Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονόσορ. 19 Καὶ ἐλάλησε μετʼ αὐτῶν ὁ βασιλεύς· καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιὴλ, καὶ Ἀνανίᾳ, καὶ Μισαὴλ, καὶ Ἀζαρίᾳ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. 20 Καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὧν ἐζήτησε παρʼ αὐτῶν ὁ βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ. 21 Καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως.
Daniel (griego) · Septuaginta griega de Brenton
Daniel (griego) 1 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Abednego
Azariah, a young man of Judah renamed Abednego, who was thrown into the fiery furnace with Shadrach and Meshach.
Citado en la guía: Daniel 1:6; Daniel 1:7; Daniel 2:49
Ashpenaz
The chief of Nebuchadnezzar's court officials ordered to bring in Israelite youths of royal and noble family to be trained.
Citado en la guía: Daniel 1:3
Daniel
A young man of Judah taken to Babylon, renamed Belteshazzar, who interpreted dreams and visions and served the kings of Babylon and Persia.
Citado en la guía: Ezekiel 14:14; Daniel 1:6; Daniel 1:7
Melzar
The steward set by the chief official over Daniel, Hananiah, Mishael and Azariah, to whom Daniel proposed a ten-day test.
Citado en la guía: Daniel 1:11; Daniel 1:16
Meshach
Mishael, a young man of Judah renamed Meshach, who was thrown into the fiery furnace with Shadrach and Abednego.
Citado en la guía: Daniel 1:6; Daniel 1:7; Daniel 2:49
Shadrach
Hananiah, a young man of Judah renamed Shadrach, set over the affairs of Babylon with Meshach and Abednego, who was thrown into the fiery furnace.
Citado en la guía: Daniel 1:6; Daniel 1:7; Daniel 2:49
Lugares
Babylon
Capital of Nebuchadnezzar's empire on the Euphrates. It destroyed Jerusalem in 586 BC and carried Judah into exile, where Daniel and the people kept their faith.
Citado en la guía: 2 Kings 25:1; Daniel 1:1; Psalm 137:1
Referencias cruzadas (18)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 2 Crónicas 36:5–7; 2 Reyes 24:1–2; 2 Reyes 24:13
- 2 2 Crónicas 36:7; Zacarías 5:11; Jeremías 27:19–20; Deuteronomio 32:30; Génesis 11:2
- 3 Isaías 39:7; 2 Reyes 20:17–18; 2 Reyes 24:15; Jeremías 41:1
- 4 Hechos 7:22; Daniel 5:11; Proverbios 22:29; 2 Samuel 14:25; Daniel 1:17–20
- 5 Daniel 1:19; 1 Reyes 10:8; Daniel 1:8; 2 Crónicas 9:7; Lucas 11:3
- 6 Ezequiel 14:14; Mateo 24:15; Ezequiel 14:20; Daniel 2:17; Marcos 13:14
- 7 Daniel 5:12; Daniel 4:8; Daniel 2:49; 2 Reyes 24:17; 2 Reyes 23:34
- 8 Salmo 141:4; Ezequiel 4:13–14; Levítico 11:45–47; 1 Corintios 10:18–21; 1 Corintios 7:37
- 9 Génesis 39:21; Salmo 106:46; Proverbios 16:7; 1 Reyes 8:50; Nehemías 2:4
- 10 Mateo 6:16–18; Juan 12:42–43; Proverbios 29:25
- 12 Romanos 14:2; Daniel 1:16; Deuteronomio 8:3; Génesis 1:29–30
- 15 Éxodo 23:25; Proverbios 10:22; Hageo 1:6; Mateo 4:4; 2 Reyes 4:42–44
- 16 Daniel 1:12
- 17 1 Reyes 3:12; Santiago 1:5; Job 32:8; Daniel 2:21; Daniel 2:23
- 18 Daniel 1:5
- 19 Daniel 1:5; Génesis 41:46; Proverbios 22:29; 1 Reyes 17:1; Jeremías 15:19
- 20 Isaías 47:12–14; 1 Reyes 4:29–34; Éxodo 8:19; Génesis 41:8; 1 Reyes 10:1–3
- 21 Daniel 6:28; Daniel 10:1
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias