Saltar al texto

Joel · Septuaginta griega de Brenton

Joel 1 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Joel 1–3 · Sobre las grabaciones

Notas sobre este texto (1)

1 ΛΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ. 2 Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἑνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ἡμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν; 3 ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν. 4 τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη. 5 Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῄρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά. 6 Ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μῦλαι αὐτοῦ σκύμνου· 7 Ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν, καὶ τὰς συκάς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν, καὶ ἔῤῥιψεν· ἐλεύκανε τὰ κλήματα αὐτῆς. 8 Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεζωσμένην σάκκον, ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν. 9 Ἐξῇρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου· πενθεῖτε οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου, 10 ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν σῖτος· ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον· 11 Ἐξηράνθησαν γεωργοί· θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ· 12 Ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ῥοὰ, καὶ φοῖνιξ, καὶ μῆλον, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων. 13 Περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς· θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή. 14 Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς, 15 Οἴμοι, οἴμοι, οἴμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει. 16 Κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλθρεύθη, ἐξ οἴκου Θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά. 17 Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροὶ, κατεσκάφησαν ληνοὶ, ὅτι ἐξηράνθη σῖτος. 18 Τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς· καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν. 19 Πρὸς σὲ Κύριε βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ, 20 καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σὲ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων, καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

Referencias cruzadas (20)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hechos 2:16; Jeremías 1:2; Oseas 1:1; Ezequiel 1:3; 2 Pedro 1:21
  2. 2 Joel 2:2; Oseas 5:1; Jeremías 30:7; Job 8:8; Miqueas 3:1
  3. 3 Deuteronomio 6:7; Salmo 71:18; Salmo 145:4; Salmo 78:3–8; Éxodo 13:14
  4. 4 Joel 2:25; Amós 4:9; Amós 7:1; Salmo 78:46; Éxodo 10:4
  5. 5 Lucas 21:34–36; Santiago 5:1; Isaías 32:10–12; Isaías 24:7–11; Jeremías 4:8
  6. 6 Joel 2:25; Joel 2:2–11; Isaías 8:8; Apocalipsis 9:7–10; Proverbios 30:14
  7. 7 Amós 4:9; Isaías 5:6; Joel 1:12; Jeremías 8:13; Oseas 2:12
  8. 8 Isaías 22:12; Malaquías 2:15; Santiago 5:1; Amós 8:10; Isaías 24:7–12
  9. 9 Joel 2:14; Joel 2:17; Oseas 9:4; Joel 1:13; Isaías 61:6
  10. 10 Oseas 4:3; Jeremías 12:11; Oseas 9:2; Joel 1:5; Hageo 1:11
  11. 11 Jeremías 14:3–4; Isaías 17:11; Jeremías 9:12; Romanos 5:5; Amós 5:16
  12. 12 Isaías 24:11; Isaías 16:10; Joel 1:16; Habacuc 3:17–18; Cantar de los Cantares 2:3
  13. 13 Jeremías 4:8; Joel 1:8–9; Jeremías 9:10; Joel 2:17; 1 Reyes 21:27
  14. 14 Joel 2:15–16; 2 Crónicas 20:3–4; Jonás 3:8; 2 Crónicas 20:13; Deuteronomio 29:10–11
  15. 15 Isaías 13:6–9; Sofonías 1:14–18; Jeremías 30:7; Ezequiel 7:2–12; Joel 2:11
  16. 16 Salmo 43:4; Salmo 105:3; Deuteronomio 12:6–7; Isaías 3:7; Joel 1:13
  17. 17 Isaías 17:10–11; Génesis 23:16
  18. 18 Oseas 4:3; Jeremías 12:4; Jeremías 14:5–6; Romanos 8:22; Joel 1:20
  19. 19 Jeremías 9:10; Salmo 50:15; Amós 7:4; Miqueas 7:7; Salmo 91:15
  20. 20 Salmo 104:21; 1 Reyes 17:7; Job 38:41; Salmo 147:9; Salmo 145:15

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias