PT Texto Patriarcal (Antoniades 1904/1912) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 μετα ταυτα ηκουσα ως φωνην μεγαλην οχλου πολλου εν τω ουρανω λεγοντων· αλληλουια· η σωτηρια και η δοξα και η δυναμις του θεου ημων, 1 After these things I heard something like a loud voice of a great multitude in heaven, saying, “Hallelujah! Salvation, power, and glory belong to our God;
1 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,
2 οτι αληθιναι και δικαιαι αι κρισεις αυτου· οτι εκρινεν την πορνην την μεγαλην, ητις διεφθειρεν την γην εν τη πορνεια αυτης, και εξεδικησεν το αιμα των δουλων αυτου εκ χειρος αυτης. 2 for his judgments are true and righteous. For he has judged the great prostitute who corrupted the earth with her sexual immorality, and he has avenged the blood of his servants at her hand.”
2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
3 και δευτερον ειρηκαν· αλληλουια· και ο καπνος αυτης αναβαινει εις τους αιωνας των αιωνων. 3 A second said, “Hallelujah! Her smoke goes up forever and ever.”
3 καὶ δεύτερον εἴρηκαν· ἀλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
4 και επεσαν οι εικοσι και τεσσαρες πρεσβυτεροι και τα τεσσαρα ζωα και προσεκυνησαν τω θεω τω καθημενω επι τω θρονω λεγοντες· αμην, αλληλουια. 4 The twenty-four elders and the four living creatures fell down and worshiped God who sits on the throne, saying, “Amen! Hallelujah!”
4 καὶ ἔπεσαν οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες· ἀμήν, ἀλληλούϊα.
5 και φωνη απο του θρονου εξηλθεν λεγουσα· αινειτε τον θεον ημων παντες οι δουλοι αυτου και οι φοβουμενοι αυτον, οι μικροι και οι μεγαλοι. 5 A voice came from the throne, saying, “Give praise to our God, all you his servants, you who fear him, the small and the great!”
5 καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα· αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
6 και ηκουσα ως φωνην οχλου πολλου και ως φωνην υδατων πολλων και ως φωνην βροντων ισχυρων, λεγοντων· αλληλουια· οτι εβασιλευσεν κυριος ο θεος ο παντοκρατωρ. 6 I heard something like the voice of a great multitude, and like the voice of many waters, and like the voice of mighty thunders, saying, “Hallelujah! For the Lord our God, the Almighty, reigns!
6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων· ἀλληλούϊα· ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.
7 χαιρωμεν και αγαλλιωμεθα και δωμεν την δοξαν αυτω, οτι ηλθεν ο γαμος του αρνιου και η γυνη αυτου ητοιμασεν εαυτην. 7 Let’s rejoice and be exceedingly glad, and let’s give the glory to him. For the wedding of the Lamb has come, and his wife has made herself ready.”
7 χαίρωμεν καὶ ἀγαλλιώμεθα καὶ δῶμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
8 και εδοθη αυτη ινα περιβαληται βυσσινον λαμπρον καθαρον· το γαρ βυσσινον τα δικαιωματα των αγιων εστιν. 8 It was given to her that she would array herself in bright, pure, fine linen, for the fine linen is the righteous acts of the saints.
8 καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.
9 και λεγει μοι· γραψον, μακαριοι οι εις το δειπνον του γαμου του αρνιου κεκλημενοι. και λεγει μοι· ουτοι οι λογοι αληθινοι του θεου εισιν. 9 He said to me, “Write, ‘Blessed are those who are invited to the wedding supper of the Lamb.’” He said to me, “These are true words of God.”
9 Καὶ λέγει μοι· γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.
10 και επεσα εμπροσθεν των ποδων αυτου προσκυνησαι αυτω. και λεγει μοι· ορα μη· συνδουλος σου ειμι και των αδελφων σου των εχοντων την μαρτυριαν ιησου· τω θεω προσκυνησον· η γαρ μαρτυρια του ιησου εστιν το πνευμα της προφητειας. 10 I fell down before his feet to worship him. He said to me, “Look! Don’t do it! I am a fellow bondservant with you and with your brothers who hold the testimony of Jesus. Worship God, for the testimony of Jesus is the Spirit of Prophecy.”
10 Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
11 και ειδον τον ουρανον ανεωγμενον, και ιδου ιππος λευκος, και ο καθημενος επ αυτον, καλουμενος πιστος και αληθινος, και εν δικαιοσυνη κρινει και πολεμει· 11 I saw heaven opened, and behold, a white horse, and he who sat on it is called Faithful and True. In righteousness he judges and makes war.
11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτόν, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ·
12 οι δε οφθαλμοι αυτου ως φλοξ πυρος, και επι την κεφαλην αυτου διαδηματα πολλα, εχων [ονοματα γεγραμμενα, και] ονομα γεγραμμενον ο ουδεις οιδεν ει μη αυτος, 12 His eyes are a flame of fire, and on his head are many crowns. He has names written and a name written which no one knows but he himself.
12 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων [ὀνόματα γεγραμμένα, καὶ] ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
13 και περιβεβλημενος ιματιον βεβαμμενον [εν] αιματι, και κεκληται το ονομα αυτου, ο λογος του θεου. 13 He is clothed in a garment sprinkled with blood. His name is called “The Word of God.”
13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον [ἐν] αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ, ὁ λόγος τοῦ Θεοῦ.
14 και τα στρατευματα [τα] εν τω ουρανω ηκολουθει αυτω επι ιπποις λευκοις, ενδεδυμενοι βυσσινον λευκον καθαρον. 14 The armies which are in heaven, clothed in white, pure, fine linen, followed him on white horses.
14 καὶ τὰ στρατεύματα [τὰ] ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
15 και εκ του στοματος αυτου εκπορευεται ρομφαια οξεια [διστομος], ινα εν αυτη πατασση τα εθνη· και αυτος ποιμανει αυτους εν ραβδω σιδηρα· και αυτος πατει την ληνον του οινου του θυμου της οργης του θεου του παντοκρατορος. 15 Out of his mouth proceeds a sharp, double-edged sword that with it he should strike the nations. He will rule them with an iron rod. He treads the wine press of the fierceness of the wrath of God, the Almighty.
15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα [δίστομος], ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.
16 και εχει επι το ιματιον και επι τον μηρον αυτου ονομα γεγραμμενον, βασιλευς βασιλεων και κυριος κυριων. 16 He has on his garment and on his thigh a name written, “KING OF KINGS AND LORD OF LORDS.”
16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
17 και ειδον ενα αγγελον εστωτα εν τω ηλιω, και εκραξεν [εν] φωνη μεγαλη λεγων πασιν τοις ορνεοις τοις πετομενοις εν μεσουρανηματι· δευτε συναχθητε εις το δειπνον το μεγα του θεου, 17 I saw an angel standing in the sun. He cried with a loud voice, saying to all the birds that fly in the sky, “Come! Be gathered together to the great supper of God,
17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
18 ινα φαγητε σαρκας βασιλεων και σαρκας χιλιαρχων και σαρκας ισχυρων και σαρκας ιππων και των καθημενων επ αυτων, και σαρκας παντων ελευθερων [τε] και δουλων, και μικρων [τε] και μεγαλων. 18 that you may eat the flesh of kings, the flesh of captains, the flesh of mighty men, and the flesh of horses and of those who sit on them, and the flesh of all men, both free and slave, small and great.”
18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων [τε] καὶ δούλων, καὶ μικρῶν [τε] καὶ μεγάλων.
19 και ειδον το θηριον και τους βασιλεις της γης και τα στρατευματα αυτων συνηγμενα ποιησαι τον πολεμον μετα του καθημενου επι του ιππου και μετα του στρατευματος αυτου. 19 I saw the beast, the kings of the earth, and their armies, gathered together to make war against him who sat on the horse and against his army.
19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
20 και επιασθη το θηριον και ο μετ αυτου ψευδοπροφητης ο ποιησας τα σημεια ενωπιον αυτου, εν οις επλανησεν τους λαβοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου· ζωντες εβληθησαν οι δυο εις την λιμνην του πυρος την καιομενην εν θειω. 20 The beast was taken, and with him the false prophet who worked the signs in his sight, with which he deceived those who had received the mark of the beast and those who worshiped his image. These two were thrown alive into the lake of fire that burns with sulfur.
20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.
21 και οι λοιποι απεκτανθησαν εν τη ρομφαια του καθημενου επι του ιππου, τη εξελθουση εκ του στοματος αυτου· και παντα τα ορνεα εχορτασθησαν εκ των σαρκων αυτων. 21 The rest were killed with the sword of him who sat on the horse, the sword which came out of his mouth. So all the birds were filled with their flesh.
21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.