Saltar al texto

Eclesiástico (Sirácida) · Septuaginta griega de Brenton

Eclesiástico (Sirácida) 26 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

Eclesiástico (Sirácida) no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνὴρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος.
·
2 Γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ.
·
3 Γυνὴ ἀγαθὴ μερὶς ἀγαθὴ, ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται.
·
4 Πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθὴ, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν.
·
5 Ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμὸν ὑπὲρ θάνατον, πάντα μοχθηρά.
·
6 Ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ, καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.
·
7 Βοοζύγιον σαλευόμενον γυνὴ πονηρὰ, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου.
·
8 Ὀργὴ μεγάλη γυνὴ μέθυσος, καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει.
·
9 Πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.
·
10 Ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακὴν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται.
·
11 Ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ·
·
12 Ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίγει, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται, καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.
·
13 Χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.
·
14 Δόσις Κυρίου γυνὴ σιγηρὰ, καὶ οὐκ ἐστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς.
·
15 Χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρὰ, καὶ οὐκ ἔστι σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς.
·
16 Ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου, καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτοῦ.
·
17 Λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ.
·
18 Στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς, καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς.
·
28 Επὶ δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν διʼ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν· ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει εἰς ῥομφαίαν αὐτόν.
·
29 Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας.
·