1 Οὗτοι οἱ λόγοι τῆς διαθήκης, οὓς ἐνετείλατο Κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωὰβ, πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ. 2 Καὶ ἐκάλεσε Μωυσῆς πάντας τοὺς υἱοὺς Ἰσραὴλ, καὶ εἶπε πρὸς αὐτοὺς, ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησε Κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ, καὶ πάσῃ τῇ γῇ αὐτοῦ, 3 τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα. 4 Καὶ οὐκ ἔδωκε Κύριος ὁ Θεὸς ὑμῖν καρδίαν εἰδέναι, καὶ ὀφθαλμοὺς βλέπειν, καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης. 5 Καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν. 6 Ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σίκερα οὐκ ἐπίετε, ἵνα γνῶτε ὃτι Κύριος ὁ Θεὸς ὑμῶν ἐγώ. 7 Καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου· καὶ ἑξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν, καὶ Ὢγ βασιλεὺς Βασὰν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ. 8 Καὶ ἐπατάξαμεν αὐτοὺς, καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ῥουβὴν, καὶ τῷ Γαδδὶ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. 9 Καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα ὅσα ποιήσετε. 10 Ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, οἱ ἀρχίφυλοι ὑμῶν, καὶ ἡ γερουσία ὑμῶν, καὶ οἱ κριταὶ ὑμῶν, καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν, πᾶς ἀνὴρ Ἰσραήλ, 11 αἱ γυναῖκες ὑμῶν, καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν, ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν, 12 παρελθεῖν ἐν τῇ διαθήκῃ Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ, ὅσα Κύριος ὁ Θεός σου διατίθεται πρὸς σὲ σήμερον· 13 ἵνα στήσῃ σε αὐτῷ εἰς λαὸν, καὶ αὐτὸς ἔσται σου Θεὸς, ὃν τρόπον εἶπέ σοι, καὶ ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. 14 Καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην, 15 ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθʼ ὑμῶν σήμερον ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσι μεθʼ ὑμῶν ὧδε σήμερον. 16 Ὅτι ὑμεῖς οἴδατε πῶς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ, ὡς παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν οὓς παρήλθετε. 17 Καὶ ἴδετε τὰ βδελύγματα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ λίθον, ἀργύριον καὶ χρυσίον, ἅ ἐστι παρʼ αὐτοῖς. 18 Μή τις ἐστὶν ἐν ὑμῖν ἀνὴρ, ἢ γυνὴ, ἢ πατριὰ, ἢ φυλὴ, τινὸς ἡ διάνοια ἐξέκλινεν ἀπὸ Κυρίου τοῦ Θεου ὑμῶν, πορευθέντες λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων· μή τις ἐστὶν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ· 19 Καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης, καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων, ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον· 20 Οὐ μὴ θελήσει ὁ Θεὸς εὐϊλατεῦσαι αὐτῷ, ἀλλʼ ἢ τότε ἐκκαυθήσεται ὀργὴ Κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ· καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης, αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τούτῳ· καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. 21 Καὶ διαστελεῖ αὐτὸν Κύριος εἰς κακὰ ἐκ πάντων υἱῶν Ἰσραὴλ, κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. 22 Καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμῶν, οἳ ἀναστήσονται μεθʼ ὑμᾶς, καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς, ἃς ἀπέστειλε Κύριος ἐπʼ αὐτὴν, 23 θεῖον καὶ ἅλα κατακεκαυμένον· πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται, οὐδὲ ἀνατελεῖ, οὐδὲ μὴ ἀναβῇ ἐπʼ αὐτὴν πᾶν χλωρόν. ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμοῤῥα, Ἀδαμὰ καὶ Σεβωῒμ, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ ὀργῇ· 24 Καὶ ἐροῦσι πάντα τὰ ἔθνη, διατί ἐποίησε Κύριος οὕτω τῇ γῇ ταύτῃ; τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος; 25 Καὶ ἐροῦσιν, ὅτι κατέλιπον τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν, ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, 26 καὶ πορεύθεντες ἐλάτρευσαν θεοῖς ἑτέροις, οὓς οὐκ ἠπίσταντο, οὐδὲ διένειμεν αὐτοῖς· 27 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπʼ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. 28 Καὶ ἐξῇρεν αὐτοὺς Κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα, καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν. 29 Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.
Deuteronomio · Septuaginta griega de Brenton
Deuteronomio 29 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Citado en la guía: Exodus 2–Deuteronomy 34
Referencias cruzadas (29)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Deuteronomio 5:2–3; Jeremías 31:32; 2 Reyes 23:3; Hebreos 8:9; Éxodo 24:2–8
- 2 Éxodo 19:4; Josué 24:5–6; Éxodo 8:12; Salmo 78:43–51; Salmo 105:27–36
- 3 Nehemías 9:9–11; Deuteronomio 7:18–19; Deuteronomio 4:32–35
- 4 Efesios 4:18; Isaías 6:9–10; Proverbios 20:12; Juan 8:43; Mateo 13:11–15
- 5 Deuteronomio 8:4; Nehemías 9:21; Deuteronomio 8:2; Deuteronomio 1:3; Mateo 10:10
- 6 Deuteronomio 8:3; Efesios 5:18; Nehemías 9:15; Éxodo 16:12; 1 Corintios 10:4
- 7 Números 21:21–35; Salmo 135:10–12; Salmo 136:17–22; Números 32:33–42; Deuteronomio 2:24–3:17
- 8 Deuteronomio 3:12–13; Números 32:33
- 9 1 Reyes 2:3; Deuteronomio 4:6; Lucas 11:28; Josué 1:7; Deuteronomio 29:1
- 10 Nehemías 9:38; Apocalipsis 20:12; Nehemías 8:2; Deuteronomio 31:12–13; Nehemías 9:1–2
- 11 Éxodo 12:38; Números 11:4; Gálatas 3:28; Deuteronomio 5:14; Josué 9:21–27
- 12 2 Crónicas 15:12–15; Nehemías 10:28–29; 2 Reyes 11:17; Josué 24:25; Deuteronomio 5:2–3
- 13 Génesis 17:7; Éxodo 6:7; Deuteronomio 28:9; Jeremías 32:38; Deuteronomio 7:6
- 14 Jeremías 31:31–34; Hebreos 8:7–12
- 15 Hechos 2:39; 1 Corintios 7:14; Deuteronomio 5:3; Jeremías 32:39; Jeremías 50:5
- 16 Deuteronomio 2:19; Deuteronomio 3:1–2; Deuteronomio 2:4; Deuteronomio 2:9; Deuteronomio 2:24
- 17 Deuteronomio 28:36
- 18 Hebreos 12:15; Deuteronomio 11:16–17; Deuteronomio 13:1–15; Jeremías 9:15; Hechos 8:23
- 19 Jeremías 7:24; Números 15:39; Números 15:30; Eclesiastés 11:9; Jeremías 7:3–11
- 20 Salmo 74:1; Deuteronomio 9:14; Salmo 79:5; Ezequiel 23:25; Ezequiel 14:7–8
- 21 Ezequiel 13:9; Mateo 24:51; Mateo 25:32; Malaquías 3:18; Mateo 25:46
- 22 Jeremías 19:8
- 23 Sofonías 2:9; Jeremías 17:6; Génesis 19:24–25; Jeremías 20:16; Isaías 34:9
- 24 Jeremías 22:8–9; 1 Reyes 9:8–9; Romanos 2:5; Lamentaciones 2:15–17; Lamentaciones 4:12
- 25 Hebreos 8:9; Jeremías 50:7; 1 Reyes 19:10–14; Isaías 24:1–6; Jeremías 22:9
- 26 Jeremías 44:2–6; Jeremías 19:3–13; 2 Crónicas 36:12–17; Deuteronomio 28:64; Jueces 5:8
- 27 Daniel 9:11–14; Deuteronomio 28:15–68; Levítico 26:14–46; Deuteronomio 29:20–21; Deuteronomio 27:15–26
- 28 2 Crónicas 7:20; 1 Reyes 14:15; Proverbios 2:22; Salmo 52:5; Jeremías 42:10
- 29 Daniel 2:22; Hechos 1:7; Romanos 11:33–34; Mateo 13:11; Job 11:6–7
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias