1 Καὶ Βοὸζ ἀνέβη ἐπὶ τὴν πύλην, και ἐκαθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστεὺς παρεπορεύετο, ὃν ἐλάλησε Βοόζ· καὶ εἶπε πρὸς αὐτὸν Βοὸζ, ἐκκλίνας κάθισον ὧδε κρύφιε· καὶ ἐξέκλινε καὶ ἐκάθισε. 2 Καὶ ἔλαβε Βοὸζ δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως, καὶ εἶπε, καθίσατε ὧδε· καὶ ἐκάθισαν. 3 Καὶ εἶπε Βοὸζ τῷ ἀγχιστεῖ, τὴν μερίδα τοῦ ἀγροῦ ἥ ἐστι τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἐλιμέλεχ, ἣ δέδοται Νωεμὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωὰβ, 4 κᾀγὼ εἶπα, ἀποκαλύψω τὸ οὖς σου λέγων, κτῆσαι ἐναντίον τῶν καθημένων, καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου. εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι, καὶ γνώσομαι, ὅτι οὐκ ἔστι πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κᾀγώ εἰμι μετὰ σέ· ὁ δὲ εἶπεν, ἐγώ εἰμι, ἀγχιστεῦσαι, κἀγώ εἰμι, ἀγχιστεύσω. 5 Καὶ εἶπε Βοὸζ, ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμὶν καὶ παρὰ Ῥοὺθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ, ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ. 6 Καὶ εἶπεν ὁ ἀγχιστεὺς, οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι. 7 Καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ἰσραὴλ ἐπὶ τὴν ἀγχιστείαν, καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πάντα λόγον· καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ, καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ· καὶ τοῦτο ἦν μαρτύριον ἐν Ἰσραήλ. 8 Καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοὸζ, κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ. 9 Καὶ εἶπε Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ, μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ Ἐλιμέλεχ, καὶ πάντα ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ χειρὸς Νωεμίν. 10 Καί γε Ῥοὺθ τὴν Μωαβίτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα, τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον. 11 Καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ, μάρτυρες· καὶ οἱ πρεσβύτεροι εἴποσαν, δῴη Κύριος τὴν γυναῖκά σου, τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου, ὡς Ῥαχὴλ καὶ ὡς Λίαν, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐποίησαν δύναμιν ἐν Ἐφραθᾷ, καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ. 12 Καὶ γένοιτο οἶκός σου, ὡς οἶκος Φαρὲς, ὃν ἔτεκε Θάμαρ τῷ Ἰούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης. 13 Καὶ ἔλαβε Βοὸζ τὴν Ῥοὺθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθε πρὸς αὐτήν. καὶ ἔδωκεν αὐτῇ Κύριος κύησιν, καὶ ἔτεκεν υἱόν. 14 Καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμὶν, εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἑν Ἰσραήλ. 15 Καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν, καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε, ἔτεκεν αὐτὸν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς. 16 Καὶ ἔλαβε Νωεμὶν τὸ παιδίον, καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς, καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν. 17 Καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα, λέγουσαι, ἐτέχθη υἱὸς τῇ Νωεμίν. καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ, Ὠβήδ· οὗτος πατὴρ Ἰεσσαὶ πατρὸς Δαυίδ. 18 Καὶ αὗται αἱ γενέσεις Φαρές. Φαρές ἐγέννησε τὸν Ἐσρώμ· 19 Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ· καὶ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ· 20 Καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών· καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών· 21 Καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ· καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ· 22 Καὶ Ὡβὴδ ἐγέννησε τὸν Ἰεσσαί· καὶ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυίδ.
Rut · Septuaginta griega de Brenton
Rut 4 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Amminadab
His family rose to prominence in Judah around the time of the Exodus.
Citado en la guía: Exod. 6:23; Ruth 4:19-20; 1 Chron. 2:10; Matt. 1:4
Boaz
The kind landowner of Bethlehem who redeemed and married Ruth the Moabite.
Citado en la guía: Ruth 2-4; 1 Chron. 2:11-12; Matt. 1:5
Chilion
Son of Elimelech and Naomi who married a Moabite woman and died in Moab, whose property Boaz bought; Orpah is his wife by implication, since Ruth was Mahlon's widow.
Citado en la guía: Ruth 1:2; Ruth 1:5; Ruth 4:9
Hezron
A son of Perez who carried Judah's royal line down into the years of Egypt.
Citado en la guía: Gen. 46:12; Ruth 4:18; 1 Chron. 2:5, 9; Matt. 1:3
Jesse
The Bethlehemite whose youngest son David was anointed king of Israel.
Citado en la guía: 1 Sam. 16:1-13; Isa. 11:1; Ruth 4:22; Matt. 1:5-6
Mahlon
Son of Elimelech and Naomi who died in Moab and whose widow Ruth Boaz acquired as his wife to raise up Mahlon's name on his inheritance.
Citado en la guía: Ruth 1:2; Ruth 1:5; Ruth 4:9
Nahshon
Leader of the tribe of Judah in the wilderness, first to bring his offering.
Citado en la guía: Num. 1:7; 2:3; 7:12; Ruth 4:20; Matt. 1:4
Obed
Son of Boaz and Ruth, and grandfather of King David.
Citado en la guía: Ruth 4:13-22; 1 Chron. 2:12; Matt. 1:5; Luke 3:32
Perez
Born of Judah and Tamar, he became the head of the leading clan of Judah.
Citado en la guía: Gen. 38; Ruth 4:18; 1 Chron. 2:4-5; Matt. 1:3
Ram
A little-known link in the chain, faithfully recorded between Hezron and Amminadab.
Citado en la guía: Ruth 4:19; 1 Chron. 2:9-10; Matt. 1:3-4; Luke 3:33
Ruth
The loyal Moabite widow whose devotion made her great-grandmother of King David.
Citado en la guía: Ruth 1-4; Matthew 1:5
Salmon
He married Rahab of Jericho and fathered Boaz as Israel settled the land.
Citado en la guía: Ruth 4:20-21; 1 Chron. 2:11; Matt. 1:4-5
Referencias cruzadas (20)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Deuteronomio 25:7; Rut 3:12; Deuteronomio 16:18; Job 29:7; Amós 5:10–12
- 2 Proverbios 31:23; 1 Reyes 21:8; Hechos 6:12; Éxodo 21:8; Lamentaciones 5:14
- 3 Salmo 112:5; Proverbios 13:10
- 4 Jeremías 32:7–12; 2 Corintios 8:21; Levítico 25:25–29; Romanos 12:17; Filipenses 4:8
- 5 Mateo 22:24; Génesis 38:8; Deuteronomio 25:5–6; Rut 3:12–13; Lucas 20:28
- 6 Rut 3:13; Levítico 25:25
- 7 Deuteronomio 25:7–10
- 9 Génesis 23:16–18; Jeremías 32:10–12
- 10 Deuteronomio 25:6; Efesios 5:25; Génesis 29:27; Oseas 12:12; Isaías 8:2–3
- 11 Génesis 29:32–30:24; Mateo 2:6; Miqueas 5:2; Génesis 35:16–20; Salmo 127:3–5
- 12 Génesis 38:29; 1 Crónicas 2:4; 1 Samuel 2:20; Génesis 46:12; Mateo 1:3
- 13 Génesis 29:31; Génesis 33:5; Salmo 127:3; Rut 3:11; Génesis 25:21
- 14 Lucas 1:58; Mateo 1:5–20; Génesis 12:2; Isaías 11:1–4; Rut 4:21–22
- 15 Isaías 46:4; Salmo 55:22; Génesis 45:11; Rut 2:11–12; Proverbios 18:24
- 17 Lucas 1:58–63
- 18 Mateo 1:3–6; 1 Crónicas 2:4–8; Lucas 3:33; 1 Crónicas 4:1
- 19 1 Crónicas 2:9–10; Lucas 3:33; Mateo 1:4
- 20 Números 1:7; Mateo 1:4; Lucas 3:32
- 21 Mateo 1:5; Lucas 3:32; 1 Crónicas 2:11–12
- 22 Mateo 1:6; 1 Crónicas 2:15; 1 Samuel 16:1; Lucas 3:31; Isaías 11:1
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias