Saltar al texto

1 Timoteo · Texto bizantino (Robinson-Pierpont 2018)

1 Timoteo 5 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 πρεσβυτερω μη επιπληξησ αλλα παρακαλει ωσ πατερα νεωτερουσ ωσ αδελφουσ
1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς,
2 πρεσβυτερασ ωσ μητερασ νεωτερασ ωσ αδελφασ εν παση αγνεια
2 πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ.
3 χηρασ τιμα τασ οντωσ χηρασ
3 Χήρας τίμα τὰς ὄντως χήρας.
4 ει δε τισ χηρα τεκνα η εκγονα εχει μανθανετωσαν πρωτον τον ιδιον οικον ευσεβειν και αμοιβασ αποδιδοναι τοισ προγονοισ τουτο γαρ εστιν αποδεκτον ενωπιον του θεου
4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστι καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ.
5 η δε οντωσ χηρα και μεμονωμενη ηλπικεν επι τον θεον και προσμενει ταισ δεησεσιν και ταισ προσευχαισ νυκτοσ και ημερασ
5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
6 η δε σπαταλωσα ζωσα τεθνηκεν
6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε.
7 και ταυτα παραγγελλε ινα ανεπιληπτοι ωσιν
7 καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν.
8 ει δε τισ των ιδιων και μαλιστα των οικειων ου προνοει την πιστιν ηρνηται και εστιν απιστου χειρων
8 εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
9 χηρα καταλεγεσθω μη ελαττον ετων εξηκοντα γεγονυια ενοσ ανδροσ γυνη
9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
10 εν εργοισ καλοισ μαρτυρουμενη ει ετεκνοτροφησεν ει εξενοδοχησεν ει αγιων ποδασ ενιψεν ει θλιβομενοισ επηρκεσεν ει παντι εργω αγαθω επηκολουθησεν
10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.
11 νεωτερασ δε χηρασ παραιτου οταν γαρ καταστρηνιασωσιν του χριστου γαμειν θελουσιν
11 νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν,
12 εχουσαι κριμα οτι την πρωτην πιστιν ηθετησαν
12 ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν·
13 αμα δε και αργαι μανθανουσιν περιερχομεναι τασ οικιασ ου μονον δε αργαι αλλα και φλυαροι και περιεργοι λαλουσαι τα μη δεοντα
13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
14 βουλομαι ουν νεωτερασ γαμειν τεκνογονειν οικοδεσποτειν μηδεμιαν αφορμην διδοναι τω αντικειμενω λοιδοριασ χαριν
14 βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.
15 ηδη γαρ τινεσ εξετραπησαν οπισω του σατανα
15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ.
16 ει τισ πιστοσ η πιστη εχει χηρασ επαρκειτω αυταισ και μη βαρεισθω η εκκλησια ινα ταισ οντωσ χηραισ επαρκεση
16 εἴ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
17 οι καλωσ προεστωτεσ πρεσβυτεροι διπλησ τιμησ αξιουσθωσαν μαλιστα οι κοπιωντεσ εν λογω και διδασκαλια
17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ·
18 λεγει γαρ η γραφη βουν αλοωντα ου φιμωσεισ και αξιοσ ο εργατησ του μισθου αυτου
18 λέγει γὰρ ἡ γραφή· βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί· ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
19 κατα πρεσβυτερου κατηγοριαν μη παραδεχου εκτοσ ει μη επι δυο η τριων μαρτυρων
19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.
20 τουσ αμαρτανοντασ ενωπιον παντων ελεγχε ινα και οι λοιποι φοβον εχωσιν
20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.
21 διαμαρτυρομαι ενωπιον του θεου και κυριου ιησου χριστου και των εκλεκτων αγγελων ινα ταυτα φυλαξησ χωρισ προκριματοσ μηδεν ποιων κατα προσκλησιν
21 διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς, χωρὶς προκρίματος μηδὲν ποιῶν κατὰ πρόσκλησιν.
22 χειρασ ταχεωσ μηδενι επιτιθει μηδε κοινωνει αμαρτιαισ αλλοτριαισ σεαυτον αγνον τηρει
22 χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει.
23 μηκετι υδροποτει αλλ οινω ολιγω χρω δια τον στομαχον σου και τασ πυκνασ σου ασθενειασ
23 Μηκέτι ὑδροπότει, ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
24 τινων ανθρωπων αι αμαρτιαι προδηλοι εισιν προαγουσαι εισ κρισιν τισιν δε και επακολουθουσιν
24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν·
25 ωσαυτωσ και τα καλα εργα προδηλα εστιν και τα αλλωσ εχοντα κρυβηναι ου δυνανται
25 ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.
Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Levítico 19:32; 1 Pedro 5:5–6; Tito 2:2; Gálatas 6:1; 1 Pedro 5:1
  2. 2 1 Timoteo 4:12; Filipenses 4:8; Mateo 12:50; 1 Timoteo 5:3; Juan 19:26–27
  3. 3 Deuteronomio 27:19; Hechos 6:1; Deuteronomio 14:29; Deuteronomio 10:18; 1 Tesalonicenses 2:6
  4. 4 Efesios 6:1–3; Juan 19:26–27; Mateo 15:4–6; Génesis 47:12; Marcos 7:11–13
  5. 5 1 Timoteo 5:3; Lucas 2:37; 1 Corintios 7:32; Lucas 18:1; 1 Timoteo 5:16
  6. 6 Santiago 5:5; Apocalipsis 3:1; Apocalipsis 18:7; Lucas 15:24; Lucas 15:32
  7. 7 1 Timoteo 4:11; Tito 2:15; 2 Timoteo 4:1; Tito 1:13; 1 Timoteo 1:3
  8. 8 Gálatas 6:10; 2 Corintios 12:14; Lucas 11:11–13; Isaías 58:7; Tito 1:16
  9. 9 1 Timoteo 3:2; 1 Timoteo 5:11; Lucas 2:36–37; 1 Timoteo 5:3–4; 1 Corintios 7:39–40
  10. 10 1 Timoteo 6:18; Tito 3:8; Hechos 9:36; Tito 2:7; Tito 3:1
  11. 11 1 Timoteo 5:14; Oseas 13:6; Santiago 5:5; Isaías 3:16; 1 Corintios 7:39–40
  12. 12 Gálatas 1:6; Santiago 3:1; 1 Pedro 4:17; 1 Corintios 11:34; Apocalipsis 2:4–5
  13. 13 Proverbios 20:19; 2 Tesalonicenses 3:6–11; Proverbios 31:27; Lucas 10:7; Hechos 20:30
  14. 14 Tito 2:5; 1 Timoteo 6:1; Proverbios 31:27–29; Tito 2:8; 1 Corintios 7:8–9
  15. 15 2 Pedro 2:2; Judas 4–5; 2 Pedro 2:20–22; 1 Timoteo 1:20; 1 Juan 2:19
  16. 16 1 Timoteo 5:3–5; 1 Timoteo 5:8
  17. 17 Hebreos 13:17; Gálatas 6:6; 1 Tesalonicenses 5:12–13; Lucas 10:7; Hebreos 13:7
  18. 18 Deuteronomio 25:4; 1 Corintios 9:14; 1 Corintios 9:7–10; Lucas 10:7; Mateo 10:10
  19. 19 Mateo 18:16; Deuteronomio 19:15; 2 Corintios 13:1; Tito 1:6; Deuteronomio 17:6
  20. 20 2 Timoteo 4:2; 1 Timoteo 1:20; Deuteronomio 13:11; Tito 1:13; Hechos 5:11
  21. 21 2 Timoteo 4:1; 1 Timoteo 6:13; 2 Pedro 2:4; 2 Corintios 5:16; 2 Timoteo 2:14
  22. 22 Efesios 5:11; 1 Timoteo 3:10; 1 Timoteo 3:6; 1 Timoteo 4:14; Hechos 6:6
  23. 23 Salmo 104:15; Proverbios 31:4–7; 1 Timoteo 4:4; 1 Timoteo 3:8; 1 Timoteo 3:3
  24. 24 2 Timoteo 4:10; Hechos 8:18; 2 Pedro 2:20–21; Hechos 5:1–11; Gálatas 5:19–21
  25. 25 Proverbios 10:9; Lucas 11:33; Salmo 37:5–6; Mateo 6:3–6; Mateo 5:16

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 5:8 John Chrysostom, Homilies on First Timothy (Homily XIV)

    Many consider that their own virtue is sufficient for their salvation, and if they duly regulate their own life, that nothing further is wanting to save them.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Cita 5:4 Augustine of Hippo, Confessions (Book IX, Chapters IX–X)

    For she had "been the wife of one man," had requited her parents, had guided her house piously, was "well-reported of for good works," had "brought up children," as often travailing in birth of them as she saw them swerving from Thee.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Cita 5:5 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXI)

    Hear even Paul pronouncing this widowhood blessed, and saying, "Now she that is a widow indeed and desolate, trusteth in the Lord." Because such an one will appear more approved, evincing as she doth greater patience.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 5:23 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    Despise not therefore them that eat, and because of the weakness of their bodies partake of food: nor yet blame these who use a little wine for their stomach's sake and their often infirmities: and neither condemn the men as sinners, nor abhor the flesh as strange food; for the Apostle knows some of this sort, when he says: …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 5:21 Basil of Caesarea, On the Holy Spirit (Chapters XI–XIII)

    The apostle, for instance, in his charge to Timothy, associates the angels with them in the words, "I charge thee before God and the Lord Jesus Christ and the elect angels." We are not for alienating the angels from the rest of creation, and yet, it is argued, we do not allow of their being reckoned with the Father and …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)