Saltar al texto

Eclesiástico (Sirácida) · Septuaginta griega de Brenton

Eclesiástico (Sirácida) 17 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

Eclesiástico (Sirácida) no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον, καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν.
·
2 Ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπʼ αὐτῆς.
·
3 Καθʼ ἑαυτοὺς ἐνέδυσεν αὐτοὺς ἰσχὺν, καὶ κατʼ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς.
·
4 Καὶ ἔθηκε τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκός, καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.
·
6 Διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμοὺς, ὦτα καὶ καρδίαν ἔδωκε διανοεῖσθαι αὐτοῖς.
·
7 Ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς, καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς.
·
8 Ἔθηκε τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν, δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ·
·
10 καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν, ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.
·
11 Προσέθηκεν αὐτοῖς ἐπιστήμην, καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς.
·
12 Διαθήκην αἰῶνος ἔστησε μετʼ αὐτῶν, καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς.
·
13 Μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσε τὸ οὖς αὐτῶν.
·
14 Καὶ εἶπεν αὐτοῖς, προσέχετε ἀπὸ παντὸς ἀδίκου· καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.
·
15 Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διαπαντὸς, οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.
·
17 Ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ μερὶς Κυρίου Ἰσραήλ ἐστιν.
·
19 Ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν.
·
20 Οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπʼ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι Κυρίου.
·
22 Ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετʼ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.
·
23 Μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς, καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει.
·
24 Πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον, καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.
·
25 Ἐπίστρεφε ἐπὶ Κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα.
·
26 Ἐπάναγε ἐπὶ ὕψιστον, καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας, καὶ σφόδρα μίσησον βδέλυγμα.
·
27 Ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου; ἀντὶ ζώντων καὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν.
·
28 Ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον.
·
29 Ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ Κυρίου, καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπʼ αὐτόν·
·
30 οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.
·
31 Τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει, καὶ πονηρὸς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα.
·
32 Δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.
·