1 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἐὰν στῇ Μωυσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν. 2 Καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, ποῦ ἐξελευσόμεθα; καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμὸν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν. 3 Καὶ ἐκδικήσω ἐπʼ αὐτοὺς τέσσαρα εἴδη, λέγει Κύριος· τὴν μάχαιραν εἰς σφαγὴν, καὶ τοὺς κύνας εἰς διασπασμὸν, καὶ τὰ θηρία τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ διαφθοράν. 4 Καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς, διὰ Μανασσῆ υἱὸν Ἐζεκίου βασιλέως Ἰούδα, περὶ πάντων ὧν ἐποίησεν ἐν Ἱερουσαλήμ. 5 Τίς φείσεται ἐπὶ σοὶ Ἱερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι; 6 Σὺ ἀπεστράφης με, λέγει Κύριος, ὀπίσω πορεύσῃ· καὶ ἐκτενῶ τὴν χεῖρά μου, καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς· 7 Καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾶ ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν. 8 Ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκους, ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέῤῥιψα ἐπʼ αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν. 9 Ἐκενώθη ἡ τίκτουσα ἑπτὰ, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνθη καὶ ὠνειδίσθη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχθρῶν αὐτῶν. 10 Οἴμοι ἐγὼ, μῆτερ, ὡς τινά με ἔτεκες ἄνδρα δικαζόμενον, καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. 11 Γένοιτο δέσποτα κατευθυνόντων αὐτῶν· εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, καὶ ἐν καιρῷ θλίψεως αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν. 12 Εἰ γνωσθήσεται σίδηρος; καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου. 13 Καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα, διὰ πάσας τὰς ἁμαρτίας σου, καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου. 14 Καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου, ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφʼ ὑμᾶς καυθήσεται. 15 Κύριε μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν· γνῶθι, ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν 16 ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς· καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπʼ ἐμοὶ, Κύριε παντοκράτωρ. 17 Οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην. 18 Ἱνατί οἱ λυποῦντές με κατισχύουσί μου; ἡ πληγή μου στερεὰ, πόθεν ἰαθήσομαι; γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν. 19 Διατοῦτο τάδε λέγει Κύριος, ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς. 20 Καὶ δώσω σε τῷ λαῷ τούτῳ, ὡς τεῖχος ὀχυρὸν, χαλκοῦν· καὶ πολεμήσουσι πρὸς σὲ, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ σώζειν σε, 21 καὶ τοῦ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν, καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 15 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (21)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Ezequiel 14:14; Ezequiel 14:20–21; Jeremías 14:11; Jeremías 11:14; Salmo 106:23
- 2 Jeremías 43:11; Zacarías 11:9; Apocalipsis 6:3–8; Ezequiel 5:2; Apocalipsis 13:10
- 3 Deuteronomio 28:26; Levítico 26:16; Levítico 26:22; Ezequiel 14:21; Levítico 26:25
- 4 Jeremías 24:9; 2 Reyes 24:3–4; 2 Reyes 21:11–13; 2 Reyes 21:16–17; 2 Reyes 23:26–27
- 5 Isaías 51:19; Nahúm 3:7; Jeremías 21:7; Salmo 69:20; Jeremías 16:5
- 6 Jeremías 7:24; Sofonías 1:4; Oseas 11:7; Isaías 1:4; Zacarías 7:11
- 7 Mateo 3:12; Jeremías 51:2; Jeremías 5:3; Isaías 9:13; Isaías 41:16
- 8 Isaías 3:25–4:1; Lucas 21:35; Jeremías 4:16; Jeremías 6:4–5; Jeremías 5:6
- 9 1 Samuel 2:5; Isaías 47:9; Lamentaciones 1:1; Amós 8:9–10; Jeremías 21:7
- 10 Lucas 6:22; Job 3:1–26; Salmo 120:5–6; Hechos 17:6–8; Lucas 2:34
- 11 Proverbios 16:7; Jeremías 29:11–14; Salmo 106:46; Salmo 37:3–11; Eclesiastés 8:12
- 12 Habacuc 1:5–10; Job 40:9; Jeremías 21:4–5; Isaías 45:9; Jeremías 1:18–19
- 13 Jeremías 17:3; Salmo 44:12; Isaías 52:3; Jeremías 20:5; Jeremías 15:8
- 14 Deuteronomio 32:22; Jeremías 16:13; Jeremías 17:4; Deuteronomio 28:36; Salmo 21:9
- 15 Jeremías 12:3; Salmo 69:7–9; Lucas 21:17; Jeremías 17:16; Jeremías 20:12
- 16 Apocalipsis 10:9–10; Ezequiel 3:1–3; Salmo 119:101–103; Job 23:12; Salmo 19:10
- 17 Lamentaciones 3:28; Salmo 1:1; Salmo 26:4–5; Ezequiel 3:24–25; 2 Corintios 6:17
- 18 Jeremías 30:15; Job 34:6; Miqueas 1:9; Jeremías 14:19; Jeremías 20:7
- 19 Zacarías 3:7; Lucas 21:15; Levítico 10:10; Ezequiel 44:23; Ezequiel 22:26
- 20 Jeremías 1:18–19; Ezequiel 3:9; Salmo 46:7; Isaías 8:9–10; Hechos 18:9–10
- 21 2 Corintios 1:10; Isaías 49:24–25; Jeremías 50:34; Isaías 54:17; Génesis 48:16
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… Jerusalem: "She that hath born [seven] languisheth; her soul hath become weary; her sun hath gone down while it was yet noon; she hath been confounded, and suffered reproach: the remainder of them will I give to the sword in the sight of their enemies."
For ye, who "take forth the precious from the vile," have been made the mouth of God, through which He saith, "Let the waters bring forth," not the living creature which the earth bringeth forth, but the moving creature having life, and the fowls that fly above the earth.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
Hear, for example, what God saith unto this last, "Pray not thou for this people, for I will not hear thee." And why marvellest thou if I hear not thee? "Though Moses himself and Samuel stood before me," I would not receive their supplication for these men." Yea, if it be Ezekiel who entreats, he will be told, "Though Noah …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
And these things God Himself saith; "For he that bringeth out the precious from the vile, shall be as my mouth;" such are His words.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)