Saltar al texto

Eclesiástico (Sirácida) · Septuaginta griega de Brenton

Eclesiástico (Sirácida) 51 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

Eclesiástico (Sirácida) no está en RV1909.

LXX Septuaginta griega de Brenton
RV1909 Reina-Valera 1909
1 Ἐξομολογήσομαι σοι Κύριε βασιλεῦ, καὶ αἰνέσω σε Θεὸν τὸν σωτῆρά μου· ἐξομολογοῦμαι τῷ ὀνόματί σου,
·
2 ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας, καὶ ἐκ παγίδος διαβολῆς γλώσσης· ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος, καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου μοι βοηθὸς,
·
3 καὶ ἐλυτρώσω με, κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου, ἐκ βρυγμῶν ἑτοίμων εἰς βρῶμα, ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλειόνων θλίψεων ὧν ἔσχον,
·
4 ἀπὸ πνιγμοῦ πυρὸς κυκλόθεν, καὶ ἐκ μέσου πυρὸς οὗ οὐκ ἐξέκαυσα,
·
5 ἐκ βάθους κοιλίας ᾅδου, καὶ ἀπὸ γλώσσης ἀκαθάρτου, καὶ λόγου ψευδοῦς.
·
6 Βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου· ᾔγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω.
·
7 Περιέσχον με πάντοθεν, καὶ οὐκ ἦν ὁ βοηθῶν· ἐμβλέπων εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν.
·
8 Καὶ ἐμνήσθην τοῦ ἐλέους σου Κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπʼ αἰῶνος· ὅτι ἐξελῇ τοὺς ὑπομένοντάς σε, καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν.
·
9 Καὶ ἀνύψωσα ἐπὶ γῆς ἱκετείαν μου, καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην.
·
10 Ἐπεκαλεσάμην Κύριον πατέρα Κυρίου μου, μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας.
·
11 Αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς, καὶ ὑμνήσω ἐν ἐξομολογήσει· καὶ εἰσηκούσθη ἡ δέησίς μου.
·
12 Ἔσωσας γάρ με ἐξ ἀπωλείας, καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ· διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σοι, καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου·
·
13 Ἔτι ὢν νεώτερος, πρινὴ πλανηθῆναί με, ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου.
·
14 Ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς, καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτὴν,
·
15 ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς· εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ, ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευσα αὐτήν.
·
16 Ἔκλινα ὀλίγον τὸ οὖς μου, καὶ ἐδεξάμην, καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν.
·
17 Προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν, δώσω δόξαν.
·
18 Διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν, καὶ ἐζήλωσα τὸ ἀγαθὸν, καὶ οὐ μὴ αἰσχυνθῶ.
·
19 Διαμεμάχηται ἡ ψυχή μου ἐν αὐτῇ, καὶ ἐν ποιήσει λιμοῦ διηκριβωσάμην· τὰς χεῖράς μου ἐξεπέτασα πρός ὕψος, καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα,
·
20 τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν, καρδίαν ἐκτησάμην μετʼ αὐτῶν ἀπʼ ἀρχῆς, καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν· διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.
·
21 Καὶ ἡ κοιλία μου ἐταράχθη ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα.
·
22 Ἔδωκε Κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν.
·
23 Ἐγγίσατε πρὸς μὲ ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας.
·
24 Διότι ὑστερεῖτε ἐν τούτοις, καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα;
·
25 Ἤνοιξα τὸ στὸμα μου, καὶ ἐλάλησα, κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυριου.
·
26 Τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγὸν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν, ἐγγύς ἐστιν εὑρεῖν αὐτήν.
·
27 Ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα, καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν.
·
28 Μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου, καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ.
·
29 Εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ.
·
30 Ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.
·