1 Καὶ ἐξᾴρας Ἰακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν, πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ῥεβέκκας, μητρὸς Ἰακὼβ καὶ Ἡσαῦ. 2 Καὶ ὁρᾷ, καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ· ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπʼ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια· λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος. 3 Καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια· καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ. 4 Εἶπε δὲ αὐτοῖς Ἰακὼβ, ἀδελφοὶ, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν, ἐκ Χαῤῥὰν ἐσμέν. 5 Εἶπε δὲ αὐτοῖς, γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν, γινώσκομεν· 6 Εἶπε δὲ αὐτοῖς, ὑγιαίνει; οἱ δὲ εἶπαν, ὑγιαίνει· καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων. 7 Καὶ εἶπεν Ἰακὼβ, ἔτι ἐστὶν ἡμέρα πολλὴ· οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα, ἀπελθόντες βόσκετε. 8 Οἱ δὲ εἶπαν, οὐ δυνησόμεθα, ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα. 9 Ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ ἰδοὺ Ῥαχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. 10 Ἐγένετο δὲ ὡς εἶδεν Ἰακὼβ τὴν Ῥαχὴλ τὴν θυγατέρα Λάβαν, τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν Ἰακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. 11 Καὶ ἐφίλησεν Ἰακὼβ τὴν Ῥαχὴλ, καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε. 12 Καὶ ἀπήγγειλε τῇ Ῥαχὴλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι, καὶ ὅτι υἱὸς Ῥεβέκκας ἐστί· καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. 13 Ἐγένετο δὲ ὡς ἤκουσε Λάβαν τὸ ὄνομα Ἰακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους. 14 Καὶ εἶπεν αὐτῷ Λάβαν, ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ· καὶ ἦν μετʼ αὐτοῦ μῆνα ἡμερῶν. 15 Εἶπε δὲ Λάβαν τῷ Ἰακὼβ, ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι τίς ὁ μισθός σου ἐστί; 16 Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες· ὄνομα τῇ μείζονι, Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ, Ῥαχήλ. 17 Οἱ δὲ ὀφθάλμοὶ Λείας, ἀσθενεῖς· Ῥαχῆλ δὲ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφάδρα. 18 Ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχήλ· καὶ εἶπε, δουλεύσω σοι ἑπτὰ ἔτη περὶ τῆς Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. 19 Εἶπε δὲ αὐτῷ Λάβαν, βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετʼ ἐμοῦ. 20 Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη· καὶ ἤσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. 21 Εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι ὅπως εἰσέλθω πρὸς αὐτήν. 22 Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε γάμον. 23 Καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγεν πρὸς Ἰακὼβ, καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ. 24 Ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην. 25 Ἐγένετο δὲ πρωῒ, καὶ ἰδοὺ ἦν Λεία· εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν, τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοι; καὶ ἱνατί παρελογίσω με; 26 Ἀπεκρίθη δὲ Λάβαν, οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρινὴ τὴν πρεσβυτέραν. 27 Συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρʼ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα. 28 Ἐποίησε δὲ Ἰακὼβ οὕτως, καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης· καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. 29 Ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ, αὐτῇ παιδίσκην. 30 Καὶ εἰσῆλθε πρὸς Ῥαχήλ· ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα. 31 Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα. 32 Καὶ συνέλαβε Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα, διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου. 33 Καὶ συνέλαβε πάλιν, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ, καὶ εἶπεν, ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Συμεών. 34 Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπεν, ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Λευεί. 35 Καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν, καὶ εἶπε, νῦν ἔτι τοῦτο ἐξομολογήσομαι Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰούδαν· καὶ ἔστη τοῦ τίκτειν.
Génesis · Septuaginta griega de Brenton
Génesis 29 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Jacob
He wrestled with God through the night and rose as Israel, father of twelve tribes.
Citado en la guía: Genesis 25–35; 46–49
Judah
The lion of the tribes, from whom kings and the Messiah would come.
Citado en la guía: Genesis 29:35; 38; 49:8–12
Laban
Bethuel's son and Rebekah's brother, who welcomed Abraham's servant, later became Jacob's uncle and father-in-law, deceived him by giving him Leah, and pursued him to Gilead when…
Citado en la guía: Genesis 24:29; Genesis 25:20; Genesis 29:13
Leah
Jacob's first wife, the unloved sister who became mother of six tribes and Dinah.
Citado en la guía: Genesis 29-30
Levi
A son of Leah whose tribe was set apart for the service of God.
Citado en la guía: Genesis 29:34; 34; Exodus 6:16–20
Rachel
Jacob's beloved wife, mother of Joseph and Benjamin, who died in childbirth.
Citado en la guía: Genesis 29-35
Reuben
Jacob's firstborn, who forfeited his standing by a grave offense.
Citado en la guía: Genesis 29:32; 35:22; 49:3–4
Simeon
A son of Leah whose fierce anger drew his father's rebuke.
Citado en la guía: Genesis 29:33; 34; 49:5–7
Referencias cruzadas (32)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Jueces 6:3; Oseas 12:12; Jueces 6:33; Salmo 119:32; Salmo 119:60
- 2 Juan 4:14; Juan 4:6; Isaías 49:10; Apocalipsis 7:17; Cantar de los Cantares 1:6–7
- 4 Génesis 28:10; Génesis 27:43; Génesis 11:31; Génesis 24:10; Hechos 7:2
- 5 Génesis 24:29; Génesis 24:24; Génesis 31:53
- 6 Génesis 43:27; 2 Samuel 20:9; 1 Samuel 17:22; Éxodo 18:7; Génesis 37:14
- 7 Efesios 5:16; Gálatas 6:9–10
- 8 Marcos 16:3; Lucas 24:2; Génesis 34:14; Génesis 29:3; Génesis 43:32
- 9 Éxodo 2:21; Cantar de los Cantares 1:7–8; Éxodo 2:15–16; Génesis 24:15
- 10 Éxodo 2:17
- 11 Génesis 33:4; Génesis 45:2; Génesis 43:30; Génesis 45:14–15; Génesis 29:13
- 12 Génesis 24:28; Génesis 13:8; Génesis 14:14–16
- 13 Génesis 24:29; Lucas 7:45; Hechos 20:37; Éxodo 18:7; Génesis 45:15
- 14 2 Samuel 19:12–13; Génesis 2:23; Jueces 9:2; 2 Samuel 5:1; Génesis 29:12
- 15 Génesis 30:28; Génesis 31:7
- 16 Rut 4:11; Génesis 49:31; Génesis 30:19; Génesis 31:4; Génesis 29:25–32
- 17 Génesis 12:11; Génesis 35:19–20; Génesis 29:18; 1 Samuel 10:2; Génesis 35:24
- 18 Oseas 12:12; Éxodo 22:16–17; Génesis 34:12; Oseas 3:2; 2 Samuel 3:14
- 19 Isaías 6:11; Isaías 6:5; Salmo 12:2
- 20 1 Corintios 13:7; Oseas 12:12; Efesios 5:2; Cantar de los Cantares 8:6–7; Génesis 24:67
- 21 Jueces 15:1; Génesis 4:1; Génesis 38:16; Mateo 1:18; Génesis 31:41
- 22 Apocalipsis 19:9; Jueces 14:10–18; Mateo 25:1–10; Mateo 22:2–10; Rut 4:10–13
- 23 Miqueas 7:5; Génesis 24:65; Génesis 38:14–15
- 24 Génesis 16:1; Génesis 30:9–12; Génesis 46:18; Génesis 24:59
- 25 Mateo 7:2; Proverbios 11:31; Génesis 27:35–36; 1 Corintios 3:13; Apocalipsis 3:19
- 27 Levítico 18:18; Jueces 14:12; Jueces 14:10; Génesis 2:2–3; Génesis 8:10–12
- 29 Génesis 29:24; Génesis 35:22; Génesis 30:3–8; Génesis 35:25; Génesis 37:2
- 30 Génesis 31:41; Génesis 44:27; Mateo 10:37; Génesis 29:20; Génesis 29:18
- 31 1 Samuel 2:21; Salmo 127:3; Génesis 20:18–21:2; Deuteronomio 21:15; Génesis 30:1–2
- 32 Deuteronomio 26:7; Éxodo 4:31; Éxodo 3:7; 1 Samuel 1:11; Génesis 42:27
- 33 Génesis 34:25; Génesis 30:8; Génesis 42:24; Génesis 35:23; Génesis 30:6
- 34 Éxodo 32:26–29; Génesis 49:5–7; Números 18:2–4; Génesis 46:11; Génesis 34:25
- 35 Mateo 1:2; Génesis 49:8–12; 1 Crónicas 5:2; Génesis 35:26; Deuteronomio 33:7
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
For let us remember Jacob who before he received Rachel, said to Laban, Give me my wife.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)