Saltar al texto

Amós · Septuaginta griega de Brenton

Amós 7 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Amós 1–9 · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Οὕτως ἔδειξέ μοι Κύριος ὁ Θεός· καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινὴ, καὶ ἰδοὺ βροῦχος εἷς, Γὼγ ὁ βασιλεύς. 2 Καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα, Κύριε Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. 3 Μετανόησον Κύριε ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος. 4 Οὕτως ἔδειξέ μοι Κύριος· καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν, καὶ κατέφαγε τὴν μερίδα Κυρίου. 5 Καὶ εἶπα, Κύριε κόπασον δὴ, τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. 6 Μετανόησον Κύριε ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος. 7 Οὕτως ἔδειξέ μοι Κύριος· καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. 8 Καὶ εἶπε Κύριος πρὸς μὲ, τί σὺ ὁρᾷς Ἀμώς; καὶ εἶπα, ἀδάμαντα· καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν. 9 Καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ. 10 Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ, λέγων, συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ. 11 Διότι τάδε λέγει Ἀμὼς, ἐν ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. 12 Καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμὼς ὁ ὁρῶν βάδιζε, ἐκχῶρησον σὺ εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις, 13 εἰς δὲ Βαιθὴλ οὐκ ἔτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, καὶ οἶκος βασιλείας ἐστί. 14 Καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν, οὐκ ἤμην προφήτης ἐγὼ, οὐδὲ υἱὸς προφήτου, ἀλλʼ ἢ αἰπόλος ἤμην, καὶ κνίζων συκάμινα· 15 καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρὸς μὲ, βάδιζε, καὶ προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ. 16 Καὶ νῦν ἄκουε λόγον Κυρίου· σὺ λέγεις, μὴ προφήτευε ἐπὶ τὸν Ἰσραὴλ, καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακώβ. 17 Διὰ τοῦτο τάδε λέγει Κύριος, ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ· οὕτως ἔδειξέ μοι Κύριος Κύριος.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Amaziah

    Priest of Bethel

    The priest of Bethel who sent word to Jeroboam against Amos and told him to flee to Judah.

    Citado en la guía: Amos 7:10; Amos 7:12; Amos 7:14

  • Amos

    Shepherd-prophet from Tekoa

    A sheep breeder from Tekoa whose words concerned Israel in the days of Uzziah and Jeroboam, whom Amaziah the priest told to go flee to Judah.

    Citado en la guía: Amos 1:1; Amos 7:8; Amos 7:10

Referencias cruzadas (17)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Joel 1:4; Amós 8:1; Nahúm 3:15–17; Isaías 33:4; Joel 2:25
  2. 2 Isaías 37:4; Ezequiel 11:13; Éxodo 10:15; Jeremías 14:20–21; Jeremías 42:2
  3. 3 Deuteronomio 32:36; Jonás 3:10; Oseas 11:8; Salmo 106:45; Amós 7:6
  4. 4 Amós 7:1; Isaías 66:15–16; Amós 4:11; Amós 7:7; Éxodo 9:23–24
  5. 5 Salmo 85:4; Amós 7:2–3; Joel 2:17; Isaías 10:25; Jeremías 30:19
  6. 6 Jeremías 26:19; Amós 7:3; Jueces 10:16; Jonás 4:2; Salmo 135:14
  7. 7 2 Reyes 21:13; Isaías 28:17; Apocalipsis 21:15; Zacarías 2:1–2; Apocalipsis 11:1
  8. 8 Amós 8:2; Lamentaciones 2:8; Jeremías 15:6; Ezequiel 7:2–9; Isaías 28:17
  9. 9 2 Reyes 15:8–10; Génesis 46:1; Amós 5:5; Isaías 63:18; Amós 8:14
  10. 10 Jeremías 38:4; 1 Reyes 12:31–32; Jeremías 26:8–11; Mateo 21:23; Hechos 24:5
  11. 11 Amós 6:7–8; 2 Reyes 17:6; Salmo 56:5; Amós 7:9; Hechos 6:14
  12. 12 1 Corintios 2:14; Mateo 8:34; Isaías 30:10; 1 Samuel 9:9; Romanos 16:18
  13. 13 1 Reyes 12:32; Amós 2:12; 1 Reyes 12:29; 1 Reyes 13:1; Hechos 5:40
  14. 14 Amós 1:1; Zacarías 13:5; 2 Reyes 4:38; 2 Reyes 2:5; 1 Corintios 1:27
  15. 15 2 Samuel 7:8; Ezequiel 2:3–4; Jeremías 1:7; Salmo 78:70–72; Mateo 9:9
  16. 16 Ezequiel 20:46; Ezequiel 21:2; Miqueas 2:6; Jeremías 28:15–17; Deuteronomio 32:2
  17. 17 Oseas 9:3; 2 Reyes 17:6; Ezequiel 4:13; Jeremías 28:16; Oseas 4:13–14

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias