Saltar al texto

2 Tesalonicenses · Texto bizantino (Robinson-Pierpont 2018)

2 Tesalonicenses 2 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ερωτωμεν δε υμασ αδελφοι υπερ τησ παρουσιασ του κυριου ημων ιησου χριστου και ημων επισυναγωγησ επ αυτον
1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν,
2 εισ το μη ταχεωσ σαλευθηναι υμασ απο του νοοσ μητε θροεισθαι μητε δια πνευματοσ μητε δια λογου μητε δι επιστολησ ωσ δι ημων ωσ οτι ενεστηκεν η ημερα του χριστου
2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μήτε θροεῖσθαι μήτε διὰ τοῦ πνεύματος μήτε διὰ λόγου μήτε δι᾽ ἐπιστολῆς ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ.
3 μη τισ υμασ εξαπατηση κατα μηδενα τροπον οτι εαν μη ελθη η αποστασια πρωτον και αποκαλυφθη ο ανθρωποσ τησ αμαρτιασ ο υιοσ τησ απωλειασ
3 μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας,
4 ο αντικειμενοσ και υπεραιρομενοσ επι παντα λεγομενον θεον η σεβασμα ωστε αυτον εισ τον ναον του θεου ωσ θεον καθισαι αποδεικνυντα εαυτον οτι εστιν θεοσ
4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός.
5 ου μνημονευετε οτι ετι ων προσ υμασ ταυτα ελεγον υμιν
5 Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
6 και νυν το κατεχον οιδατε εισ το αποκαλυφθηναι αυτον εν τω εαυτου καιρω
6 καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ·
7 το γαρ μυστηριον ηδη ενεργειται τησ ανομιασ μονον ο κατεχων αρτι εωσ εκ μεσου γενηται
7 τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται·
8 και τοτε αποκαλυφθησεται ο ανομοσ ον ο κυριοσ αναλωσει τω πνευματι του στοματοσ αυτου και καταργησει τη επιφανεια τησ παρουσιασ αυτου
8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ·
9 ου εστιν η παρουσια κατ ενεργειαν του σατανα εν παση δυναμει και σημειοισ και τερασιν ψευδουσ
9 οὗ ἐστιν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους
10 και εν παση απατη τησ αδικιασ εν τοισ απολλυμενοισ ανθ ων την αγαπην τησ αληθειασ ουκ εδεξαντο εισ το σωθηναι αυτουσ
10 καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς·
11 και δια τουτο πεμψει αυτοισ ο θεοσ ενεργειαν πλανησ εισ το πιστευσαι αυτουσ τω ψευδει
11 καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
12 ινα κριθωσιν παντεσ οι μη πιστευσαντεσ τη αληθεια αλλ ευδοκησαντεσ εν τη αδικια
12 ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.
13 ημεισ δε οφειλομεν ευχαριστειν τω θεω παντοτε περι υμων αδελφοι ηγαπημενοι υπο κυριου οτι ειλετο υμασ ο θεοσ απ αρχησ εισ σωτηριαν εν αγιασμω πνευματοσ και πιστει αληθειασ
13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας,
14 εισ ο εκαλεσεν υμασ δια του ευαγγελιου ημων εισ περιποιησιν δοξησ του κυριου ημων ιησου χριστου
14 εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
15 αρα ουν αδελφοι στηκετε και κρατειτε τασ παραδοσεισ ασ εδιδαχθητε ειτε δια λογου ειτε δι επιστολησ ημων
15 Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.
16 αυτοσ δε ο κυριοσ ημων ιησουσ χριστοσ και ο θεοσ και πατηρ ημων ο αγαπησασ ημασ και δουσ παρακλησιν αιωνιαν και ελπιδα αγαθην εν χαριτι
16 Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι,
17 παρακαλεσαι υμων τασ καρδιασ και στηριξαι υμασ εν παντι λογω και εργω αγαθω
17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.
Referencias cruzadas (17)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Tesalonicenses 4:14–17; Marcos 13:27; Mateo 24:31; 2 Timoteo 4:1; 1 Tesalonicenses 2:19
  2. 2 1 Juan 4:1–2; Marcos 13:7; Mateo 24:4–6; 2 Tesalonicenses 3:17; 2 Pedro 3:4–8
  3. 3 Mateo 24:4–6; 1 Juan 2:18; Efesios 5:6; 1 Timoteo 4:1–3; 2 Tesalonicenses 2:8–10
  4. 4 Ezequiel 28:2; Daniel 7:25; Apocalipsis 13:6–7; Isaías 14:13–14; Ezequiel 28:6
  5. 5 2 Pedro 1:15; Mateo 16:9; Juan 16:4; Gálatas 5:21; 2 Tesalonicenses 3:10
  6. 6 2 Tesalonicenses 2:3; 2 Tesalonicenses 2:8
  7. 7 1 Juan 4:3; Apocalipsis 17:7; 2 Timoteo 2:17–18; Apocalipsis 17:5; Hechos 20:29
  8. 8 Apocalipsis 19:20–21; 2 Tesalonicenses 2:3; Isaías 11:4; Apocalipsis 20:10; Apocalipsis 19:15
  9. 9 Mateo 24:24; Apocalipsis 19:20; Efesios 2:2; 2 Corintios 11:3; Juan 4:48
  10. 10 1 Corintios 1:18; Proverbios 1:7; 2 Corintios 4:2–3; 2 Pedro 2:12; Juan 8:45–47
  11. 11 Romanos 1:28; Juan 12:39–43; 1 Timoteo 4:1; Mateo 24:11; Salmo 81:11–12
  12. 12 Romanos 1:32; Romanos 8:7–8; Marcos 16:16; Romanos 2:8; 1 Tesalonicenses 5:9
  13. 13 2 Timoteo 1:9; Efesios 1:4–5; 1 Tesalonicenses 1:4; 1 Tesalonicenses 5:9; Romanos 9:11
  14. 14 1 Tesalonicenses 2:12; 1 Pedro 5:10; 1 Tesalonicenses 1:5; Romanos 8:17; 1 Pedro 1:4–5
  15. 15 1 Corintios 11:2; 2 Tesalonicenses 3:6; 2 Tesalonicenses 2:2; 1 Corintios 16:13; Filipenses 4:1
  16. 16 Juan 3:16; Romanos 5:2–5; 1 Pedro 1:3–8; Tito 3:4–7; Romanos 8:24–25
  17. 17 2 Tesalonicenses 3:3; 1 Tesalonicenses 3:13; 1 Tesalonicenses 3:2; Judas 24; Colosenses 2:7

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 2:6 John Chrysostom, Homilies on Second Thessalonians (Homily IV)

    One may naturally enquire, what is that which withholdeth, and after that would know, why Paul expresses it so obscurely. What then is it that withholdeth, that is, hindereth him from being revealed? Some indeed say, the grace of the Spirit, but others the Roman empire, to whom I most of all accede. Wherefore?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Cita 2:4 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter VI)

    And again, speaking of Antichrist, he says, "who opposeth and exalteth himself above all that is called God, or that is worshipped." He points out here those who are called gods, by such as know not God, that is, idols.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 2:8 Augustine of Hippo, The City of God (Book XX, Chapters 10–13)

    … fire coming down out of heaven and consuming them, John meant that blow wherewith Christ in His coming is to strike those persecutors of the Church whom He shall then find alive upon earth, when He shall kill Antichrist with the breath of His mouth, then even this is not the last judgment of the wicked; but the last judgment …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Cita 2:9 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXVI)

    Having called him "man of sin," and "son of perdition," He added, "Whose coming is after the working of Satan, with all power and signs and lying wonders; and with all deceivableness of unrighteousness in them that perish." And see how He secures them; "Go not forth into the deserts, enter not into the secret chambers." He did not say, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 2:15 Cyril of Jerusalem, Catechetical Lectures (Lecture V)

    And just as the mustard seed in one small grain contains many branches, so also this Faith has embraced in few words all the knowledge of godliness in the Old and New Testaments. Take heed then, brethren, and hold fast the traditions which ye now receive, and write them an the table of your heart.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)