Saltar al texto

Eclesiástico (Sirácida) · Septuaginta griega de Brenton

Eclesiástico (Sirácida) 42 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

Eclesiástico (Sirácida) no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 μὴ περὶ τούτων αἰσχυνθῇς, καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·
·
2 περὶ νόμου ὑψίστου καὶ διαθήκης, καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ·
·
3 περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων, καὶ περὶ δόσεως κληρονομίας ἑταίρων·
·
4 περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμιῶν, περὶ κτήσεως πολλῶν καὶ ὀλίγων·
·
5 περὶ ἀδιαφόρου πράσεως, καὶ ἐμπόρων, καὶ περὶ παιδείας τέκνων πολλῆς, καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι.
·
6 Ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς· καὶ ὅπου χεῖρες πολλαὶ, κλεῖσον.
·
7 Ὃ ἐὰν παραδίδως, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆψις παντὶ ἐν γραφῇ.
·
8 Περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρου κρινομένου πρὸς νέους, καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς, καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.
·
9 Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα μήποτε μισηθῇ.
·
10 Ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ, καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ, καὶ συνῳκηκυῖα μήποτε στειρώσῃ.
·
11 Ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακὴν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει, καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῇ σε ἐν πλήθει πολλῶν.
·
12 Παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει, καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·
·
13 ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς, καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
·
14 Κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνὴ, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
·
15 Μνησθήσομαι δὴ τὰ ἔργα Κυρίου, καὶ ἃ ἑώρακα ἐκδιηγήσομαι· ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ.
·
16 Ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψε, καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ.
·
17 Οὐκ ἐνεποίησε τοῖς ἁγίοις Κύριος ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσε Κύριος ὁ παντοκράτωρ, στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
·
18 Ἄβυσσον καὶ καρδίαν ἐξίχνευσε, καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ Κύριος πᾶσαν εἴδησιν, καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος·
·
19 ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων.
·
20 Οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπʼ αὐτοῦ οὐδὲ εἷς λόγος.
·
21 Τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησε, καὶ ἕως ἐστὶ πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐδὲ προσεδεήθη οὐδενὸς συμβούλου.
·
22 Ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ, καὶ ὡς σπινθῆρός ἐστι θεωρῆσαι.
·
23 Πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει.
·
24 Πάντα δισσὰ ἓν κατέναντι τοῦ ἑνὸς, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐκλεῖπον.
·
25 Ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθὰ, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;
·