15 Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς. 16 Καὶ πίονται, καὶ ἐξεμοῦνται, καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀναμέσον αὐτῶν. 17 Καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα τὰ ἔθνη, πρὸς ἃ ἀπέστειλέ με Κύριος πρὸς αὐτὰ, 18 τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, καὶ βασιλεῖς Ἰούδα καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν, καὶ εἰς ἄβατον, καὶ εἰς συριγμὸν, 19 καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου, καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ, 20 καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πάντας τοὺς συμμίκτους, καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων, καὶ τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἀκκάρων, καὶ τὸ ἐπίλοιπον Ἀζώτου, 21 καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ τοὺς υἱοὺς Ἀμμὼν, 22 καὶ βασιλεῖς Τύρου, καὶ βασιλεῖς Σιδῶνος, καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης, 23 καὶ τὴν Δαιδὰν, καὶ τὴν Θαιμὰν, καὶ τὴν Ῥῶς, καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ, 24 καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ, 25 καὶ πάντας βασιλεῖς Αἰλὰμ, καὶ πάντας βασιλεῖς Περσῶν, 26 καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόῤῥω καὶ τοὺς ἐγγὺς, ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς. 27 Καὶ ἐρεῖς αὐτοῖς, οὕτως εἶπε Κύριος παντοκράτωρ, πίετε, μεθύσθητε, καὶ ἐξεμέσετε, καὶ πεσεῖσθε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀναμέσον ὑμῶν. 28 Καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου, ὥστε πιεῖν, καὶ ἐρεῖς, οὕτως εἶπε Κύριος, πιόντες πίεσθε, 29 ὅτι ἐν πόλει ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπʼ αὐτὴν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς. 30 Καὶ σὺ προφητεύσεις ἐπʼ αὐτοὺς τοὺς λόγους τούτους, καὶ ἐρεῖς, Κύριος ἀφʼ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει φωνὴν αὐτοῦ, λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ· καὶ οἵδε ὥσπερ τρυγῶντες ἀποκριθήσονται· καὶ ἐπὶ καθημένους ἐπὶ τὴν γῆν 31 ἥκει ὄλεθρος ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι· κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος. 32 Οὕτως εἶπε Κύριος, ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος, καὶ λαίλαψ μεγάλη ἐκπορεύεται ἀπʼ ἐσχάτου τῆς γῆς. 33 Καὶ ἔσονται τραυματίαι ὑπὸ Κυρίου ἐν ἡμέρᾳ Κυρίου, ἐκ μέρους τῆς γῆς, καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται. 34 Ἀλαλάξατε ποιμένες, καὶ κεκράξατε, καὶ κόπτεσθε οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγὴν, καὶ πεσεῖσθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοὶ, 35 καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων, καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων. 36 Φωνὴ κραυγῆς τῶν ποιμένων, καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλόθρευσε Κύριος τὰ βοσκήματα αὐτῶν· 37 Καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ μου. 38 Ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ, ὅτι ἐγενήθη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 32 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Esta traducción no tiene los versículos 1–14; los demás conservan su numeración habitual.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Baruch
The scribe to whom Jeremiah dictated the words of the LORD and to whom he gave the deed of the field at Anathoth.
Citado en la guía: Jeremiah 32:12; Jeremiah 36:4; Jeremiah 36:14
Hanamel
Jeremiah's cousin, son of his uncle Shallum, from whom Jeremiah bought a field at Anathoth.
Citado en la guía: Jeremiah 32:7; Jeremiah 32:8; Jeremiah 32:9
Mahseiah
Named as the father of Neriah, grandfather of Baruch and Seraiah.
Citado en la guía: Jeremiah 32:12; Jeremiah 51:59
Neriah
Son of Mahseiah and father of Baruch and Seraiah.
Citado en la guía: Jeremiah 32:12; Jeremiah 51:59
Shallum
Jeremiah's uncle, named as the father of Hanamel.
Citado en la guía: Jeremiah 32:7
Referencias cruzadas (23)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 15 Amós 9:14–15; Zacarías 3:10; Jeremías 30:18; Jeremías 31:24; Jeremías 33:12–13
- 16 Génesis 32:9–12; Jeremías 12:1; Filipenses 4:6–7; Ezequiel 36:35–37; 2 Samuel 7:18–25
- 17 Lucas 1:37; Jeremías 32:27; Génesis 18:14; Job 42:2; Mateo 19:26
- 18 Jeremías 10:16; Deuteronomio 5:9–10; Éxodo 34:7; Éxodo 20:5–6; Isaías 10:21
- 19 Jeremías 17:10; Mateo 16:27; Isaías 28:29; Salmo 62:12; Jeremías 16:17
- 20 Nehemías 9:10; Éxodo 10:2; Salmo 135:9; Daniel 9:15; Hechos 7:36
- 21 Deuteronomio 26:8; Éxodo 6:6; Salmo 105:37; 1 Crónicas 17:21; Salmo 105:43
- 22 Éxodo 13:5; Éxodo 3:8; Jeremías 11:5; Deuteronomio 1:8; Salmo 105:9–11
- 23 Esdras 9:7; Salmo 78:54–55; Daniel 9:10–14; Salmo 44:2–3; Lamentaciones 1:18
- 24 Jeremías 33:4; Josué 23:15–16; Deuteronomio 4:26; Jeremías 32:36; Ezequiel 21:22
- 25 Jeremías 32:24; Juan 13:7; Romanos 11:33–34; Salmo 77:19; Salmo 97:2
- 27 Mateo 19:26; Jeremías 32:17; Isaías 64:8; Juan 17:2; Salmo 65:2
- 28 Jeremías 32:3; Jeremías 32:24; Jeremías 19:7–12; Jeremías 32:36; Jeremías 20:5
- 29 Jeremías 19:13; Jeremías 21:10; 2 Crónicas 36:19; Jeremías 52:13; Jeremías 44:25
- 30 Jeremías 7:22–26; Jeremías 2:7; Jeremías 3:25; Isaías 63:10; Jeremías 22:21
- 31 2 Reyes 23:27; 1 Reyes 11:7–8; Jeremías 5:9–11; Mateo 23:37; Jeremías 27:10
- 32 Jeremías 2:26; Isaías 1:4–6; Daniel 9:8; Esdras 9:7; Isaías 1:23
- 33 Jeremías 7:13; Ezequiel 8:16; Jeremías 2:27; Jeremías 7:24; Juan 8:2
- 34 Jeremías 7:30; Ezequiel 8:5–16; Jeremías 23:11; 2 Reyes 21:4–7; 2 Reyes 23:6
- 35 Jeremías 7:31; Levítico 18:21; 2 Crónicas 33:6; Jeremías 19:5–6; Levítico 20:2–5
- 36 Jeremías 32:24; Jeremías 32:3; Jeremías 32:28; Isaías 43:24–25; Oseas 2:14
- 37 Jeremías 23:3; Jeremías 23:6; Ezequiel 34:12–14; Salmo 106:47; Ezequiel 11:17
- 38 Jeremías 24:7; Ezequiel 11:19–20; Salmo 144:15; Apocalipsis 21:7; Hebreos 8:10
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias