Saltar al texto

Eclesiástico (Sirácida) · Septuaginta griega de Brenton

Eclesiástico (Sirácida) 34 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

Eclesiástico (Sirácida) no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον.
·
2 Μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμὸν, καὶ ἀῤῥώστημα βαρὺ ἐκνήψει ὕπνος.
·
3 Ἐκοπίασε πλούσιος ἐν συναγωγῇ χρημάτων, καὶ ἐν τῇ ἀναπαύσει ἐμπίπλαται τῶν τρυφημάτων αὐτοῦ·
·
4 ἐκοπίασε πτωχὸς ἐν ἐλαττώσει βίου, καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται.
·
5 Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διαφθορὰν, αὐτὸς πλησθήσεται.
·
6 Πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήθη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
·
7 Ξύλον προσκόμματός ἐστι τοῖς ἐνθυσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.
·
8 Μακάριος πλούσιος ὃς εὑρέθη ἄμωμος, καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη.
·
9 Τίς ἐστι καὶ μακαριοῦμεν αὐτόν; ἐποίησε γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ.
·
10 Τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη, καὶ ἔστω εἰς καύχησιν; τίς ἐδύνατο παραβῆναι, καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ, καὶ οὐκ ἐποίησε;
·
11 Στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.
·
12 Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας; μὴ ἀνοίξῃς ἐπʼ αὐτῆς φάρυγγά σου· καὶ μὴ εἴπῃς, πολλά γε τὰ ἐπʼ αὐτῆς.
·
13 Μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρὸς, πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.
·
14 Οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.
·
15 Νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ, καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.
·
16 Φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι, καὶ μὴ διαμασῷ, μὴ μισηθῇς.
·
17 Παῦσαι πρῶτος χάριν παιδείας, καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς.
·
18 Καὶ εἰ ἀναμέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.
·
19 Ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.
·
20 Ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ, ἀνέστη πρωῒ, καὶ ἡ ψυχὴ αὐτοῦ μετʼ αὐτοῦ· πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου.
·
21 Καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπωρῶν καὶ ἀναπαύσῃ.
·
22 Ἄκουσόν μου τέκνον καὶ μὴ ἐξουδενώσῃς με, καὶ ἐπʼ ἐσχάτῳ εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχὴς, καὶ πᾶν αρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
·
23 Λαμπρὸν ἐπʼ ἄρτοῖς εὐλογήσει χείλη, καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή.
·
24 Πονηρῷ ἐπʼ ἄρτῳ διαγογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἐκριβής.
·
25 Ἐν οἴνῳ μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος·
·
26 Κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.
·
27 Ἐπίσον ζωῆς οἶνος ἀνθρώπῳ, ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ· τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.
·
28 Ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης·
·
29 πικρία ψυχῆς οἶνος πινόμενος πολὺς, ἐν ὀρεθισμῷ καὶ ἀντιπτώματι.
·
30 Πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
·
31 Ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον, καὶ μὴ ἐξουδενώσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ· λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ, καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει. ΠΕΡΙ ἩΓΟΥΜΕΝΩΝ.
·