1 Διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως, καὶ διοικεῖ τὰ πάντα χρηστῶς. 2 Ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. 3 Εὐγένειαν δοξάζει συμβίωσιν Θεοῦ ἔχουσα, καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν. 4 Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ. 5 Εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ, τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης; 6 Εἰ δὲ φρόνησις ἐργάζεται, τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστι τεχνίτης; 7 Καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει, δικαιοσύνην καὶ ἀνδρίαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. 8 Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. 9 Ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν, εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν, καὶ παραίνεσις φροντίδων καὶ λύπης. 10 Ἕξω διʼ αὐτὴν δόξαν ἐν ὄχλοις, καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος. 11 Ὀξὺς εὑρεθήσομαι ἐν κρίσει, καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι. 12 Σιγῶντά με περιμενοῦσι, καὶ φθεγγομένῳ προσέξουσι, καὶ λαλοῦντος ἐπιπλεῖον, χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν. 13 Ἕξω διʼ αὐτὴν ἀθανασίαν, καὶ μνήμην αἰώνιον τοῖς μετ ἐμὲ ἀπολείψω. 14 Διοικήσω λαοὺς, καὶ ἔθνη ὑποταγήσεταί μοι. 15 Φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοὶ, ἐν πλήθει φανοῦμαι ἀγαθὸς, καὶ ἐν πολέμῳ ἀνδρεῖος. 16 Εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ· οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς, οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς, ἀλλὰ εὐφροσύνην καὶ χαράν. 17 Ταῦτα λογισάμενος ἐν ἐμαυτῷ, καὶ φροντίσας ἐν καρδίᾳ μου, ὅτι ἐστὶν ἀθανασία ἐν συγγενείᾳ σοφίας, 18 καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ, καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς, καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς, περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν. 19 Παῖς δὲ ἤμην εὐφυὴς, ψυχῆς τε ἔλαχον ἀγαθῆς, 20 μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον. 21 Γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατὴς, ἐὰν μὴ ὁ Θεὸς δῷ, καὶ τοῦτο δʼ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις, ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου,
Sabiduría · Septuaginta griega de Brenton
Sabiduría 8 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
that was a point of wisdom also to know whose gift she was." For by continency are we bound up and brought into one, whence we were scattered abroad into many.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
… also their form, not from without, but from the secret and profound might of the Creator, who said, "Do not I fill heaven and earth?" and whose wisdom it is that "reacheth from one end to another mightily; and sweetly doth she order all things." Wherefore I know not what kind of aid the angels, themselves created first, afforded to …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Therefore it is said that he was born "according to the flesh,"--not because such births are not the gifts of God, nor His handiwork, whose creative wisdom "reaches," as it is written, "from one end to another mightily, and sweetly doth she order all things," but because, in a case in which the gift of God, which was not due …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)