1 Πρόσεχε οὐρανὲ, καὶ λαλήσω, καὶ ἀκουέτω ἡ γῆ ῥήματα ἐκ στόματός μου. 2 Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπʼ ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. 3 Ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν. 4 Θεὸς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία· δίκαιος καὶ ὅσιος Κύριος. 5 Ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη. 6 Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε; 7 Μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεῶν γενεαῖς. ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. 8◆ Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Αδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. 9◆ Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. 10 Αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἐν δίψει καύματος ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν, καὶ διεφύλαξεν αὐτὸν, ὡς κόρην ὀφθαλμοῦ· 11 Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ, καὶ ἐπὶ τοῖς νοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. 12 Κύριος μόνος ἦγεν αὐτοὺς, οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος. 13 Ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς· ἐψώμισεν αὐτοὺς γεννήματα ἀγρῶν· ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας. 14 Βούτυρον βοῶν, καὶ γάλα προβάτων, μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων, μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιεν οἶνον. 15 Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν, καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ. 16 Παρώξυνάν με ἐπʼ ἀλλοτρίοις· ἐν βδελύγμασιν αὐτῶν παρεπίκρανάν με. 17 Εθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ· θεοῖς οἷς οὐκ ᾔδεισαν· καινοὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν. 18 Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. 19 Καὶ εἶδε Κύριος, καὶ ἐζήλωσε· καὶ παρωξύνθη διʼ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων, 20 καὶ εἶπεν, ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπʼ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. 21 Αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ Θεῷ, παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κᾀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. 22 Ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾄδου κάτω· καταφάγεται γῆν καὶ τὰ γεννήματα αὐτῆς· φλέξει θεμέλια ὀρέων. 23 Συνάξω εἰς αὐτοὺς κακὰ, καὶ τὰ βέλη μου συμπολεμήσω εἰς αὐτούς. 24 Τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων, καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτοὺς, μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν. 25 Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα, καὶ ἐκ τῶν ταμιείων, φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβύτου. 26 Εἶπα, διασπερῶ αὐτοὺς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. 27 Εἰ μὴ διʼ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσι, ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι· μὴ εἴπωσιν, ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ, καὶ οὐχὶ Κύριος, ἐποίησε ταῦτα πάντα. 28 Ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη. 29 Οὐκ ἐφρόνησαν συνιέναι· ταῦτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον. 30 Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς, καὶ Κύριος παρέδωκεν αὐτούς; 31 Ὅτι οὐκ εἰσὶν ὡς ὁ Θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι. 32 Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς. 33 Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος. 34 Οὐκ ἰδοὺ ταῦτα συνῆκται παρʼ ἐμοὶ, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; 35 Ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν· ὅτι ἐγγὺς ἡμέρα ἀπωλίας αὐτοῖς, καὶ πάρεστιν ἕτοιμα ὑμῖν. 36 Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται· εἶδε γὰρ παραλελυμένους αὐτοὺς, καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ, καὶ παρειμένους· 37 Καὶ εἶπε Κύριος, ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφʼ οἷς ἐπεποίθεισαν ἐπʼ αὐτοῖς, 38 ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε, καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν; ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί. 39 Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτείνω, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. 40 Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τὴν δεξιάν μου· καὶ ἐρῶ, ζῶ ἐγὼ εἰς τὸν αἰῶνα· 41 Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσί με ἀνταποδώσω. 42 Μεθύσω τὰ βέλη μου ἀφʼ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα ἀφʼ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας ἀπὸ κεφαλῆς ἀρχόντων ἐχθρῶν. 43 Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ, ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται· καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν ἀνταποδώσει· καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ. 44 Καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ· καὶ εἰσῆλθε Μωυσῆς, καὶ ἐλάλησε πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς τὰ ὦτα τοῦ λαοῦ, αὐτὸς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. 45 Καὶ ἐξετέλεσε Μωυσῆς λαλῶν παντὶ Ἰσραήλ. 46 Καὶ εἶπε πρὸς αὐτοὺς, προσέχετε τῇ καρδίᾳ ἐπὶ πάντας τοὺς λόγους τούτους, οὓς ἐγὼ διαμαρτύρομαι ὑμῖν σήμερον, ἃ ἐντελεῖσθε τοῖς υἱοῖς ὑμῶν, φυλάσσειν καὶ ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου. 47 Ὅτι οὐχὶ λόγος κενὸς οὗτος ὑμῖν· ὅτι αὕτη ἡ ζωὴ ὑμῶν, καὶ ἕνεκεν τοῦ λόγου τούτου μακροημερεύσετε ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι. 48 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἡμέρᾳ ταύτῃ, λέγων, 49 ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρίμ, τοῦτο ὄρος Ναβαῦ ὅ ἐστιν ἐν γῇ Μωὰβ κατὰ πρόσωπον Ἰεριχὼ, καὶ ἴδε τὴν γῆν Χαναάν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ, 50 καὶ τελεύτα ἐν τῷ ὄρει εἰς ὃ ἀναβαίνεις ἐκεῖ, καὶ προστέθητι πρὸς τὸν λαόν σου· ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 51 Ὅτι ἠπειθήσατε τῷ ῥήματί μου ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τοῦ ὕδατος ἀντιλογίας Κάδης ἐν τῇ ἐρήμῳ Σὶν, διότι οὐχ ἡγιάσατέ με ἐν τοῖς υἱοῖς Ἰσραήλ. 52 Ἀπέναντι ὄψει τὴν γῆν, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.
Deuteronomio · Septuaginta griega de Brenton
Deuteronomio 32 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Citado en la guía: Exodus 2–Deuteronomy 34
Lugares
Mount Nebo
A summit in the Transjordan highlands of Moab. From here Moses surveyed Canaan before his death; the view spans the Jordan Valley, Jericho, and the Dead Sea.
Citado en la guía: Deuteronomy 34:1; Deuteronomy 32:49
Referencias cruzadas (51)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 1:2; Deuteronomio 4:26; Jeremías 22:29; Salmo 49:1; Jeremías 6:19
- 2 Isaías 55:10–11; Salmo 72:6; Miqueas 5:7; Job 29:22–23; Oseas 14:5
- 3 Jeremías 10:6; Salmo 150:2; Efesios 1:19; Deuteronomio 5:24; Éxodo 33:19
- 4 Salmo 18:30–31; Salmo 92:15; Isaías 26:4; Salmo 18:2; 2 Samuel 22:31–32
- 5 Filipenses 2:15; Isaías 1:4; Deuteronomio 31:29; Mateo 17:17; Lucas 9:41
- 6 Isaías 63:16; 1 Juan 3:1; Isaías 64:8; Isaías 44:2; Salmo 74:2
- 7 Salmo 78:3–4; Salmo 44:1; Job 8:8–10; Isaías 46:9; Salmo 77:5–6
- 8 Hechos 17:26; Génesis 11:8–9; Daniel 4:17; Génesis 15:18–21; Salmo 115:16
- 9 Jeremías 10:16; 1 Pedro 2:9–10; 1 Reyes 8:51; Éxodo 19:5–6; 1 Reyes 8:53
- 10 Salmo 17:8; Zacarías 2:8; Deuteronomio 8:15–16; Oseas 13:5; Jeremías 2:6
- 11 Éxodo 19:4; Isaías 46:4; Isaías 63:9; Isaías 40:31; Isaías 31:5
- 12 Isaías 46:4; Salmo 78:52–53; Isaías 44:7–8; Deuteronomio 1:31; Isaías 43:11–12
- 13 Isaías 58:14; Job 29:6; Salmo 81:16; Ezequiel 36:2; Deuteronomio 33:29
- 14 Génesis 49:11; Salmo 81:16; Salmo 147:14; Mateo 26:28–29; Salmo 22:12
- 15 Deuteronomio 31:20; Oseas 13:6; Deuteronomio 33:5; Salmo 89:26; Hechos 28:27
- 16 Salmo 78:58; 1 Corintios 10:22; 2 Reyes 23:13; Deuteronomio 7:25; Deuteronomio 5:9
- 17 Jueces 5:8; Deuteronomio 28:64; Levítico 17:7; Isaías 44:8; 1 Timoteo 4:1
- 18 Isaías 17:10; Jeremías 2:32; Salmo 106:21; Deuteronomio 32:4; Deuteronomio 32:15
- 19 Salmo 106:40; Isaías 1:2; Jueces 2:14; Salmo 5:4; Jeremías 44:21–23
- 20 Deuteronomio 31:17–18; Lucas 7:31–32; Deuteronomio 32:5; Mateo 17:17; Marcos 9:19
- 21 Romanos 10:19; Romanos 9:25; Romanos 11:11–14; 1 Reyes 16:26; 1 Reyes 16:13
- 22 Lamentaciones 4:11; Jeremías 15:14; Sofonías 3:8; Miqueas 1:4; Números 16:35
- 23 Ezequiel 5:16; Salmo 7:12–13; Isaías 24:17–18; Ezequiel 14:21; Isaías 26:15
- 24 Levítico 26:22; Ezequiel 5:17; Génesis 3:14; Deuteronomio 28:22; Lamentaciones 5:10
- 25 Ezequiel 7:15; Lamentaciones 1:20; Jeremías 9:21; 2 Corintios 7:5; Lamentaciones 4:4
- 26 Deuteronomio 28:64; Isaías 63:16; Levítico 26:38; Deuteronomio 28:37; Levítico 26:33
- 27 Números 14:15–16; Zacarías 1:14–15; 1 Samuel 12:22; Josué 7:9; Salmo 140:8
- 28 Jeremías 4:22; Oseas 4:6; Proverbios 1:7; Job 28:28; Isaías 27:11
- 29 Salmo 81:13; Deuteronomio 5:29; Oseas 14:9; Lucas 19:41–42; Lucas 12:20
- 30 Levítico 26:8; Josué 23:10; Isaías 30:17; Salmo 31:8; Salmo 44:12
- 31 1 Samuel 4:8; Éxodo 14:25; Jeremías 40:3; Daniel 2:47; 1 Samuel 2:2
- 32 Deuteronomio 29:18; Isaías 1:10; Ezequiel 16:45–51; Isaías 5:4; Jeremías 2:21
- 33 Salmo 58:4; Romanos 3:13; Jeremías 8:14; Job 20:14–16; Salmo 140:3
- 34 Job 14:17; Oseas 13:12; Jeremías 2:22; Romanos 2:5; 1 Corintios 4:5
- 35 Romanos 12:19; Hebreos 10:30; Nahúm 1:2; Salmo 73:17–19; 2 Pedro 2:3
- 36 Salmo 135:14; Salmo 106:45; 2 Reyes 14:26; Jueces 2:18; Joel 2:14
- 37 Jeremías 2:28; Jueces 10:14; 2 Reyes 3:13
- 38 Jueces 10:14; Ezequiel 16:18–19; Levítico 21:21; Salmo 50:13; Sofonías 2:11
- 39 1 Samuel 2:6; Oseas 6:1; Job 5:18; Isaías 45:5; Isaías 45:22
- 40 Hebreos 6:17–18; Génesis 14:22; Apocalipsis 10:5–6; Jeremías 4:2; Números 14:28–30
- 41 Isaías 66:16; Isaías 34:5–6; Éxodo 20:5; Salmo 7:12; Isaías 27:1
- 42 Deuteronomio 32:23; Jeremías 46:10; Jeremías 30:14; Lamentaciones 2:5; Ezequiel 38:21–22
- 43 Apocalipsis 19:2; Romanos 12:19; Apocalipsis 6:10; Salmo 85:1; Deuteronomio 32:35
- 44 Números 13:16; Números 13:8; Deuteronomio 31:30; Deuteronomio 31:22
- 46 1 Crónicas 22:19; Ezequiel 40:4; Deuteronomio 11:18; Proverbios 3:1–4; Hebreos 2:1
- 47 Proverbios 4:22; Levítico 18:5; 2 Pedro 1:16; 1 Pedro 3:10–12; Proverbios 3:22
- 48 Números 27:12–13
- 49 Números 27:12; Números 33:47–48; Deuteronomio 34:1–5; Isaías 33:17; 2 Corintios 5:1
- 50 Génesis 25:8; Números 33:38; Números 20:24–29; Génesis 15:15; Génesis 25:17
- 51 Números 27:14; Números 20:11–14; 1 Reyes 13:21–26; Deuteronomio 3:23–27; Números 20:24
- 52 Deuteronomio 34:1–4; Deuteronomio 1:37; Deuteronomio 32:49; Números 27:12; Hebreos 11:13
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
¿Por qué mi Biblia dice algo distinto?
- Deuteronomio 32:8: ¿«hijos de Israel» o «hijos de Dios»?
El hebreo masorético dice que Dios fijó las fronteras de los pueblos «según el número de los hijos de Israel». Un manuscrito hebreo de Qumrán dice «hijos de Dios», y la Septuaginta dice «ángeles de Dios». Muchos estudiosos, judíos y cristianos, piensan hoy que «hijos de Dios» es la lectura más antigua. La Iglesia ortodoxa lee «ángeles de Dios».
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
His people Jacob became the portion of the Lord, and Israel the lot of His inheritance." And in another place [the Scripture] saith, "Behold, the Lord taketh unto Himself a nation out of the midst of the nations, as a man takes the first-fruits of his threshing-floor; and from that nation shall come forth the Most Holy." Chapter XXX — …
… also make one race of men to dwell upon all the earth; as also Moses declared: "When the Most High divided the nations, as He scattered the sons of Adam, He set the bounds of the nations after the number of the angels of God;" but that people which believes in God is not now under the power of angels, …
But where I could meet with such except in Thee, O Lord, I could not find,--except in Thee, who teachest by sorrow, and woundest us to heal us, and killest us that we may not die from Thee.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
For the apostle too saith of the woman, "That she ought to have power on her head because of the angels." And Moses, "He set the bounds of the nations according to the number of the angels of God." But here He is discoursing not of angels only, but rather of angels that are greater than others.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Do ye thus requite the Lord? This people is foolish and unwise.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)